§5.473ἆρʼ οἷόν τέ τι πραχθῆναι ὡς λέγεται, ἢ φύσιν ἔχει πρᾶξιν λέξεως ἧττον ἀληθείας ἐφάπτεσθαι, κἂν εἰ μή τῳ δοκεῖ;
「言われている通りに何かが実行されることは可能なのだろうか。 それとも、たとえそうは思わない人がいるとしても、実行というものは言論よりも真理を捉えることが本性上少ないものなのだろうか。
ἀλλὰ σὺ πότερον ὁμολογεῖς οὕτως ἢ οὔ;
ところで、君はこれをその通りだと認めるかね、それとも認めないかね?
ὁμολογῶ, ἔφη.
」「認めます」と彼は言った。
τοῦτο μὲν δὴ μὴ ἀνάγκαζέ με, οἷα τῷ λόγῳ διήλθομεν, τοιαῦτα παντάπασι καὶ τῷ ἔργῳ δεῖν γιγνόμενα ἂν ἀποφαίνειν·
「それでは、私たちが言葉で論じた通りのことが、全く同じように実行においても実現されなければならないと示すよう、私に強いないでくれ。
ἀλλʼ, ἐὰν οἷοί τε γενώμεθα εὑρεῖν ὡς ἂν ἐγγύτατα τῶν εἰρημένων πόλις οἰκήσειεν, φάναι ἡμᾶς ἐξηυρηκέναι ὡς δυνατὰ ταῦτα γίγνεσθαι ἃ σὺ ἐπιτάττεις.
そうではなく、もし私たちが、語られたことに最も近く都市を治める方法を見出すことができるなら、君が命じている事柄が実現可能であることを見出したのだと、私たちが言うのを認めてほしい。
ἢ οὐκ ἀγαπήσεις τούτων τυγχάνων;
それとも、君はこれらを達成することで満足しないかね?
ἐγὼ μὲν γὰρ ἂν ἀγαπῴην. καὶ γὰρ ἐγώ, ἔφη.
私なら満足するが」「私もです」と彼は言った。
τὸ δὲ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, πειρώμεθα ζητεῖν τε καὶ ἀποδεικνύναι τί ποτε νῦν κακῶς ἐν ταῖς πόλεσι πράττεται διʼ ὃ οὐχ οὕτως οἰκοῦνται, καὶ τίνος ἂν σμικροτάτου μεταβαλόντος ἔλθοι εἰς τοῦτον τὸν τρόπον τῆς πολιτείας πόλις, μάλιστα μὲν ἑνός, εἰ δὲ μή, δυοῖν, εἰ δὲ μή, ὅτι ὀλιγίστων τὸν ἀριθμὸν καὶ σμικροτάτων τὴν δύναμιν. παντάπασι μὲν οὖν, ἔφη.
「それでは、この次に、現在都市において何が誤って行われており、そのために都市がそのように治められていないのかを、私たちは探求し、証明することに努めよう。 そして、どのような最も小さな変化によって、都市がこのあり方の国制へと移行しうるのか。 できれば一つの、そうでなければ二つの、それもダメなら、数において最も少なく、影響力において最も小さな変化によって」「全くその通りです」と彼は言った。
ἑνὸς μὲν τοίνυν, ἦν δʼ ἐγώ, μεταβαλόντος δοκοῦμέν μοι ἔχειν δεῖξαι ὅτι μεταπέσοι ἄν, οὐ μέντοι σμικροῦ γε οὐδὲ ῥᾳδίου, δυνατοῦ δέ.
「それなら」と私は言った。 「一つのことが変化するだけで、移行しうるということを、私は示すことができると思う。 もっとも、それは決して小さなことでも容易なことでもないが、可能なことだ」「どのようなことですか?
τίνος; ἔφη.
」と彼は言った。
ἐπʼ αὐτῷ δή, ἦν δʼ ἐγώ, εἰμὶ ὃ τῷ μεγίστῳ προσῃκάζομεν κύματι.
「まさにそれこそが」と私は言った。 「私たちが最大の波に例えていたものだ。
εἰρήσεται δʼ οὖν, εἰ καὶ μέλλει γέλωτί τε ἀτεχνῶς ὥσπερ κῦμα ἐκγελῶν καὶ ἀδοξίᾳ κατακλύσειν.
だが、たとえそれが、まさに波が砕け散るように、嘲笑と不名誉をもって私を呑み込もうとするとしても、語ることにしよう。
σκόπει δὲ ὃ μέλλω λέγειν. λέγε, ἔφη.
私が語ろうとすることに注目してくれ」「語ってください」と彼は言った。
ἐὰν μή, ἦν δʼ ἐγώ, ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν ἐν ταῖς πόλεσιν ἢ οἱ βασιλῆς τε νῦν λεγόμενοι καὶ δυνάσται φιλοσοφήσωσι γνησίως τε καὶ ἱκανῶς, καὶ τοῦτο εἰς ταὐτὸν συμπέσῃ, δύναμίς τε πολιτικὴ καὶ φιλοσοφία, τῶν δὲ νῦν πορευομένων χωρὶς ἐφʼ ἑκάτερον αἱ πολλαὶ φύσεις ἐξ ἀνάγκης ἀποκλεισθῶσιν, οὐκ ἔστι κακῶν παῦλα, ὦ φίλε Γλαύκων, ταῖς πόλεσι, δοκῶ δʼ οὐδὲ τῷ ἀνθρωπίνῳ γένει, οὐδὲ αὕτη ἡ πολιτεία μή ποτε πρότερον φυῇ τε εἰς τὸ δυνατὸν καὶ φῶς ἡλίου ἴδῃ, ἣν νῦν λόγῳ διεληλύθαμεν.
「哲学者たちが都市において王となるか」と私は言った。 「あるいは現在王や支配者と呼ばれている者たちが、真に、かつ十分に哲学するのでない限り、そして、政治的権力と哲学とが同一のところに重なり合わない限り、また、現在この二つのいずれか一方へと分かれて進んでいる多くの素質が強制的に排除されない限り、友なるグラウコンよ、諸都市にとって、そして人類にとっても、悪からの解放はない。 そして、私たちが今、言葉において論じたこの国制が、あらかじめ実現可能なものとして生み出され、太陽の光を見ることも決してないだろう。
ἀλλὰ τοῦτό ἐστιν ὃ ἐμοὶ πάλαι ὄκνον ἐντίθησι λέγειν, ὁρῶντι ὡς πολὺ παρὰ δόξαν ῥηθήσεται·
しかし、これこそが、私に語ることをためらわせてきた原因なのだ。 それが常識からいかに大きく外れて語られることになるかを私は見ているからだ。
χαλεπὸν γὰρ ἰδεῖν ὅτι οὐκ ἂν ἄλλη τις εὐδαιμονήσειεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ. §5.474καὶ ὅς, ὦ Σώκρατες, ἔφη, τοιοῦτον ἐκβέβληκας ῥῆμά τε καὶ λόγον, ὃν εἰπὼν ἡγοῦ ἐπὶ σὲ πάνυ πολλούς τε καὶ οὐ φαύλους νῦν οὕτως, οἷον ῥίψαντας τὰ ἱμάτια, γυμνοὺς λαβόντας ὅτι ἑκάστῳ παρέτυχεν ὅπλον, θεῖν διατεταμένους ὡς θαυμάσια ἐργασομένους·
なぜなら、これ以外の方法では、個人としても共同体としても誰も幸福になりえないということを見抜くのは困難だからだ」すると彼は言った。 「ソクラテスよ、君はなんと途方もない言葉と議論を投げ放ってくれたことか。 それを口にした以上、非常に多くの、しかも軽視できない人々が、まるで衣服を脱ぎ捨てて裸になり、それぞれ手近にある武器を手に取り、驚くべき偉業を成し遂げようと張り切って、君に向かって走ってくるものと思いなさい。
οὓς εἰ μὴ ἀμυνῇ τῷ λόγῳ καὶ ἐκφεύξῃ, τῷ ὄντι τωθαζόμενος δώσεις δίκην.
もし君が彼らを言葉で防ぎ止め、逃れることができないなら、本当に嘲笑されながら罰を受けることになるだろう」「それなら、君が私をこのような目に合わせた原因ではないか?
οὐκοῦν σύ μοι, ἦν δʼ ἐγώ, τούτων αἴτιος;
」と私は言った。
καλῶς γʼ, ἔφη, ἐγὼ ποιῶν.
「私がそうしたのは良いことです」と彼は言った。
ἀλλά τοί σε οὐ προδώσω, ἀλλʼ ἀμυνῶ οἷς δύναμαι·
「しかし、私は君を見捨てはしない。 自分にできることで君を助けよう。
δύναμαι δὲ εὐνοίᾳ τε καὶ τῷ παρακελεύεσθαι, καὶ ἴσως ἂν ἄλλου του ἐμμελέστερόν σοι ἀποκρινοίμην.
私にできるのは、好意を示すことと、励ますことだ。 そしておそらく、他の誰よりも君に対して適切に答えることができるだろう。
ἀλλʼ ὡς ἔχων τοιοῦτον βοηθὸν πειρῶ τοῖς ἀπιστοῦσιν ἐνδείξασθαι ὅτι ἔχει ᾗ σὺ λέγεις. πειρατέον, ἦν δʼ ἐγώ, ἐπειδὴ καὶ σὺ οὕτω μεγάλην συμμαχίαν παρέχῃ.
だから、そのような助っ人を得たものとして、不信を抱く者たちに対して、君の言う通りであることを示すよう努めてくれたまえ」「努めなければならないね」と私は言った。 「君がそのように強力な支援を提供してくれているのだから。
ἀναγκαῖον οὖν μοι δοκεῖ, εἰ μέλλομέν πῃ ἐκφεύξεσθαι οὓς λέγεις, διορίσασθαι πρὸς αὐτοὺς τοὺς φιλοσόφους τίνας λέγοντες τολμῶμεν φάναι δεῖν ἄρχειν, ἵνα διαδήλων γενομένων δύνηταί τις ἀμύνεσθαι, ἐνδεικνύμενος ὅτι τοῖς μὲν προσήκει φύσει ἅπτεσθαί τε φιλοσοφίας ἡγεμονεύειν τʼ ἐν πόλει, τοῖς δʼ ἄλλοις μήτε ἅπτεσθαι ἀκολουθεῖν τε τῷ ἡγουμένῳ. ὥρα ἂν εἴη, ἔφη, ὁρίζεσθαι.
それゆえ、君の言う人々から何とか逃れるためには、私たちがどのような人々を哲学者と呼んで、彼らが統治すべきだとあえて主張しているのかを定義することが必要であると思われる。 そうして彼らの正体が明らかになれば、ある人々にとっては本性上、哲学に携わり都市を導くことがふさわしく、他の人々にとっては、哲学に携わることなく、導き手に従うことがふさわしいということを示すことによって、自分を防衛することができるだろう」「定義すべき時ですね」と彼は言った。
ἴθι δή, ἀκολούθησόν μοι τῇδε, ἐὰν αὐτὸ ἁμῇ γέ πῃ ἱκανῶς ἐξηγησώμεθα. ἄγε, ἔφη.
「それでは、何とかこれを十分に説明できるよう、私に付いてきてくれ」「どうぞ」と彼は言った。
ἀναμιμνῄσκειν οὖν σε, ἦν δʼ ἐγώ, δεήσει, ἢ μέμνησαι ὅτι ὃν ἂν φῶμεν φιλεῖν τι, δεῖ φανῆναι αὐτόν, ἐὰν ὀρθῶς λέγηται, οὐ τὸ μὲν φιλοῦντα ἐκείνου, τὸ δὲ μή, ἀλλὰ πᾶν στέργοντα;
「それなら、君に思い出してもらう必要があるだろう」と私は言った。 「それとも、私たちが『ある人が何かを愛している』と言うとき、もしその言われ方が正しいなら、その人はその対象の一部を愛し、一部を愛さないのではなく、その全体を愛していると示されなければならない、ということを覚えているかね?
ἀναμιμνῄσκειν, ἔφη, ὡς ἔοικεν, δεῖ· οὐ γὰρ πάνυ γε ἐννοῶ.
」「思い出させてもらう必要があるようですね」と彼は言った。
ἄλλῳ, εἶπον, ἔπρεπεν, ὦ Γλαύκων, λέγειν ἃ λέγεις·
「よく理解できていませんから」「グラウコンよ」と私は言った。
ἀνδρὶ δʼ ἐρωτικῷ οὐ πρέπει ἀμνημονεῖν ὅτι πάντες οἱ ἐν ὥρᾳ τὸν φιλόπαιδα καὶ ἐρωτικὸν ἁμῇ γέ πῃ δάκνουσί τε καὶ κινοῦσι, δοκοῦντες ἄξιοι εἶναι ἐπιμελείας τε καὶ τοῦ ἀσπάζεσθαι.
「君が今言ったようなことは、他の人が言うならまだしも、愛に生きる男が、若さの盛りにあるすべての若者が、少年愛者であり愛に情熱を燃やす者の心を何らかの形で刺激し、動揺させるということを忘れるのはふさわしくない。 彼らは皆、世話をされ、歓迎されるに値するように思われるのだから。
ἢ οὐχ οὕτω ποιεῖτε πρὸς τοὺς καλούς;
それとも、君たちは美しい若者たちに対してそのように振る舞わないかね?
ὁ μέν, ὅτι σιμός, ἐπίχαρις κληθεὶς ἐπαινεθήσεται ὑφʼ ὑμῶν, τοῦ δὲ τὸ γρυπὸν βασιλικόν φατε εἶναι, τὸν δὲ δὴ διὰ μέσου τούτων ἐμμετρώτατα ἔχειν, μέλανας δὲ ἀνδρικοὺς ἰδεῖν, λευκοὺς δὲ θεῶν παῖδας εἶναι·
ある者は、鼻が低いからといって、『愛嬌がある』と呼ばれて君たちに褒められ、別の者の鷲鼻は『王者の風格がある』と君たちは言い、その中間にある鼻を持つ者は『最も均整が取れている』と言い、色黒の者は『男らしい容貌だ』と見なされ、色白の者は『神々の子だ』とされる。
μελιχλώρους δὲ καὶ τοὔνομα οἴει τινὸς ἄλλου ποίημα εἶναι ἢ ἐραστοῦ ὑποκοριζομένου τε καὶ εὐχερῶς φέροντος τὴν ὠχρότητα, ἐὰν ἐπὶ ὥρᾳ ᾖ;
また、『蜂蜜色の肌』という名前など、若さの盛りにあるならばその青白さをも愛称で呼び、平気で受け入れる愛する者の創作以外の何物だと思うかね? 」