Humanitext Reader

プラトン · 国家 §6.488-6.489

国家の船の比喩と哲学者が無用とされる理由

86 / 153 箇所 · ギリシア語

要旨

ソクラテスは「国家の船」の比喩(船医や船主、船員たちの争い)を用いて、航海術の知識を持たない船員たちが操舵権を争い、真の操舵手(哲学者)を無用な星見として侮蔑する構図を示し、真の哲学者が国家で重んじられない理由を説明する。

§6.488εἶεν, εἶπον· σκώπτεις ἐμβεβληκώς με εἰς λόγον οὕτω δυσαπόδεικτον; ἄκουε δʼ οὖν τῆς εἰκόνος, ἵνʼ ἔτι μᾶλλον ἴδῃς ὡς γλίσχρως εἰκάζω. οὕτω γὰρ χαλεπὸν τὸ πάθος τῶν ἐπιεικεστάτων, ὃ πρὸς τὰς πόλεις πεπόνθασιν, ὥστε οὐδʼ ἔστιν ἓν οὐδὲν ἄλλο τοιοῦτον πεπονθός, ἀλλὰ δεῖ ἐκ πολλῶν αὐτὸ συναγαγεῖν εἰκάζοντα καὶ ἀπολογούμενον ὑπὲρ αὐτῶν, οἷον οἱ γραφῆς τραγελάφους καὶ τὰ τοιαῦτα μειγνύντες γράφουσιν. νόησον γὰρ τοιουτονὶ γενόμενον εἴτε πολλῶν νεῶν πέρι εἴτε μιᾶς· ναύκληρον μεγέθει μὲν καὶ ῥώμῃ ὑπὲρ τοὺς ἐν τῇ νηὶ πάντας, ὑπόκωφον δὲ καὶ ὁρῶντα ὡσαύτως βραχύ τι καὶ γιγνώσκοντα περὶ ναυτικῶν ἕτερα τοιαῦτα, τοὺς δὲ ναύτας στασιάζοντας πρὸς ἀλλήλους περὶ τῆς κυβερνήσεως, ἕκαστον οἰόμενον δεῖν κυβερνᾶν, μήτε μαθόντα πώποτε τὴν τέχνην μέτε ἔχοντα ἀποδεῖξαι διδάσκαλον ἑαυτοῦ μηδὲ χρόνον ἐν ᾧ ἐμάνθανεν, πρὸς δὲ τούτοις φάσκοντας μηδὲ διδακτὸν εἶναι, ἀλλὰ καὶ τὸν λέγοντα ὡς διδακτὸν ἑτοίμους κατατέμνειν, αὐτοὺς δὲ αὐτῷ ἀεὶ τῷ ναυκλήρῳ περικεχύσθαι δεομένους καὶ πάντα ποιοῦντας ὅπως ἂν σφίσι τὸ πηδάλιον ἐπιτρέψῃ, ἐνίοτε δʼ ἂν μὴ πείθωσιν ἀλλὰ ἄλλοι μᾶλλον, τοὺς μὲν ἄλλους ἢ ἀποκτεινύντας ἢ ἐκβάλλοντας ἐκ τῆς νεώς, τὸν δὲ γενναῖον ναύκληρον μανδραγόρᾳ ἢ μέθῃ ἤ τινι ἄλλῳ συμποδίσαντας τῆς νεὼς ἄρχειν χρωμένους τοῖς ἐνοῦσι, καὶ πίνοντάς τε καὶ εὐωχουμένους πλεῖν ὡς τὸ εἰκὸς τοὺς τοιούτους, πρὸς δὲ τούτοις ἐπαινοῦντας ναυτικὸν μὲν καλοῦντας καὶ κυβερνητικὸν καὶ ἐπιστάμενον τὰ κατὰ ναῦν, ὃς ἂν συλλαμβάνειν δεινὸς ᾖ ὅπως ἄρξουσιν ἢ πείθοντες ἢ βιαζόμενοι τὸν ναύκληρον, τὸν δὲ μὴ τοιοῦτον ψέγοντας ὡς ἄχρηστον, τοῦ δὲ ἀληθινοῦ κυβερνήτου πέρι μηδʼ ἐπαΐοντες, ὅτι ἀνάγκη αὐτῷ τὴν ἐπιμέλειαν ποιεῖσθαι ἐνιαυτοῦ καὶ ὡρῶν καὶ οὐρανοῦ καὶ ἄστρων καὶ πνευμάτων καὶ πάντων τῶν τῇ τέχνῃ προσηκόντων, εἰ μέλλει τῷ ὄντι νεὼς ἀρχικὸς ἔσεσθαι, ὅπως δὲ κυβερνήσει ἐάντε τινες βούλωνται ἐάντε μή, μήτε τέχνην τούτου μήτε μελέτην οἰόμενοι δυνατὸν εἶναι λαβεῖν ἅμα καὶ τὴν κυβερνητικήν. §6.489τοιούτων δὴ περὶ τὰς ναῦς γιγνομένων τὸν ὡς ἀληθῶς κυβερνητικὸν οὐχ ἡγῇ ἂν τῷ ὄντι μετεωροσκόπον τε καὶ ἀδολέσχην καὶ ἄχρηστόν σφισι καλεῖσθαι ὑπὸ τῶν ἐν ταῖς οὕτω κατεσκευασμέναις ναυσὶ πλωτήρων; καὶ μάλα, ἔφη ὁ Ἀδείμαντος. οὐ δή, ἦν δʼ ἐγώ, οἶμαι δεῖσθαί σε ἐξεταζομένην τὴν εἰκόνα ἰδεῖν, ὅτι ταῖς πόλεσι πρὸς τοὺς ἀληθινοὺς φιλοσόφους τὴν διάθεσιν ἔοικεν, ἀλλὰ μανθάνειν ὃ λέγω. καὶ μάλʼ, ἔφη. πρῶτον μὲν τοίνυν ἐκεῖνον τὸν θαυμάζοντα ὅτι οἱ φιλόσοφοι οὐ τιμῶνται ἐν ταῖς πόλεσι δίδασκέ τε τὴν εἰκόνα καὶ πειρῶ πείθειν ὅτι πολὺ ἂν θαυμαστότερον ἦν εἰ ἐτιμῶντο. ἀλλὰ διδάξω, ἔφη. καὶ ὅτι τοίνυν τἀληθῆ λέγεις, ὡς ἄχρηστοι τοῖς πολλοῖς οἱ ἐπιεικέστατοι τῶν ἐν φιλοσοφίᾳ· τῆς μέντοι ἀχρηστίας τοὺς μὴ χρωμένους κέλευε αἰτιᾶσθαι, ἀλλὰ μὴ τοὺς ἐπιεικεῖς. οὐ γὰρ ἔχει φύσιν κυβερνήτην ναυτῶν δεῖσθαι ἄρχεσθαι ὑφʼ αὑτοῦ οὐδὲ τοὺς σοφοὺς ἐπὶ τὰς τῶν πλουσίων θύρας ἰέναι, ἀλλʼ ὁ τοῦτο κομψευσάμενος ἐψεύσατο, τὸ δὲ ἀληθὲς πέφυκεν, ἐάντε πλούσιος ἐάντε πένης κάμνῃ, ἀναγκαῖον εἶναι ἐπὶ ἰατρῶν θύρας ἰέναι καὶ πάντα τὸν ἄρχεσθαι δεόμενον ἐπὶ τὰς τοῦ ἄρχειν δυναμένου, οὐ τὸν ἄρχοντα δεῖσθαι τῶν ἀρχομένων ἄρχεσθαι, οὗ ἂν τῇ ἀληθείᾳ τι ὄφελος ᾖ. ἀλλὰ τοὺς νῦν πολιτικοὺς ἄρχοντας ἀπεικάζων οἷς ἄρτι ἐλέγομεν ναύταις οὐχ ἁμαρτήσῃ, καὶ τοὺς ὑπὸ τούτων ἀχρήστους λεγομένους καὶ μετεωρολέσχας τοῖς ὡς ἀληθῶς κυβερνήταις. ὀρθότατα, ἔφη. ἔκ τε τοίνυν τούτων καὶ ἐν τούτοις οὐ ῥᾴδιον εὐδοκιμεῖν τὸ βέλτιστον ἐπιτήδευμα ὑπὸ τῶν τἀναντία ἐπιτηδευόντων· πολὺ δὲ μεγίστη καὶ ἰσχυροτάτη διαβολὴ γίγνεται φιλοσοφίᾳ διὰ τοὺς τὰ τοιαῦτα φάσκοντας ἐπιτηδεύειν, οὓς δὴ σὺ φῂς τὸν ἐγκαλοῦντα τῇ φιλοσοφίᾳ λέγειν ὡς παμπόνηροι οἱ πλεῖστοι τῶν ἰόντων ἐπʼ αὐτήν, οἱ δὲ ἐπιεικέστατοι ἄχρηστοι, καὶ ἐγὼ συνεχώρησα ἀληθῆ σε λέγειν. ἦ γάρ; ναί. οὐκοῦν τῆς μὲν τῶν ἐπιεικῶν ἀχρηστίας τὴν αἰτίαν διεληλύθαμεν; καὶ μάλα. τῆς δὲ τῶν πολλῶν πονηρίας τὴν ἀνάγκην βούλει τὸ μετὰ τοῦτο διέλθωμεν, καὶ ὅτι οὐδὲ τούτου φιλοσοφία αἰτία, ἂν δυνώμεθα, πειραθῶμεν δεῖξαι; πάνυ μὲν οὖν.
[] 「よろしい」と私は言った。「君は、私をこれほど証明しがたい議論に引きずり込んでおいて、からかっているのかね?ともかく、私のたとえ話を聞いてくれたまえ。そうすれば、私がどれほど苦心してたとえを作っているかが、さらによくわかるだろう。というのも、最も優れた人々が国家に対して被っている境遇は非常に過酷なもので、それと全く同じ境遇を被っているものは他に一つとして存在しないほどなのだ。だから、彼らのためにたとえを作り、彼らを弁護しようとする者は、画家たちが山羊鹿のようなものを混ぜ合わせて描くように、多くの素材をあちこちから集めてこなければならない。では、多くの船、あるいは一隻 of 船について、次のようなことが起こっていると想像してみてくれたまえ。船主は、体格と力においては船の中の誰よりも勝っているが、耳が少し遠く、視力も同様に弱く、航海術に関する知識も同じように限られている。船員たちは、操舵権をめぐって互いに争っており、各自が自分が舵を取るべきだと思っている。彼らはその技術を一度も学んだことがなく、自分の師が誰であるかも、学んだ時期がいつであったかも示すことができない。それどころか、彼らはその技術が教えられるものでさえないと主張し、それどころか、教えられるものだと言う者がいれば、いつでも八つ裂きにする準備ができている。そして彼ら自身は、常に船主の周りに群がり、舵を自分たちに任せてくれるよう哀求し、あらゆる手を尽くしている。時には、自分たちが説得できずに他の者たちが説得に成功すると、その他の者たちを殺すか船外に放り出してしまう。科学的根拠のないあの気高い船主をマンドラゴラや酒、あるいは他の何かで縛り上げて動けなくした上で、船を支配し、船内にあるものを消費し、酒を飲み、宴会を開き、そのような連中にふさわしいやり方で航海を続けるのだ。さらに彼らは、船主を説得するか、あるいは力ずくで従わせて、自分たちが支配権を握るのを手助けすることに長けた者を『航海士』『操舵手』『船の仕事に通じた者』と呼んで称賛し、そうでない者を『役立たず』として非難する。そして、真の操舵手については全く理解していない。すなわち、彼が本当に船を率いる資格を持つためには、一年の流れ、季節、天空、星、風、その他その技術に属するすべてのことに注意を払わなければならないということを知らないのだ。そして、どのように舵を取るかについては、人々が望もうと望むまいと、操舵術と同時に、この支配する技術を習得し実践することは不可能だと考えている。[] 船の周りでこのようなことが起こっているとすれば、真に操舵の資格を持つ者は、そのように装備された船の中の船員たちから、本当に『星を見る者』や『おしゃべり』、そして自分たちにとって『役立たずの廃人』と呼ばれることになると思わないかね?」「まったくそのとおりです」とアデイマントスは言った。「では」と私は言った。「国家の真の哲学者に対する態度がこれに似ていることを示すために、このたとえを細かく検討して見せる必要は君にはなく、私が言おうとしていることをすでに理解してくれていると思うが」「よくわかります」と彼は言った。「それではまず、哲学者たちが国家で重んじられないことを不思議に思っているあの男に、このたとえを教えてやり、もし彼らが重んじられるとしたら、その方がはるかに不思議なことなのだと説得するように努めてくれたまえ」「教えてやりましょう」と彼は言った。「そして、哲学に携わる者たちのうちで最も優れた人々が、大衆にとって役立たずであるという君の言葉が真実であることも、彼に教えてやるのだ。ただし、その役立たずさについては、彼らを用いない者たちを責めるべきであって、その優れた人々を責めるべきではないと言っておくのだ。なぜなら、操舵手が船員たちに自分に支配されてくれと頼むのは自然なことではないし、賢者が富人の門前に赴くのも自然なことではないからだ。そのような気の利いた冗談を言った者は嘘をついている。自然の真実はこうなのだ。富人であろうと貧人であろうと、病気になれば医者の門前に行かなければならないし、支配されることを必要とする者は誰でも、支配する能力のある者の門前に行かなければならない。支配者が本当に何らかの役に立つのであれば、被支配者たちに自分に支配されてくれと頼む必要はないのだ。しかし、現在の政治的支配者たちを、先ほど言った船員たちにたとえ、彼らによって『役立たず』とか『星を見るおしゃべり』と呼ばれている人々を真の操舵手たちにたとえるなら、君は決して間違わないだろう」「まったくそのとおりです」と彼は言った。「したがって、これらの理由から、またこのような状況の中では、最も優れた活動が、それと反対の活動をする者たちによって高く評価されることは容易ではないのだ。しかし、哲学に対して断然最も大きく強力な誹謗が生じるのは、そのような活動をしていると自称する者たちのせいなのだ。君が言うには、哲学を非難する者が『哲学に向かう者たちの大部分は極めて邪悪であり、最も優れた者たちでさえ役立たずだ』と言うのは、まさに彼らのことを指しているのだと。そして私も、君が真実を言っていると認めた。そうではないかね?」「そうです」「では、優れた人々の役立たずさの原因については、すでに論じ尽くしたね?」「まったくです」「それではその次に、大半の人々が邪悪になることの必然性について論じ、可能であれば、これもまた哲学の責任ではないことを示すよう努めてみようか?」「ぜひそうしましょう」

語釈・文法注

  1. 488bνόησον γὰρ τοιουτονὶ γενόμενον — 動詞 νόησον(命令法)の目的語として 対格の τοιουτονὶ γενόμενον が置かれ、それに続く形で ναύκληρον や τοὺς δὲ ναύτας などの対格名詞と、それらを修飾する分詞群(ὑπόκωφον, στασιάζοντας 等)が巨大な対格不定詞・分詞構文を形成している。これにより、船の混乱した状況が叙述的に一気呵成に描写される。
  2. 488eὅπως δὲ κυβερνήσει ... τὴν κυβερνητικήν — ὅπως δὲ κυβερνήσει(どのように彼が操舵するか)という間接疑問節は、直後の τούτου(これ)の内容を実質的に指している。船員たちは、人々が望もうが望むまいが「支配(操舵)を行う方法」の習得(τούτου)と、学問としての本来の「操舵術(τὴν κυβερνητικήν)」を同時に獲得することは不可能であると考えているという、彼らの誤った認識と心理を皮肉に表現している。
  3. 489bοὐ γὰρ ἔχει φύσιν — ἔχει φύσιν は「〜という自然な性質を持つ、本来〜であるべきだ」を意味する慣用表現で、ここでは非人称的に用いられており、後続の対格不定詞句(κυβερνήτην ... δεῖσθαι)が主語の役割を果たす。すなわち、「操舵手(κυβερνήτην)が(船員たちに支配されるよう)懇願すること(δεῖσθαι)は不自然である」という意味になる。

この箇所を引用する

プラトン, 国家 §6.488-6.489. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:6.488-6.489

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。