§6.498νῦν μέν, ἦν δʼ ἐγώ, οἱ καὶ ἁπτόμενοι μειράκια ὄντα ἄρτι ἐκ παίδων τὸ μεταξὺ οἰκονομίας καὶ χρηματισμοῦ πλησιάσαντες αὐτοῦ τῷ χαλεπωτάτῳ ἀπαλλάττονται, οἱ φιλοσοφώτατοι ποιούμενοι—λέγω δὲ χαλεπώτατον τὸ περὶ τοὺς λόγους —ἐν δὲ τῷ ἔπειτα, ἐὰν καὶ ἄλλων τοῦτο πραττόντων παρακαλούμενοι ἐθέλωσιν ἀκροαταὶ γίγνεσθαι, μεγάλα ἡγοῦνται, πάρεργον οἰόμενοι αὐτὸ δεῖν πράττειν·
「現在では、」と私は言った。 「哲学に手を染める人々でさえ、子供の時代を過ぎたばかりの若者であり、家政と金儲けに移るまでの間の時期に、哲学の最も困難な部分に接近しただけで離れ去ってしまう。 しかも彼らは自分たちを最も哲学的な者たちだと思っているのだ。 ――私が最も困難だと言うのは、言論に関することだ。 ――そしてそののちは、他人がこれを実践しているところに招かれて、聴衆になることを承諾しさえすれば、それを大したものと思い、哲学というものは片手間にやるべきものだと考えている。
πρὸς δὲ τὸ γῆρας ἐκτὸς δή τινων ὀλίγων ἀποσβέννυνται πολὺ μᾶλλον τοῦ Ἡρακλειτείου ἡλίου, ὅσον αὖθις οὐκ ἐξάπτονται.
そして老年に及ぶと、ごく一部の例外を除いて、彼らはヘラクレイトスの太陽よりもはるかに完全に消え去ってしまい、二度と再び点火されることはない。
δεῖ δὲ πῶς; ἔφη.
」「では、どのようにすべきなのですか」と彼は言った。
πᾶν τοὐναντίον·
「まったく逆だ。
μειράκια μὲν ὄντα καὶ παῖδας μειρακιώδη παιδείαν καὶ φιλοσοφίαν μεταχειρίζεσθαι, τῶν τε σωμάτων, ἐν ᾧ βλαστάνει τε καὶ ἀνδροῦται, εὖ μάλα ἐπιμελεῖσθαι, ὑπηρεσίαν φιλοσοφίᾳ κτωμένους·
若者や子供である間は、若々しい教育と哲学に取り組み、彼らの身体が成長し成人していく時期には、哲学への奉仕の準備として、身体の世話を十分に丁寧に行うべきである。
προϊούσης δὲ τῆς ἡλικίας, ἐν ᾗ ἡ ψυχὴ τελεοῦσθαι ἄρχεται, ἐπιτείνειν τὰ ἐκείνης γυμνάσια·
そして、魂が成熟し始める年齢に進むにつれて、魂の訓練を強化すべきである。
ὅταν δὲ λήγῃ μὲν ἡ ῥώμη, πολιτικῶν δὲ καὶ στρατειῶν ἐκτὸς γίγνηται, τότε ἤδη ἀφέτους νέμεσθαι καὶ μηδὲν ἄλλο πράττειν, ὅτι μὴ πάρεργον, τοὺς μέλλοντας εὐδαιμόνως βιώσεσθαι καὶ τελευτήσαντας τῷ βίῳ τῷ βεβιωμένῳ τὴν ἐκεῖ μοῖραν ἐπιστήσειν πρέπουσαν.
そして、体力が衰え、政治や軍務から退いたとき、そのときこそ、幸福に生きようとし、生涯を終えた後に、その生きた生にふさわしいあちらの世界での運命を確固たるものにしようとする者は、自由になってただ片手間以外には何もしないようにすべきである。
ὡς ἀληθῶς μοι δοκεῖς, ἔφη, λέγειν γε προθύμως, ὦ Σώκρατες·
」「ソクラテスよ、あなたは本当に熱心に語っておられるように見えます。 」と彼は言った。
οἶμαι μέντοι τοὺς πολλοὺς τῶν ἀκουόντων προθυμότερον ἔτι ἀντιτείνειν οὐδʼ ὁπωστιοῦν πεισομένους, ἀπὸ Θρασυμάχου ἀρξαμένους.
「しかしながら、聞いている大半の人々は、トラシュマコスをはじめとして、いっそう熱心に反対し、決して納得しようとはしないだろうと思います。
μὴ διάβαλλε, ἦν δʼ ἐγώ, ἐμὲ καὶ Θρασύμαχον ἄρτι φίλους γεγονότας, οὐδὲ πρὸ τοῦ ἐχθροὺς ὄντας.
」「私とトラシュマコスの仲を裂こうとしないでくれ。 」と私は言った。 「私たちは今しがた友人になったばかりだし、それ以前にしても敵同士だったわけではないのだから。
πείρας γὰρ οὐδὲν ἀνήσομεν, ἕως ἂν ἢ πείσωμεν καὶ τοῦτον καὶ τοὺς ἄλλους, ἢ προὔργου τι ποιήσωμεν εἰς ἐκεῖνον τὸν βίον, ὅταν αὖθις γενόμενοι τοῖς τοιούτοις ἐντύχωσι λόγοις.
なぜなら、私たちは彼や他の人々を説得するか、あるいは、彼らが再び生まれ変わってこのような言論に出会うときのために、あの世での生に少しでも役立つことを成し遂げるまでは、いかなる試みも緩めないつもりだからだ。
εἰς μικρόν γʼ, ἔφη, χρόνον εἴρηκας.
」「ずいぶん短い時間のことをおっしゃるのですね」と彼は言った。
εἰς οὐδὲν μὲν οὖν, ἔφην, ὥς γε πρὸς τὸν ἅπαντα.
「いや、全時間に比べれば、無に等しい時間だ」と私は言った。
τὸ μέντοι μὴ πείθεσθαι τοῖς λεγομένοις τοὺς πολλοὺς θαῦμα οὐδέν·
「それにしても、大衆が私たちの言うことに従わないのも不思議ではない。
οὐ γὰρ πώποτε εἶδον γενόμενον τὸ νῦν λεγόμενον, ἀλλὰ πολὺ μᾶλλον τοιαῦτʼ ἄττα ῥήματα ἐξεπίτηδες ἀλλήλοις ὡμοιωμένα, ἀλλʼ οὐκ ἀπὸ τοῦ αὐτομάτου ὥσπερ νῦν συμπεσόντα.
なぜなら彼らは、今語られているようなことが現実に起こったのを一度も見たことがないからだ。 むしろ彼らが見てきたのは、意図的に互いによく似せられたこのような言葉の数々であって、今のように偶然に一致した言葉ではない。
§6.499ἄνδρα δὲ ἀρετῇ παρισωμένον καὶ ὡμοιωμένον μέχρι τοῦ δυνατοῦ τελέως ἔργῳ τε καὶ λόγῳ, δυναστεύοντα ἐν πόλει ἑτέρᾳ τοιαύτῃ, οὐ πώποτε ἑωράκασιν, οὔτε ἕνα οὔτε πλείους.
一方、徳において可能な限り完全に引き合いにされ、かつ似せられた、行為においても言論においても優れ、かつそのような別の国家において支配権を握っている人物を、彼らは一人として、あるいは複数としても、いまだかつて見たことがないのだ。
ἢ οἴει;
それとも君は見たことがあると思うかね?
οὐδαμῶς γε.
」「決してありません。
οὐδέ γε αὖ λόγων, ὦ μακάριε, καλῶν τε καὶ ἐλευθέρων ἱκανῶς ἐπήκοοι γεγόνασιν, οἵων ζητεῖν μὲν τὸ ἀληθὲς συντεταμένως ἐκ παντὸς τρόπου τοῦ γνῶναι χάριν, τὰ δὲ κομψά τε καὶ ἐριστικὰ καὶ μηδαμόσε ἄλλοσε τείνοντα ἢ πρὸς δόξαν καὶ ἔριν καὶ ἐν δίκαις καὶ ἐν ἰδίαις συνουσίαις πόρρωθεν ἀσπαζομένων.
」「それにまた、幸いなる友よ、彼らは、真理を知るためにあらゆる方法で熱心に真理を探求するような、美しく自由な言論を十分に聴いたことがないのだ。 一方で、ただ評判や争いのためだけに向けられた、裁判所や私的な集まりで遠くから歓迎されるだけの、巧妙で論争的な言論は敬遠してきた。
οὐδὲ τούτων, ἔφη.
」「そうした議論も聴いたことがありません」と彼は言った。
τούτων τοι χάριν, ἦν δʼ ἐγώ, καὶ ταῦτα προορώμενοι ἡμεῖς τότε καὶ δεδιότες ὅμως ἐλέγομεν, ὑπὸ τἀληθοῦς ἠναγκασμένοι, ὅτι οὔτε πόλις οὔτε πολιτεία οὐδέ γʼ ἀνὴρ ὁμοίως μή ποτε γένηται τέλεος, πρὶν ἂν τοῖς φιλοσόφοις τούτοις τοῖς ὀλίγοις καὶ οὐ πονηροῖς, ἀχρήστοις δὲ νῦν κεκλημένοις, ἀνάγκη τις ἐκ τύχης περιβάλῃ, εἴτε βούλονται εἴτε μή, πόλεως ἐπιμεληθῆναι, καὶ τῇ πόλει κατηκόῳ γενέσθαι, ἢ τῶν νῦν ἐν δυναστείαις ἢ βασιλείαις ὄντων ὑέσιν ἢ αὐτοῖς ἔκ τινος θείας ἐπιπνοίας ἀληθινῆς φιλοσοφίας ἀληθινὸς ἔρως ἐμπέσῃ.
「まさにこれらのことのために、」と私は言った。 「そしてこれらのことをあらかじめ見通していたからこそ、私たちは当時、恐れを抱きながらも、しかし真理に迫られて、次のように語ったのだ。 すなわち、現在『役に立たない』と呼ばれている、少数で邪悪ではないあの哲学者たちに、彼らが望むと望まざるとにかかわらず、国家の世話をし、国家が彼らに従うようになるという、運命による何らかの必然性が降りかかるか、あるいは、現在支配権や王権を握っている者たちの息子たち、または彼ら自身に、神的な霊感によって真の哲学への真の愛が注ぎ込まれない限り、国家も国制も、そして同様に個人も、決して完全なものにはなり得ない、と。
τούτων δὲ πότερα γενέσθαι ἢ ἀμφότερα ὡς ἄρα ἐστὶν ἀδύνατον, ἐγὼ μὲν οὐδένα φημὶ ἔχειν λόγον.
これらのうちのどちらか、あるいは両方が実現することが不可能であるとするいかなる根拠も、私にはないと言わざるを得ない。
οὕτω γὰρ ἂν ἡμεῖς δικαίως καταγελῴμεθα, ὡς ἄλλως εὐχαῖς ὅμοια λέγοντες.
もし不可能であるなら、私たちは単に絵空事に似たことを語っているとして、当然のことながら嘲笑されることになるだろうからね。
ἢ οὐχ οὕτως;
そうではないかね?
οὕτως.
」「その通りです。
εἰ τοίνυν ἄκροις εἰς φιλοσοφίαν πόλεώς τις ἀνάγκη ἐπιμεληθῆναι ἢ γέγονεν ἐν τῷ ἀπείρῳ τῷ παρεληλυθότι χρόνῳ ἢ καὶ νῦν ἔστιν ἔν τινι βαρβαρικῷ τόπῳ, πόρρω που ἐκτὸς ὄντι τῆς ἡμετέρας ἐπόψεως, ἢ καὶ ἔπειτα γενήσεται, περὶ τούτου ἕτοιμοι τῷ λόγῳ διαμάχεσθαι, ὡς γέγονεν ἡ εἰρημένη πολιτεία καὶ ἔστιν καὶ γενήσεταί γε, ὅταν αὕτη ἡ Μοῦσα πόλεως ἐγκρατὴς γένηται.
」「それゆえ、哲学において極致に達した者たちが国家の世話をするという何らかの必然性が、過ぎ去った無限の時間の中で生じたことがあるか、あるいは現在、私たちの視野から遠く離れたどこか異邦の地にあるか、あるいは将来そうなるのだとしたら、私たちは議論において次のことを主張する用意がある。 すなわち、私たちが述べたこの国制は、このミューズが国家を支配するときには、すでに実現したことがあり、現在もあり、また将来必ず実現するだろう、ということだ。
οὐ γὰρ ἀδύνατος γενέσθαι, οὐδʼ ἡμεῖς ἀδύνατα λέγομεν·
なぜなら、それは不可能なことではないし、私たちは不可能なことを語っているのではないからだ。
χαλεπὰ δὲ καὶ παρʼ ἡμῶν ὁμολογεῖται.
ただし、それが困難なことであるのは、私たち自身も認めるところだがね。
καὶ ἐμοί, ἔφη, οὕτω δοκεῖ.
」「私にもそのように思われます」と彼は言った。
τοῖς δὲ πολλοῖς, ἦν δʼ ἐγώ, ὅτι οὐκ αὖ δοκεῖ, ἐρεῖς;
「しかし、大衆にはそのようには思われないだろう、と君は言うかね? 」と私は言った。
ἴσως, ἔφη.
「おそらく」と彼は言った。
ὦ μακάριε, ἦν δʼ ἐγώ, μὴ πάνυ οὕτω τῶν πολλῶν κατηγόρει.
「幸いなる友よ、」と私は言った。 「大衆をそのように頭から非難してはいけない。
ἀλλοίαν τοι δόξαν ἕξουσιν, ἐὰν αὐτοῖς μὴ φιλονικῶν ἀλλὰ παραμυθούμενος καὶ ἀπολυόμενος τὴν τῆς φιλομαθείας διαβολὴν ἐνδεικνύῃ οὓς λέγεις τοὺς φιλοσόφους, καὶ διορίζῃ ὥσπερ ἄρτι τήν τε φύσιν αὐτῶν καὶ τὴν ἐπιτήδευσιν, ἵνα μὴ ἡγῶνταί σε λέγειν οὓς αὐτοὶ οἴονται.
彼らもきっと考えを変えるはずだ。 もし君が彼らと論争するのではなく、彼らをなだめ、知を愛することに対する反感を解きながら、君の言う哲学者とは誰であるかを示し、先ほどのように彼らの天性と営みを定義してあげるならばね。 そうすれば、彼らはあなたが、彼らが思い込んでいるような者たちについて語っているのではない、と理解するようになるだろう。 」