§5.467πρὸς δὲ τῇ θέᾳ διακονεῖν καὶ ὑπηρετεῖν πάντα τὰ περὶ τὸν πόλεμον, καὶ θεραπεύειν πατέρας τε καὶ μητέρας.
「そして見学するだけでなく、戦争に関わるすべての事柄において仕え、手伝い、また父親や母親たちの世話をすることだ。
ἢ οὐκ ᾔσθησαι τὰ περὶ τὰς τέχνας, οἷον τοὺς τῶν κεραμέων παῖδας, ὡς πολὺν χρόνον διακονοῦντες θεωροῦσι πρὶν ἅπτεσθαι τοῦ κεραμεύειν;
それとも君は、諸々の技術に関すること、例えば陶芸家たちの子供たちが、実際に陶芸に取りかかる前に、どれほど長い間、手伝いをしながら見学しているかということに気づいていないのかね?
καὶ μάλα. ἦ οὖν ἐκείνοις ἐπιμελέστερον παιδευτέον ἢ τοῖς φύλαξι τοὺς αὑτῶν ἐμπειρίᾳ τε καὶ θέᾳ τῶν προσηκόντων;
」「ええ、よく知っています」「それでは、陶芸家たちが自分の子供たちにふさわしいことを経験や見学によって教育することのほうが、守護者たちが自分たちの子供たちにそうするよりも、熱心に行われなければならないのだろうか?
καταγέλαστον μεντἄν, ἔφη, εἴη.
」「それでは確かに物笑いの種になるでしょう」と彼は言った。
ἀλλὰ μὴν καὶ μαχεῖταί γε πᾶν ζῷον διαφερόντως παρόντων ὧν ἂν τέκῃ. ἔστιν οὕτω.
「そのうえ、どんな動物も、自分が産んだ子供たちがそばにいれば、格段に激しく戦うものだ」「その通りです。
κίνδυνος δέ, ὦ Σώκρατες, οὐ σμικρὸς σφαλεῖσιν, οἷα δὴ ἐν πολέμῳ φιλεῖ, πρὸς ἑαυτοῖς παῖδας ἀπολέσαντας ποιῆσαι καὶ τὴν ἄλλην πόλιν ἀδύνατον ἀναλαβεῖν. ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις.
しかしソクラテス、もし彼らが敗北した場合(戦争ではよくあることですが)、彼らは自分たちに加えて子供たちをも失い、国家の残りの部分が立ち原るのを不可能にしてしまうという、小さくない危険があります」「君の言うことは本当だ」と私は言った。
ἀλλὰ σὺ πρῶτον μὲν ἡγῇ παρασκευαστέον τὸ μή ποτε κινδυνεῦσαι;
「しかし君は、まず第一に、決して危険を冒さないように準備すべきだと考えているのかね?
οὐδαμῶς. τί δʼ; εἴ που κινδυνευτέον, οὐκ ἐν ᾧ βελτίους ἔσονται κατορθοῦντες;
」「決してそうではありません」「では、もし危険を冒さねばならないとしたら、成功した場合により優れた人間になれるような状況においてではないだろうか?
δῆλον δή. ἀλλὰ σμικρὸν οἴει διαφέρειν καὶ οὐκ ἄξιον κινδύνου θεωρεῖν ἢ μὴ τὰ περὶ τὸν πόλεμον παῖδας τοὺς ἄνδρας πολεμικοὺς ἐσομένους;
」「明らかにそうです」「それなら、将来戦士となる子供たちが戦争に関することを見学するかしないかは、わずかな違いしかなく、危険を冒す価値もないことだと思うかね?
οὔκ, ἀλλὰ διαφέρει πρὸς ὃ λέγεις. τοῦτο μὲν ἄρα ὑπαρκτέον, θεωροὺς πολέμου τοὺς παῖδας ποιεῖν, προσμηχανᾶσθαι δʼ αὐτοῖς ἀσφάλειαν, καὶ καλῶς ἕξει·
」「いいえ、あなたの言うように大きな違いがあります」「それなら、まず子供たちを戦争の観客とすること、そして彼らのための安全をあらかじめ工夫することが前提とならなければならない。 そうすれば万事うまくいく。
ἦ γάρ;
そうではないかね?
ναί.
」「はい」「それでは」と私は言った。
οὐκοῦν, ἦν δʼ ἐγώ, πρῶτον μὲν αὐτῶν οἱ πατέρες, ὅσα ἄνθρωποι, οὐκ ἀμαθεῖς ἔσονται ἀλλὰ γνωμονικοὶ τῶν στρατειῶν ὅσαι τε καὶ μὴ ἐπικίνδυνοι;
「まず第一に、彼らの父親たちは、人間として可能な限りにおいて無知ではなく、どの遠征が危険であり、どの遠征がそうでないかを知る見識を備えているのではないだろうか?
εἰκός, ἔφη.
」「そのようです」と彼は言った。
εἰς μὲν ἄρα τὰς ἄξουσιν, εἰς δὲ τὰς εὐλαβήσονται. ὀρθῶς. καὶ ἄρχοντάς γέ που, ἦν δʼ ἐγώ, οὐ τοὺς φαυλοτάτους αὐτοῖς ἐπιστήσουσιν ἀλλὰ τοὺς ἐμπειρίᾳ τε καὶ ἡλικίᾳ ἱκανοὺς ἡγεμόνας τε καὶ παιδαγωγοὺς εἶναι. πρέπει γάρ. ἀλλὰ γάρ, φήσομεν, καὶ παρὰ δόξαν πολλὰ πολλοῖς δὴ ἐγένετο. καὶ μάλα. πρὸς τοίνυν τὰ τοιαῦτα, ὦ φίλε, πτεροῦν χρὴ παιδία ὄντα εὐθύς, ἵνʼ, ἄν τι δέῃ, πετόμενοι ἀποφεύγωσιν. πῶς λέγεις;
「したがって、危険のない遠征には子供たちを連れて行き、危険なものについては用心して避けるだろう」「その通りです」「そしてまた、指導者としても、最もくだらない者たちを彼らにつけるのではなく、経験と年齢において、案内役であり養育係となるに十分な者たちを任命するだろう」「それがふさわしいですから」「しかしながら、予期せぬ出来事も多くの人々に多く起こるものだ、と私たちは言うだろう」「全くその通りです」「それゆえ、私の友よ、このような事態に備えて、彼らが子供であるうちからすぐに羽を授け、もし何かあれば、飛んで逃げられるようにしておく必要がある」「どういう意味ですか?
ἔφη.
」と彼は言った。
ἐπὶ τοὺς ἵππους, ἦν δʼ ἐγώ, ἀναβιβαστέον ὡς νεωτάτους, καὶ διδαξαμένους ἱππεύειν ἐφʼ ἵππων ἀκτέον ἐπὶ τὴν θέαν, μὴ θυμοειδῶν μηδὲ μαχητικῶν, ἀλλʼ ὅτι ποδωκεστάτων καὶ εὐηνιωτάτων.
「できるだけ若いうちに馬に乗せるべきだ」と私は言った。 「乗馬を習わせた上で、気性の荒い馬や闘争心のある馬ではなく、できるだけ足が速く、手なずけやすい馬に乗せて、見学に連れて行くのだ。
οὕτω γὰρ κάλλιστά τε θεάσονται τὸ αὑτῶν ἔργον, καὶ ἀσφαλέστατα, ἄν τι δέῃ, σωθήσονται μετὰ πρεσβυτέρων ἡγεμόνων ἑπόμενοι. ὀρθῶς, ἔφη, μοι δοκεῖς λέγειν.
そうすれば、彼らは自分たちの仕事を最も見事に観察でき、もし何かあった場合にも、年長の指導者たちに従って、最も安全に救われるだろう」「あなたの言うことは正しいと思います」と彼は言った。
§5.468τί δὲ δή, εἶπον, τὰ περὶ τὸν πόλεμον;
「では」と私は言った。 「戦争に関する事柄はどうだろう?
πῶς ἑκτέον σοι τοὺς στρατιώτας πρὸς αὑτούς τε καὶ τοὺς πολεμίους;
兵士たちは自分たち同士、また敵に対してどのように行動すべきだろうか?
ἆρʼ ὀρθῶς μοι καταφαίνεται ἢ οὔ;
私の考えは正しいと思われるかね、それともそうではないかね?
λέγʼ, ἔφη, ποῖʼ αὖ.
」「どのようなものか、また言ってください」と彼は言った。
αὐτῶν μέν, εἶπον, τὸν λιπόντα τάξιν ἢ ὅπλα ἀποβαλόντα ἤ τι τῶν τοιούτων ποιήσαντα διὰ κάκην ἆρα οὐ δημιουργόν τινα δεῖ καθιστάναι ἢ γεωργόν;
「彼らのうちで」と私は言った。 「戦列を離脱したり、武器を捨てたり、臆病さからそのような行為をしたりした者は、職人か農民に落とすべきではないだろうか?
πάνυ μὲν οὖν. τὸν δὲ ζῶντα εἰς τοὺς πολεμίους ἁλόντα ἆρʼ οὐ δωρεὰν διδόναι τοῖς ἑλοῦσι χρῆσθαι τῇ ἄγρᾳ ὅτι ἂν βούλωνται;
」「全くその通りです」「また、生きたまま敵に捕らえられた者は、捕らえた者たちへの贈り物として、彼らの獲物をどのようにでも望むままに扱わせるべきではないだろうか?
κομιδῇ γε.
」「完全にその通りです」「そして、並外れて優れた働きをし、名声を勝ち取った者については、まず軍隊において、従軍している若者や子供たちから、一人ずつ順番に冠を授けられるべきだと思わないかね?
τὸν δὲ ἀριστεύσαντά τε καὶ εὐδοκιμήσαντα οὐ πρῶτον μὲν ἐπὶ στρατιᾶς ὑπὸ τῶν συστρατευομένων μειρακίων τε καὶ παίδων ἐν μέρει ὑπὸ ἑκάστου δοκεῖ σοι χρῆναι στεφανωθῆναι; ἢ οὔ;
それともそう思わないかね?
ἔμοιγε.
」「私はそう思います」「では、握手を交わすことは?
τί δέ; δεξιωθῆναι;
」「それもです」「しかし次のことは、君はもはや同意しないのではないかと思う」と私は言った。
καὶ τοῦτο. ἀλλὰ τόδʼ οἶμαι, ἦν δʼ ἐγώ, οὐκέτι σοι δοκεῖ.
「それはどのようなことですか?
τὸ ποῖον; τὸ φιλῆσαί τε καὶ φιληθῆναι ὑπὸ ἑκάστου.
」「それぞれから口づけされ、また彼らに口づけすることだ」「何よりもまず賛成です」と彼は言った。
πάντων, ἔφη, μάλιστα· καὶ προστίθημί γε τῷ νόμῳ, ἕως ἂν ἐπὶ ταύτης ὦσι τῆς στρατιᾶς, καὶ μηδενὶ ἐξεῖναι ἀπαρνηθῆναι ὃν ἂν βούληται φιλεῖν, ἵνα καί, ἐάν τίς του τύχῃ ἐρῶν ἢ ἄρρενος ἢ θηλείας, προθυμότερος ᾖ πρὸς τὸ τἀριστεῖα φέρειν. καλῶς, ἦν δʼ ἐγώ.
「さらに私はこの法律に付け加えます。 彼らがこの遠征に参加している間は、自分が口づけしたいと思う者を拒むことは誰にも許されない、と。 それは、もし誰かが男性であれ女性であれ、誰かを愛しているなら、優れた働きをした者に与えられる褒賞を勝ち取ろうと、より熱心になるためです」「素晴らしい」と私は言った。
ὅτι μὲν γὰρ ἀγαθῷ ὄντι γάμοι τε ἕτοιμοι πλείους ἢ τοῖς ἄλλοις καὶ αἱρέσεις τῶν τοιούτων πολλάκις παρὰ τοὺς ἄλλους ἔσονται, ἵνʼ ὅτι πλεῖστοι ἐκ τοῦ τοιούτου γίγνωνται, εἴρηται ἤδη. εἴπομεν γάρ, ἔφη.
「なぜなら、優れた者に対しては、他の者たちよりも多くの結婚の機会が用意され、そのような相手を選ぶ権利も、他の人々を超えて頻繁に与えられる。 それは、そのような優れた者からできるだけ多くの子供たちが生まれるためであり、これはすでに述べられたことだ」「確かに私たちはそう言いました」と彼は言った。
ἀλλὰ μὴν καὶ καθʼ Ὅμηρον τοῖς τοιοῖσδε δίκαιον τιμᾶν τῶν νέων ὅσοι ἀγαθοί.
「しかし、若者のうちで優れた者を称えるのは、ホメーロスに従っても正しいことだ。
καὶ γὰρ Ὅμηρος τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ
"νώτοισιν"
Αἴαντα ἔφη
"διηνεκέεσσι γεραίρεσθαι,"
ὡς ταύτην οἰκείαν οὖσαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει. ὀρθότατα, ἔφη.
というのもホメーロスも、戦争で名声を博したアイアースが『長い背肉をもって』もてなされたと述べているからだ。 これは若く勇敢な者にとってふさわしい名誉であり、それによって名誉を受けると同時に体力をも増進させるからだ」「最も正しいです」と彼は言った。
πεισόμεθα ἄρα, ἦν δʼ ἐγώ, ταῦτά γε Ὁμήρῳ.
「それなら」と私は言った。 「この点に関してはホメーロスに従うことにしよう。
καὶ γὰρ ἡμεῖς ἔν τε θυσίαις καὶ τοῖς τοιούτοις πᾶσι τοὺς ἀγαθούς, καθʼ ὅσον ἂν ἀγαθοὶ φαίνωνται, καὶ ὕμνοις καὶ οἷς νυνδὴ ἐλέγομεν τιμήσομεν, πρὸς δὲ τούτοις
"ἕδραις τε καὶ κρέασιν"
"ἰδὲ πλείοις δεπάεσσιν,"
ἵνα ἅμα τῷ τιμᾶν ἀσκῶμεν τοὺς ἀγαθοὺς ἄνδρας τε καὶ γυναῖκας. κάλλιστα, ἔφη, λέγεις.
というのも、私たちもまた、生贄の儀式やそれに類するすべての機会において、優れた者たちがその優秀さを示す限り、賛歌や今しがた述べた事柄によって彼らを称え、さらに『席と肉と、そして満ちた杯によって』称えるつもりだからだ。 それは、名誉を与えることと同時に、優れた男女を鍛え上げるためだ」「素晴らしいお考えです」と彼は言った。
εἶεν·
「よろしい。
τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατιᾶς ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ ἆρʼ οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι;
それでは、遠征中に死亡した者のうち、名声を博して死んだ者について、まず第一に彼らは『黄金の種族』に属すると言うべきではないだろうか?
πάντων γε μάλιστα.
」「何よりもまずその通りです」。