§6.500ἢ οἴει τινὰ χαλεπαίνειν τῷ μὴ χαλεπῷ ἢ φθονεῖν τῷ μὴ φθονερῷ ἄφθονόν τε καὶ πρᾷον ὄντα;
「あるいは、怒りっぽくない人に対して誰かが腹を立てたり、嫉妬深くない人に対して誰かが嫉妬したりすることがあると思うかね、自らが嫉妬を知らず、穏やかな人間である場合に?
ἐγὼ μὲν γάρ σε προφθάσας λέγω ὅτι ἐν ὀλίγοις τισὶν ἡγοῦμαι, ἀλλʼ οὐκ ἐν τῷ πλήθει, χαλεπὴν οὕτω φύσιν γίγνεσθαι.
私の方は、君に先んじて、そのような気性の荒い人間は一部の少数の人々の間には生まれても、大衆の間には生まれないと考えている、と言っておこう。
καὶ ἐγὼ ἀμέλει, ἔφη, συνοίομαι.
」「私も、全くその通りだと思います」と彼は言った。
οὐκοῦν καὶ αὐτὸ τοῦτο συνοίει, τοῦ χαλεπῶς πρὸς φιλοσοφίαν τοὺς πολλοὺς διακεῖσθαι ἐκείνους αἰτίους εἶναι τοὺς ἔξωθεν οὐ προσῆκον ἐπεισκεκωμακότας, λοιδορουμένους τε αὑτοῖς καὶ φιλαπεχθημόνως ἔχοντας καὶ ἀεὶ περὶ ἀνθρώπων τοὺς λόγους ποιουμένους, ἥκιστα φιλοσοφίᾳ πρέπον ποιοῦντας;
「では、このこと自体にも同意するかね。 すなわち、大衆が哲学に対して悪感情を抱いているのは、外部から場違いに乱入してきたあの者たちが原因である、と。 彼らは互いを罵り合い、敵意に満ち、常に人間に関する議論ばかりをして、最も哲学にふさわしくない振る舞いをしているのだから。
πολύ γʼ, ἔφη.
」「非常にそうですね」と彼は言った。
οὐδὲ γάρ που, ὦ Ἀδείμαντε, σχολὴ τῷ γε ὡς ἀληθῶς πρὸς τοῖς οὖσι τὴν διάνοιαν ἔχοντι κάτω βλέπειν εἰς ἀνθρώπων πραγματείας, καὶ μαχόμενον αὐτοῖς φθόνου τε καὶ δυσμενείας ἐμπίμπλασθαι, ἀλλʼ εἰς τεταγμένα ἄττα καὶ κατὰ ταὐτὰ ἀεὶ ἔχοντα ὁρῶντας καὶ θεωμένους οὔτʼ ἀδικοῦντα οὔτʼ ἀδικούμενα ὑπʼ ἀλλήλων, κόσμῳ δὲ πάντα καὶ κατὰ λόγον ἔχοντα, ταῦτα μιμεῖσθαί τε καὶ ὅτι μάλιστα ἀφομοιοῦσθαι.
「というのも、アデイマントスよ、真に実在するものへと精神を向けている者には、人間の雑事に目を下ろし、彼らと戦って嫉妬や敵意に満たされる暇など、およそないからだ。 むしろ、常に秩序正しく、同一の状態を保ち、互いに不正を行うことも不正を被ることもなく、すべてが秩序と理性に従って保たれているある種のものを見つめ、観照しながら、これらを模倣し、できる限りこれらに自らを似せようとするのだ。
ἢ οἴει τινὰ μηχανὴν εἶναι, ὅτῳ τις ὁμιλεῖ ἀγάμενος, μὴ μιμεῖσθαι ἐκεῖνο;
あるいは、感嘆しながら交わっている対象を、模倣しないでおく手立てなど、誰かにあると思うかね?
ἀδύνατον, ἔφη.
」「あり得ません」と彼は言った。
θείῳ δὴ καὶ κοσμίῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται·
「それゆえ、神的なものや秩序あるものと交わることによって、哲学者もまた、人間に可能な範囲で秩序正しく、神的な存在になるのだ。
διαβολὴ δʼ ἐν πᾶσι πολλή.
だが、あらゆるところで誹謗が満ちているがね。
παντάπασι μὲν οὖν.
」「まったくその通りです。
ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται ἃ ἐκεῖ ὁρᾷ μελετῆσαι εἰς ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι καὶ μὴ μόνον ἑαυτὸν πλάττειν, ἆρα κακὸν δημιουργὸν αὐτὸν οἴει γενήσεσθαι σωφροσύνης τε καὶ δικαιοσύνης καὶ συμπάσης τῆς δημοτικῆς ἀρετῆς;
」「それなら、」と私は言った。 「もし彼に対して、そこ(実在の領域)で目にするものを、私的な生活においても公的な生活においても人間の性格のなかに落とし込むよう配慮し、自分自身を形作るだけでなく、それを実践すべき何らかの必然性が生じたとしたら、彼が節制や正義、そして大衆的な徳全般の粗悪な製作者になると君は思うかね?
ἥκιστά γε, ἦ δʼ ὅς.
」「決して思いません」と彼は言った。
ἀλλʼ ἐὰν δὴ αἴσθωνται οἱ πολλοὶ ὅτι ἀληθῆ περὶ αὐτοῦ λέγομεν, χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις καὶ ἀπιστήσουσιν ἡμῖν λέγουσιν ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι ζωγράφοι;
「しかし、もし大衆が、私たちが彼について語っていることが真実であると悟るなら、神的な原型を用いるあの画家たちが国家を描き出さない限り、国家が決して幸福になり得ない、と私たちが語るのを聴いて、それでも哲学者たちに怒りをぶつけ、私たちを信じようとしないだろうか?
οὐ χαλεπανοῦσιν, ἦ δʼ ὅς, ἐάνπερ αἴσθωνται.
」「悟るならば、怒ることはないでしょう」と彼は言った。
§6.501ἀλλὰ δὴ τίνα λέγεις τρόπον τῆς διαγραφῆς;
「しかし、君の言うその描き出す方法とは、どのようなものかね?
λαβόντες, ἦν δʼ ἐγώ, ὥσπερ πίνακα πόλιν τε καὶ ἤθη ἀνθρώπων, πρῶτον μὲν καθαρὰν ποιήσειαν ἄν, ὃ οὐ πάνυ ῥᾴδιον·
」「彼らが国家と人間の性格を画板のように受け取り、」と私は言った。 「まずそれを白く清めるのだ。 これは全く容易なことではない。
ἀλλʼ οὖν οἶσθʼ ὅτι τούτῳ ἂν εὐθὺς τῶν ἄλλων διενέγκοιεν, τῷ μήτε ἰδιώτου μήτε πόλεως ἐθελῆσαι ἂν ἅψασθαι μηδὲ γράφειν νόμους, πρὶν ἢ παραλαβεῖν καθαρὰν ἢ αὐτοὶ ποιῆσαι.
しかしともあれ、彼らが他の人々といきなり異なるのは次の点においてであると、君は知っている。 すなわち、彼らは清らかな画板を受け取るか、あるいは自分たちでそのようにしない限り、個人にも国家にも手を触れようとはせず、法律を描こうともしないだろうという点だ。
καὶ ὀρθῶς γʼ, ἔφη.
」「正論ですね」と彼は言った。
οὐκοῦν μετὰ ταῦτα οἴει ὑπογράψασθαι ἂν τὸ σχῆμα τῆς πολιτείας;
「では、この後に彼らは国制の骨組みを素描すると思うかね?
τί μήν;
」「もちろんです。
ἔπειτα οἶμαι ἀπεργαζόμενοι πυκνὰ ἂν ἑκατέρωσʼ ἀποβλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα, καὶ πρὸς ἐκεῖνʼ αὖ τὸ ἐν τοῖς ἀνθρώποις ἐμποιοῖεν, συμμειγνύντες τε καὶ κεραννύντες ἐκ τῶν ἐπιτηδευμάτων τὸ ἀνδρείκελον, ἀπʼ ἐκείνου τεκμαιρόμενοι, ὃ δὴ καὶ Ὅμηρος ἐκάλεσεν ἐν τοῖς ἀνθρώποις ἐγγιγνόμενον θεοειδές τε καὶ θεοείκελον.
」「そののち、彼らは仕上げを行うにあたって、何度も両方の方向へと目を向けるのだと思う。 すなわち、一方では本性における正義、美、節制、およびこれらに類するすべてのものへと目を向け、他方では、彼らが人間のなかに作り出そうとするものへと目を向け、諸々の営みから人間らしさを混和し調合しながら、ホメロスが人間のなかに宿る『神に似たるもの』『神のごときもの』と呼んだ、あのものから推し量りつつ、描き出すのだ。
ὀρθῶς, ἔφη.
」「正しいです」と彼は言った。
καὶ τὸ μὲν ἂν οἶμαι ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν, ἕως ὅτι μάλιστα ἀνθρώπεια ἤθη εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειαν.
「そして、ある部分は消し、ある部分は再び描き入れ、人間の性格をできる限り、神に愛されるものへと仕上げていくのだと思う。
καλλίστη γοῦν ἄν, ἔφη, ἡ γραφὴ γένοιτο.
」「少なくとも、極めて美しい絵ができあがるでしょうね」と彼は言った。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, πείθομέν πῃ ἐκείνους, οὓς διατεταμένους ἐφʼ ἡμᾶς ἔφησθα ἰέναι, ὡς τοιοῦτός ἐστι πολιτειῶν ζωγράφος ὃν τότʼ ἐπῃνοῦμεν πρὸς αὐτούς, διʼ ὃν ἐκεῖνοι ἐχαλέπαινον ὅτι τὰς πόλεις αὐτῷ παρεδίδομεν, καί τι μᾶλλον αὐτὸ νῦν ἀκούοντες πραΰνονται;
「それなら、」と私は言った。 「私たちがかつて大衆に対して彼(画家)を称賛し、その者のために、私たちが国家を彼に委ねようとしているとして彼らが怒っていたあの国制の画家に、彼らがまさにそのような者であることを、身構えて私たちに向かってきていたと君が言ったあの人々に対して、何とか納得させられただろうか? そして、今それを聞いて、彼らはいくらか穏やかになっただろうか?
καὶ πολύ γε, ἦ δʼ ὅς, εἰ σωφρονοῦσιν.
」「十分に穏やかになりました」と彼は言った。
πῇ γὰρ δὴ ἕξουσιν ἀμφισβητῆσαι;
「もし彼らが理性を保っているならね。 」「なぜなら、彼らがいったいどこで異議を唱えることができるだろうか?
πότερον μὴ τοῦ ὄντος τε καὶ ἀληθείας ἐραστὰς εἶναι τοὺς φιλοσόφους;
哲学者たちが実在と真理の愛好者ではない、と言うだろうか?
ἄτοπον μεντἄν, ἔφη, εἴη.
」「そんなことを言えば、奇妙極まりないでしょうね」と彼は言った。
ἀλλὰ μὴ τὴν φύσιν αὐτῶν οἰκείαν εἶναι τοῦ ἀρίστου, ἣν ἡμεῖς διήλθομεν;
「あるいは、私たちが詳細に述べた彼らの天性が、最善のものと親和的ではない、と言うだろうか?
οὐδὲ τοῦτο.
」「それもありません。
τί δέ;
」「では、何だろうか?
τὴν τοιαύτην τυχοῦσαν τῶν προσηκόντων ἐπιτηδευμάτων οὐκ ἀγαθὴν τελέως ἔσεσθαι καὶ φιλόσοφον, εἴπερ τινὰ ἄλλην;
そのような天性がふさわしい営みを得たとき、他のどんなものよりも完全に善く、哲学的になるとは言えない、とでも?
ἢ ἐκείνους φήσει μᾶλλον, οὓς ἡμεῖς ἀφωρίσαμεν;
それとも、私たちが除外したあの者たちの方こそがそうだ、と彼らは言うだろうか?
οὐ δήπου.
」「まさか、そんなことはありません。
ἔτι οὖν ἀγριανοῦσι λεγόντων ἡμῶν ὅτι πρὶν ἂν πόλεως τὸ φιλόσοφον γένος ἐγκρατὲς γένηται, οὔτε πόλει οὔτε πολίταις κακῶν παῦλα ἔσται, οὐδὲ ἡ πολιτεία ἣν μυθολογοῦμεν λόγῳ ἔργῳ τέλος λήψεται;
」「それでは、私たちが『哲学者の部類が国家を支配するようになるまでは、国家にとっても市民にとっても災厄の終わりはなく、私たちが言葉によって語っているあの国制が現実のものとして完成を見ることもない』と語るとき、彼らはまだ激しているだろうか?
ἴσως, ἔφη, ἧττον.
」「おそらく、より少なくなっているでしょう」と彼は言った。 」, block_name: