§6.496οὐ πάνυ, ἔφη, διαφέρει.
「まったく違いはありません」と彼は言った。
ποῖʼ ἄττα οὖν εἰκὸς γεννᾶν τοὺς τοιούτους;
「では、そのような者たちが作り出すのは、どのようなものになるのが自然かね?
οὐ νόθα καὶ φαῦλα;
雑種で取るに足らないものではないかね?
πολλὴ ἀνάγκη.
」「大いなる必然があります(まったくその通りです)。
τί δέ; τοὺς ἀναξίους παιδεύσεως, ὅταν αὐτῇ πλησιάζοντες ὁμιλῶσι μὴ κατʼ ἀξίαν, ποῖʼ ἄττα φῶμεν γεννᾶν διανοήματά τε καὶ δόξας;
」「それでは、教育を受けるに値しない者たちが、哲学に近づいて、分不相応にこれと交わるとき、どのような思考や意見を彼らが産み出すと言えばよいかね?
ἆρʼ οὐχ ὡς ἀληθῶς προσήκοντα ἀκοῦσαι σοφίσματα, καὶ οὐδὲν γνήσιον οὐδὲ φρονήσεως ἀληθινῆς ἐχόμενον;
まさに『ソフィストのまやかし』と呼ばれるにふさわしい、本物とは程遠く、真の思慮を少しも備えていないようなものではないかね?
παντελῶς μὲν οὖν, ἔφη.
」「完全にその通りです」と彼は言った。
πάνσμικρον δή τι, ἔφην ἐγώ, ὦ Ἀδείμαντε, λείπεται τῶν κατʼ ἀξίαν ὁμιλούντων φιλοσοφίᾳ, ἤ που ὑπὸ φυγῆς καταληφθὲν γενναῖον καὶ εὖ τεθραμμένον ἦθος, ἀπορίᾳ τῶν διαφθερούντων κατὰ φύσιν μεῖναν ἐπʼ αὐτῇ, ἢ ἐν σμικρᾷ πόλει ὅταν μεγάλη ψυχὴ φυῇ καὶ ἀτιμάσασα τὰ τῆς πόλεως ὑπερίδῃ· βραχὺ δέ πού τι καὶ ἀπʼ ἄλλης τέχνης δικαίως ἀτιμάσαν εὐφυὲς ἐπʼ αὐτὴν ἂν ἔλθοι.
「それなら、アデイマントスよ、」と私は言った。 「ふさわしい仕方で哲学と交わる者たちのうちに残されているのは、きわめてわずかな部分にすぎない。 おそらく、追放されたことによって引き留められ、その気高く優れた教育を受けた人柄が、誘惑して破滅させる者たちがいないために、その生まれつきの性質に従って哲学にとどまった者や、あるいは、小さな都市で偉大な魂が生まれ、その都市の営みを侮って見下す者や、あるいは、おそらく他の技術から、それを当然のこととして軽蔑した優れた天性の持ち主が、ごく少数ながら哲学へとやって来ることもあるだろう。
εἴη δʼ ἂν καὶ ὁ τοῦ ἡμετέρου ἑταίρου Θεάγους χαλινὸς οἷος κατασχεῖν·
また、私たちの友であるテアゲスの手綱のようなものも、彼を引き留める力があるかもしれない。
καὶ γὰρ Θεάγει τὰ μὲν ἄλλα πάντα παρεσκεύασται πρὸς τὸ ἐκπεσεῖν φιλοσοφίας, ἡ δὲ τοῦ σώματος νοσοτροφία ἀπείργουσα αὐτὸν τῶν πολιτικῶν κατέχει.
というのも、テアゲスにおいては、他のあらゆる条件は彼が哲学から脱落するように整えられていたのだが、肉体の病弱さが彼を政治的活動から遠ざけ、引き留めているからだ。
τὸ δʼ ἡμέτερον οὐκ ἄξιον λέγειν, τὸ δαιμόνιον σημεῖον·
そして、私自身のケース、すなわち『ダイモニオンの合図(超自然的な合図)』については言うに値しない。
ἢ γάρ πού τινι ἄλλῳ ἢ οὐδενὶ τῶν ἔμπροσθεν γέγονεν.
なぜなら、これまで他の誰か一人は別として、おそらく誰にも起こらなかったことだからだ。
καὶ τούτων δὴ τῶν ὀλίγων οἱ γενόμενοι καὶ γευσάμενοι ὡς ἡδὺ καὶ μακάριον τὸ κτῆμα, καὶ τῶν πολλῶν αὖ ἱκανῶς ἰδόντες τὴν μανίαν, καὶ ὅτι οὐδεὶς οὐδὲν ὑγιὲς ὡς ἔπος εἰπεῖν περὶ τὰ τῶν πόλεων πράττει οὐδʼ ἔστι σύμμαχος μεθʼ ὅτου τις ἰὼν ἐπὶ τὴν τῷ δικαίῳ βοήθειαν σῴζοιτʼ ἄν, ἀλλʼ ὥσπερ εἰς θηρία ἄνθρωπος ἐμπεσών, οὔτε συναδικεῖν ἐθέλων οὔτε ἱκανὸς ὢν εἷς πᾶσιν ἀγρίοις ἀντέχειν, πρίν τι τὴν πόλιν ἢ φίλους ὀνῆσαι προαπολόμενος ἀνωφελὴς αὑτῷ τε καὶ τοῖς ἄλλοις ἂν γένοιτο—ταῦτα πάντα λογισμῷ λαβών, ἡσυχίαν ἔχων καὶ τὰ αὑτοῦ πράττων, οἷον ἐν χειμῶνι κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑπὸ τειχίον ἀποστάς, ὁρῶν τοὺς ἄλλους καταπιμπλαμένους ἀνομίας, ἀγαπᾷ εἴ πῃ αὐτὸς καθαρὸς ἀδικίας τε καὶ ἀνοσίων ἔργων τόν τε ἐνθάδε βίον βιώσεται καὶ τὴν ἀπαλλαγὴν αὐτοῦ μετὰ καλῆς ἐλπίδος ἵλεώς τε καὶ εὐμενὴς ἀπαλλάξεται.
さて、これらの少数者に属することになり、この所有がいかに甘美で幸福なものであるかを味わい、さらに一方で、大衆の狂気を十分に目の当たりにした人々は、国家の諸事において健全なことを行っている者は言葉通り一人もおらず、正義を助けるために共に立ち向かい、我が身を安全に保ち得るような同盟者も存在しないこと、むしろ、猛獣の群れの中に投げ込まれた人間のようであり、共に悪をなすことは望まず、かといって自分一人の力で荒れ狂う獣たち全員に立ち向かうこともできず、国家や友人に何ら役立つ前に先立って滅び、自分自身にとっても他人にとっても無益な存在になってしまうであろうこと――これらすべてを熟慮した上で、静穏を保ち、自分のなすべきことを行い、たとえば嵐の日に風によって塵やしぶきが運ばれてくるときに、壁の陰に退いて身を避けるように、他の者たちが無法に満たされているのを見て、もし自分自身が少しでも不義や不敬な行いから免れて清らかであり、この世の生を生き抜いて、麗しい希望を抱き、心穏やかで慈しみ深くこの世から去ることができるなら、それで満足するのだ。
§6.497ἀλλά τοι, ἦ δʼ ὅς, οὐ τὰ ἐλάχιστα ἂν διαπραξάμενος ἀπαλλάττοιτο.
」「しかしながら、」と彼は言った。 「彼は決して最小の(取るに足らない)ことを成し遂げて去るわけではありません。
οὐδέ γε, εἶπον, τὰ μέγιστα, μὴ τυχὼν πολιτείας προσηκούσης·
」「そしてまた、」と私は言った。 「ふさわしい国制に出会わなければ、最大のことを成し遂げることもないのだ。
ἐν γὰρ προσηκούσῃ αὐτός τε μᾶλλον αὐξήσεται καὶ μετὰ τῶν ἰδίων τὰ κοινὰ σώσει.
というのも、ふさわしい国制の下においてこそ、彼自身がより大きく成長し、私的な事柄だけでなく公的な事柄をも救うことになるからだ。
τὸ μὲν οὖν τῆς φιλοσοφίας ὧν ἕνεκα διαβολὴν εἴληφεν καὶ ὅτι οὐ δικαίως, ἐμοὶ μὲν δοκεῖ μετρίως εἰρῆσθαι, εἰ μὴ ἔτʼ ἄλλο λέγεις τι σύ.
さて、哲学がなぜ非難を浴びるようになったのか、そしてその非難が不当であることについては、もし君が他に何か言いたいことがないなら、十分に語られたと私は思う。
ἀλλʼ οὐδέν, ἦ δʼ ὅς, ἔτι λέγω περὶ τούτου·
」「いいえ、」と彼は言った。 「これについてはもう何も言うことはありません。
ἀλλὰ τὴν προσήκουσαν αὐτῇ τίνα τῶν νῦν λέγεις πολιτειῶν;
しかし、現在の国制のうち、どれが哲学にふさわしいと君は言うのかね?
οὐδʼ ἡντινοῦν, εἶπον, ἀλλὰ τοῦτο καὶ ἐπαιτιῶμαι, μηδεμίαν ἀξίαν εἶναι τῶν νῦν κατάστασιν πόλεως φιλοσόφου φύσεως·
」「ただの一つもそうだとは言えない、」と私は言った。 「むしろ、私が不満(告発)としているのはまさにその点であり、現在の国家の体制のどれ一つとして、哲学的な天性に値するものはないのだ。
διὸ καὶ στρέφεσθαί τε καὶ ἀλλοιοῦσθαι αὐτήν, ὥσπερ ξενικὸν σπέρμα ἐν γῇ ἄλλῃ σπειρόμενον ἐξίτηλον εἰς τὸ ἐπιχώριον φιλεῖ κρατούμενον ἰέναι, οὕτω καὶ τοῦτο τὸ γένος νῦν μὲν οὐκ ἴσχειν τὴν αὑτοῦ δύναμιν, ἀλλʼ εἰς ἀλλότριον ἦθος ἐκπίπτειν·
それゆえにこそ、その天性もねじ曲げられ、変質してしまうのだ。 まるで異国の種が異なる土地に蒔かれたとき、その土地のものに圧倒されて消失し、在来の品種へと変わり果ててしまうように。 そのように、この種も、現在は自分自身の力を維持できず、異質な気風へと転落してしまっている。
εἰ δὲ λήψεται τὴν ἀρίστην πολιτείαν, ὥσπερ καὶ αὐτὸ ἄριστόν ἐστιν, τότε δηλώσει ὅτι τοῦτο μὲν τῷ ὄντι θεῖον ἦν, τὰ δὲ ἄλλα ἀνθρώπινα, τά τε τῶν φύσεων καὶ τῶν ἐπιτηδευμάτων.
しかし、もしこれがそれ自体最善であるように、最善の国制を獲得するならば、そのときこそ、これが本当に神的なものであり、他のもの(すなわち他の天性や営み)は人間的なものにすぎなかったことが明らかになるだろう。
δῆλος δὴ οὖν εἶ ὅτι μετὰ τοῦτο ἐρήσῃ τίς αὕτη ἡ πολιτεία.
それゆえ、君がこの次に『では、その国制とは何であるか』と尋ねようとしているのは明らかだね。
οὐκ ἔγνως, ἔφη·
」「見抜かれてしまいましたね」と彼は言った。
οὐ γὰρ τοῦτο ἔμελλον, ἀλλʼ εἰ αὑτὴ ἣν ἡμεῖς διεληλύθαμεν οἰκίζοντες τὴν πόλιν ἢ ἄλλη.
「いや、私が尋ねようとしたのはそれではなく、私たちが国家を建設しながら詳細に議論してきたまさにその国制なのか、それとも別の国制なのか、ということです。
τὰ μὲν ἄλλα, ἦν δʼ ἐγώ, αὕτη·
」「他の点については、」と私は言った。 「まさにこの国制だ。
τοῦτο δὲ αὐτὸ ἐρρήθη μὲν καὶ τότε, ὅτι δεήσοι τι ἀεὶ ἐνεῖναι ἐν τῇ πόλει λόγον ἔχον τῆς πολιτείας τὸν αὐτὸν ὅνπερ καὶ σὺ ὁ νομοθέτης ἔχων τοὺς νόμους ἐτίθεις.
しかし、これ自体についてはあの時にも述べられていたのだ。 すなわち、国家の内に、国制の根拠(道理)を常に保持する何ものかが必要であり、それは立法者である君が、その根拠を保ちながら諸法律を制定したときと同じ根拠である、と。
ἐρρήθη γάρ, ἔφη.
」「ええ、確かにそのように述べられました」と彼は言った。
ἀλλʼ οὐχ ἱκανῶς, εἶπον, ἐδηλώθη, φόβῳ ὧν ὑμεῖς ἀντιλαμβανόμενοι δεδηλώκατε μακρὰν καὶ χαλεπὴν αὐτοῦ τὴν ἀπόδειξιν·
「しかし、」と私は言った。 「十分に明らかにされてはいなかった。 君たちが反対意見を述べて議論に割り込んできたこと、そしてそれが長く困難な証明であることを君たちが示したため、恐れてのことであった。
ἐπεὶ καὶ τὸ λοιπὸν οὐ πάντων ῥᾷστον διελθεῖν.
というのも、残された部分を説明するのも決して誰にとっても容易なことではないからだ。
τὸ ποῖον;
」「それはどういうことかね?
τίνα τρόπον μεταχειριζομένη πόλις φιλοσοφίαν οὐ διολεῖται.
」「国家がいかなる方法で哲学を取り扱えば、破滅を免れることができるか、ということだ。
τὰ γὰρ δὴ μεγάλα πάντα ἐπισφαλῆ, καὶ τὸ λεγόμενον τὰ καλὰ τῷ ὄντι χαλεπά.
なぜなら、すべての偉大な企ては危険を伴うものであり、諺に言う通り『美しいものは実に困難』だからだ。
ἀλλʼ ὅμως, ἔφη, λαβέτω τέλος ἡ ἀπόδειξις τούτου φανεροῦ γενομένου.
「しかしながら、」と彼は言った。 「このことが明らかになることで、その証明が終わりを迎えられるようにしてください。
οὐ τὸ μὴ βούλεσθαι, ἦν δʼ ἐγώ, ἀλλʼ εἴπερ, τὸ μὴ δύνασθαι διακωλύσει·
」「私に意志がないことではなく、もし妨げになるものがあるならば、それは能力の限界だけだろう、」と私は言った。
παρὼν δὲ τήν γʼ ἐμὴν προθυμίαν εἴσῃ.
「その場にいて、私の熱意(やる気)を直に見届けてほしい。
σκόπει δὲ καὶ νῦν ὡς προθύμως καὶ παρακινδυνευτικῶς μέλλω λέγειν, ὅτι τοὐναντίον ἢ νῦν δεῖ τοῦ ἐπιτηδεύματος τούτου πόλιν ἅπτεσθαι.
では、私がどれほど熱心に、また危険を冒して、国家は現在とは正反対のやり方でこの営みに携わるべきである、と語ろうとしているかを今すぐ見てほしい。
πῶς;
」「どのようにですか? 」