Humanitext Reader

柏拉图 · 理想国 §5.473-5.474

哲学王思想与对哲学家定义的开端

第 80 段,共 153 段 · 希腊语

内容简介

苏格拉底指出理论与实践的区别,主张只有哲学家进行统治,理想的城邦制才可能实现,并开始对哲学家进行定义。

§5.473ἆρʼ οἷόν τέ τι πραχθῆναι ὡς λέγεται, ἢ φύσιν ἔχει πρᾶξιν λέξεως ἧττον ἀληθείας ἐφάπτεσθαι, κἂν εἰ μή τῳ δοκεῖ;
“按照所说的那样去实行某事,这是否可能? 还是说,即使有人不这样认为,行动在本质上也注定比言辞更少触及真理?
ἀλλὰ σὺ πότερον ὁμολογεῖς οὕτως ἢ οὔ;
那么,你是同意这一点还是不同意呢?
ὁμολογῶ, ἔφη.
” “我同意,”他说。
τοῦτο μὲν δὴ μὴ ἀνάγκαζέ με, οἷα τῷ λόγῳ διήλθομεν, τοιαῦτα παντάπασι καὶ τῷ ἔργῳ δεῖν γιγνόμενα ἂν ἀποφαίνειν·
“那么,就不要强求我指明,我们在言辞中所描述的那些,在行动中也必须完全照样实现。
ἀλλʼ, ἐὰν οἷοί τε γενώμεθα εὑρεῖν ὡς ἂν ἐγγύτατα τῶν εἰρημένων πόλις οἰκήσειεν, φάναι ἡμᾶς ἐξηυρηκέναι ὡς δυνατὰ ταῦτα γίγνεσθαι ἃ σὺ ἐπιτάττεις.
相反,如果我们能够发现一个城邦如何能够以最接近所说的方式进行治理,那么请承认我们已经发现了你所命令的这些事情是可以实现的。
ἢ οὐκ ἀγαπήσεις τούτων τυγχάνων;
或者说,如果得到了这些,你还不满足吗?
ἐγὼ μὲν γὰρ ἂν ἀγαπῴην.
因为我是会满意的。
καὶ γὰρ ἐγώ, ἔφη.
” “我也会满意的,”他说。
τὸ δὲ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, πειρώμεθα ζητεῖν τε καὶ ἀποδεικνύναι τί ποτε νῦν κακῶς ἐν ταῖς πόλεσι πράττεται διʼ ὃ οὐχ οὕτως οἰκοῦνται, καὶ τίνος ἂν σμικροτάτου μεταβαλόντος ἔλθοι εἰς τοῦτον τὸν τρόπον τῆς πολιτείας πόλις, μάλιστα μὲν ἑνός, εἰ δὲ μή, δυοῖν, εἰ δὲ μή, ὅτι ὀλιγίστων τὸν ἀριθμὸν καὶ σμικροτάτων τὴν δύναμιν.
“那么,在这之后,我们似乎应该努力去寻找并论证:现在城邦中究竟有什么地方做错了,以至于它们不能以这种方式进行治理;以及通过何种最小的改变,一个城邦可以转变为这种治理方式,最好是一个改变,如果不行就两个,再不行就数量最少、影响最小的改变。
παντάπασι μὲν οὖν, ἔφη.
” “完全如此,”他说。
ἑνὸς μὲν τοίνυν, ἦν δʼ ἐγώ, μεταβαλόντος δοκοῦμέν μοι ἔχειν δεῖξαι ὅτι μεταπέσοι ἄν, οὐ μέντοι σμικροῦ γε οὐδὲ ῥᾳδίου, δυνατοῦ δέ.
“那么,通过改变这一个方面,”我说,“我想我们能够表明它会发生转变,虽然这绝非一件小事或易事,但却是可能的。
τίνος;
” “是什么改变呢?
ἔφη.
”他说。
ἐπʼ αὐτῷ δή, ἦν δʼ ἐγώ, εἰμὶ ὃ τῷ μεγίστῳ προσῃκάζομεν κύματι.
“我正要谈到它了,”我说,“也就是我们比作最大风浪的那件事。
εἰρήσεται δʼ οὖν, εἰ καὶ μέλλει γέλωτί τε ἀτεχνῶς ὥσπερ κῦμα ἐκγελῶν καὶ ἀδοξίᾳ κατακλύσειν.
然而,即使它真的像巨浪般要把我彻底淹没在嘲笑和恶名之中,我也必须说出来。
σκόπει δὲ ὃ μέλλω λέγειν.
注意听我将要说的话。
λέγε, ἔφη.
” “请说吧,”他说。
ἐὰν μή, ἦν δʼ ἐγώ, ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν ἐν ταῖς πόλεσιν ἢ οἱ βασιλῆς τε νῦν λεγόμενοι καὶ δυνάσται φιλοσοφήσωσι γνησίως τε καὶ ἱκανῶς, καὶ τοῦτο εἰς ταὐτὸν συμπέσῃ, δύναμίς τε πολιτικὴ καὶ φιλοσοφία, τῶν δὲ νῦν πορευομένων χωρὶς ἐφʼ ἑκάτερον αἱ πολλαὶ φύσεις ἐξ ἀνάγκης ἀποκλεισθῶσιν, οὐκ ἔστι κακῶν παῦλα, ὦ φίλε Γλαύκων, ταῖς πόλεσι, δοκῶ δʼ οὐδὲ τῷ ἀνθρωπίνῳ γένει, οὐδὲ αὕτη ἡ πολιτεία μή ποτε πρότερον φυῇ τε εἰς τὸ δυνατὸν καὶ φῶς ἡλίου ἴδῃ, ἣν νῦν λόγῳ διεληλύθαμεν.
“除非,”我说,“或者是哲学家在城邦中称王,或者是现在被称为国王和统治者的人真正且充分地研究哲学,并且这两者——政治权力和哲学——结合在一起,而那些现在只朝着其中一方单独前进的众多天性被强制排除在外,否则,我亲爱的格劳孔,城邦就无法从痛苦中解脱出来,我想人类也是如此。 同样,我们刚才在言辞中所描述的这个城邦,也绝不会在此之前尽可能地生长出来并见到太阳的光芒。
ἀλλὰ τοῦτό ἐστιν ὃ ἐμοὶ πάλαι ὄκνον ἐντίθησι λέγειν, ὁρῶντι ὡς πολὺ παρὰ δόξαν ῥηθήσεται·
但这就是长期以来让我犹豫不敢说出口的原因,因为我看到这说出来将是多么违背常理。
χαλεπὸν γὰρ ἰδεῖν ὅτι οὐκ ἂν ἄλλη τις εὐδαιμονήσειεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ.
因为很难看清,除了这种方式之外,任何其他城邦都无法在个人或公共层面上获得幸福。
§5.474καὶ ὅς, ὦ Σώκρατες, ἔφη, τοιοῦτον ἐκβέβληκας ῥῆμά τε καὶ λόγον, ὃν εἰπὼν ἡγοῦ ἐπὶ σὲ πάνυ πολλούς τε καὶ οὐ φαύλους νῦν οὕτως, οἷον ῥίψαντας τὰ ἱμάτια, γυμνοὺς λαβόντας ὅτι ἑκάστῳ παρέτυχεν ὅπλον, θεῖν διατεταμένους ὡς θαυμάσια ἐργασομένους·
” 接着他说:“苏格拉底,你抛出了这样一个词和观点,说出它之后,你得做好准备,会有非常多而且绝非平庸的人,现在就像脱掉外衣、赤身裸体、拿起各自手边碰巧拿到的任何武器,拼命向你冲来,好像要立下奇功一样。
οὓς εἰ μὴ ἀμυνῇ τῷ λόγῳ καὶ ἐκφεύξῃ, τῷ ὄντι τωθαζόμενος δώσεις δίκην.
如果你不能用言辞进行自卫并从他们手中逃脱,你真的会因为被嘲弄而付出代价。
οὐκοῦν σύ μοι, ἦν δʼ ἐγώ, τούτων αἴτιος;
” “那么,这难道不是你造成的吗? ”我说。
καλῶς γʼ, ἔφη, ἐγὼ ποιῶν.
“我做得很好啊,”他说。
ἀλλά τοί σε οὐ προδώσω, ἀλλʼ ἀμυνῶ οἷς δύναμαι·
“但我绝对不会背叛你,我会尽我所能协助你自卫。
δύναμαι δὲ εὐνοίᾳ τε καὶ τῷ παρακελεύεσθαι, καὶ ἴσως ἂν ἄλλου του ἐμμελέστερόν σοι ἀποκρινοίμην.
我能做的就是提供好意和鼓励,而且也许我能比别人更得体地回答你。
ἀλλʼ ὡς ἔχων τοιοῦτον βοηθὸν πειρῶ τοῖς ἀπιστοῦσιν ἐνδείξασθαι ὅτι ἔχει ᾗ σὺ λέγεις.
但是,既然拥有了这样的帮手,请努力向那些不相信的人证明,事情正如你所说的那样。
πειρατέον, ἦν δʼ ἐγώ, ἐπειδὴ καὶ σὺ οὕτω μεγάλην συμμαχίαν παρέχῃ.
” “必须努力了,”我说,“既然你也提供了如此强大的同盟。
ἀναγκαῖον οὖν μοι δοκεῖ, εἰ μέλλομέν πῃ ἐκφεύξεσθαι οὓς λέγεις, διορίσασθαι πρὸς αὐτοὺς τοὺς φιλοσόφους τίνας λέγοντες τολμῶμεν φάναι δεῖν ἄρχειν, ἵνα διαδήλων γενομένων δύνηταί τις ἀμύνεσθαι, ἐνδεικνύμενος ὅτι τοῖς μὲν προσήκει φύσει ἅπτεσθαί τε φιλοσοφίας ἡγεμονεύειν τʼ ἐν πόλει, τοῖς δʼ ἄλλοις μήτε ἅπτεσθαι ἀκολουθεῖν τε τῷ ἡγουμένῳ.
因此,如果我们要在某种程度上逃避你所说的那些人,我认为有必要向他们定义,我们所敢于声称必须统治的哲学家究竟是哪些人。 这样一来,在他们被区分清楚之后,人们就能进行自卫,表明某些人天生就适合接触哲学并在城邦中担任领导,而另一些人则不适合接触哲学,而应当跟随领导者。
ὥρα ἂν εἴη, ἔφη, ὁρίζεσθαι.
” “这该是进行定义的时候了,”他说。
ἴθι δή, ἀκολούθησόν μοι τῇδε, ἐὰν αὐτὸ ἁμῇ γέ πῃ ἱκανῶς ἐξηγησώμεθα.
“来吧,跟紧我,看看我们是否能以某种方式充分地加以解释。
ἄγε, ἔφη.
” “带路吧,”他说。
ἀναμιμνῄσκειν οὖν σε, ἦν δʼ ἐγώ, δεήσει, ἢ μέμνησαι ὅτι ὃν ἂν φῶμεν φιλεῖν τι, δεῖ φανῆναι αὐτόν, ἐὰν ὀρθῶς λέγηται, οὐ τὸ μὲν φιλοῦντα ἐκείνου, τὸ δὲ μή, ἀλλὰ πᾶν στέργοντα;
“那么,我需要提醒你,”我说,“还是你还记得:当我们说某人热爱某物时,如果这种说法是正确的,他必须表现为不是热爱该物的某一部分而不爱另一部分,而是爱它的整体?
ἀναμιμνῄσκειν, ἔφη, ὡς ἔοικεν, δεῖ· οὐ γὰρ πάνυ γε ἐννοῶ.
” “看来是有必要提醒我了,”他说,“因为我不太明白。
ἄλλῳ, εἶπον, ἔπρεπεν, ὦ Γλαύκων, λέγειν ἃ λέγεις· ἀνδρὶ δʼ ἐρωτικῷ οὐ πρέπει ἀμνημονεῖν ὅτι πάντες οἱ ἐν ὥρᾳ τὸν φιλόπαιδα καὶ ἐρωτικὸν ἁμῇ γέ πῃ δάκνουσί τε καὶ κινοῦσι, δοκοῦντες ἄξιοι εἶναι ἐπιμελείας τε καὶ τοῦ ἀσπάζεσθαι.
” “格劳孔,”我说,“你刚才说的那番话由别人来说还算合适,但对于一个多情的人来说,不该忘记:所有处于青春年华的人都会以某种方式撩拨和打动那些喜爱男童和多情的人,因为他们似乎都值得关注和喜爱。
ἢ οὐχ οὕτω ποιεῖτε πρὸς τοὺς καλούς;
难道你们对美貌的人不也是这样做的吗?
ὁ μέν, ὅτι σιμός, ἐπίχαρις κληθεὶς ἐπαινεθήσεται ὑφʼ ὑμῶν, τοῦ δὲ τὸ γρυπὸν βασιλικόν φατε εἶναι, τὸν δὲ δὴ διὰ μέσου τούτων ἐμμετρώτατα ἔχειν, μέλανας δὲ ἀνδρικοὺς ἰδεῖν, λευκοὺς δὲ θεῶν παῖδας εἶναι·
有的因为塌鼻子,就会被你们称为‘有魅力’而受到赞美;有的鹰钩鼻,你们就说是‘有王者之风’;介于两者之间的,你们说‘最匀称’;肤色深的人被看作‘有阳刚之气’,肤色白的人则是‘神之子’。
μελιχλώρους δὲ καὶ τοὔνομα οἴει τινὸς ἄλλου ποίημα εἶναι ἢ ἐραστοῦ ὑποκοριζομένου τε καὶ εὐχερῶς φέροντος τὴν ὠχρότητα, ἐὰν ἐπὶ ὥρᾳ ᾖ;
至于‘蜜色肤色’,你以为这个名字除了是一个娇惯并轻易容忍爱人脸色苍白、只要其正值青春年华的爱人所创造的词之外,还能是谁的创作呢? ”

词汇与语法注释

  1. 473aπρᾶξιν λέξεως ἧττον ἀληθείας ἐφάπτεσθαι — 该句意为“行动(πρᾶξιν)比言辞(λέξεως)更少触及真理(ἀληθείας)”。λέξεως 是受比较副词 ἧττον 支配的比较属格,而 ἀληθείας 是动词 ἐφάπτεσθαι 所要求的属格宾语。
  2. 473aφάναι — 此处用作具有命令语气的“命令性不定式”。与前句中的否定命令式 μὴ ἀνάγκαζε 形成对比,表示某种请求或准许(即“允许我们说”或“让我们说”)。
  3. 473dτῶν δὲ νῦν πορευομένων χωρὶς ἐφʼ ἑκάτερον αἱ πολλαὶ φύσεις ἐξ ἀνάγκης ἀποκλεισθῶσιν — 这是嵌入在由 ἐὰν μή 引导的条件从句中的属格独立结构(genitive absolute)。τῶν πορευομένων 是分词的属格主语,而 αἱ πολλαὶ φύσεις 与之紧密结合,限定了整体的意思。
  4. 474dἀνδρὶ δʼ ἐρωτικῷ οὐ πρέπει ἀμνημονεῖν — 无人称动词 πρέπει(适宜、应当)以与格(ἀνδρὶ ἐρωτικῷ)表示施事者,并要求不定式(ἀμνημονεῖν)作为该结构的主语,该不定式进一步引导了 ὅτι 从句。

引用这一段

柏拉图, 理想国 §5.473-5.474. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.473-5.474

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。