§5.467πρὸς δὲ τῇ θέᾳ διακονεῖν καὶ ὑπηρετεῖν πάντα τὰ περὶ τὸν πόλεμον, καὶ θεραπεύειν πατέρας τε καὶ μητέρας.
“而且除了观摩之外,还要在与战争有关的一切事务中服侍和协助,并且照顾父亲和母亲。
ἢ οὐκ ᾔσθησαι τὰ περὶ τὰς τέχνας, οἷον τοὺς τῶν κεραμέων παῖδας, ὡς πολὺν χρόνον διακονοῦντες θεωροῦσι πρὶν ἅπτεσθαι τοῦ κεραμεύειν;
难道你没有注意到在各种技艺中,例如陶工的孩子,在他们亲自动手制作陶器之前,要协助并观摩很长时间吗?
καὶ μάλα.
”“确实如此。
ἦ οὖν ἐκείνοις ἐπιμελέστερον παιδευτέον ἢ τοῖς φύλαξι τοὺς αὑτῶν ἐμπειρίᾳ τε καὶ θέᾳ τῶν προσηκόντων;
”“那么,难道那些陶工用经验和对合适事物的观摩来教育自己的孩子,要比护卫者们教育自己的孩子还要更加精心吗?
καταγέλαστον μεντἄν, ἔφη, εἴη.
”“那确实太荒谬了,”他说。
ἀλλὰ μὴν καὶ μαχεῖταί γε πᾶν ζῷον διαφερόντως παρόντων ὧν ἂν τέκῃ.
“而且,任何动物在自己的幼崽面前战斗,都会格外英勇。
ἔστιν οὕτω.
”“确实如此。
κίνδυνος δέ, ὦ Σώκρατες, οὐ σμικρὸς σφαλεῖσιν, οἷα δὴ ἐν πολέμῳ φιλεῖ, πρὸς ἑαυτοῖς παῖδας ἀπολέσαντας ποιῆσαι καὶ τὴν ἄλλην πόλιν ἀδύνατον ἀναλαβεῖν.
但是,苏格拉底,对于失败者来说,正如战争中常有的那样,存在着不小的危险:他们不仅会使自己和孩子们一同丧命,而且会使整个城邦的其他部分无法复兴。
ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις.
”“你说的很对,”我说。
ἀλλὰ σὺ πρῶτον μὲν ἡγῇ παρασκευαστέον τὸ μή ποτε κινδυνεῦσαι;
“但是你首先认为,我们必须做好准备,以便绝不冒险吗?
οὐδαμῶς.
”“决非如此。
τί δʼ;
”“那么怎么样?
εἴ που κινδυνευτέον, οὐκ ἐν ᾧ βελτίους ἔσονται κατορθοῦντες;
如果必须冒险,难道不应该是在那些如果成功了,他们会变得更好的事情上冒险吗?
δῆλον δή.
”“显然如此。
ἀλλὰ σμικρὸν οἴει διαφέρειν καὶ οὐκ ἄξιον κινδύνου θεωρεῖν ἢ μὴ τὰ περὶ τὸν πόλεμον παῖδας τοὺς ἄνδρας πολεμικοὺς ἐσομένους;
” “但是你认为,那些将要成为战士的孩子们去观摩战争有关的事物,与不观摩相比,只有微小的差别,且不值得去冒险吗?
οὔκ, ἀλλὰ διαφέρει πρὸς ὃ λέγεις.
”“不,正如你所说,这有很大的差别。
τοῦτο μὲν ἄρα ὑπαρκτέον, θεωροὺς πολέμου τοὺς παῖδας ποιεῖν, προσμηχανᾶσθαι δʼ αὐτοῖς ἀσφάλειαν, καὶ καλῶς ἕξει·
”“那么,这必须是我们的前提:让孩子们成为战争的旁观者,但同时为他们设法谋求安全,这样一切就会妥当。
ἦ γάρ;
难道不是吗?
ναί.
”“是的。
οὐκοῦν, ἦν δʼ ἐγώ, πρῶτον μὲν αὐτῶν οἱ πατέρες, ὅσα ἄνθρωποι, οὐκ ἀμαθεῖς ἔσονται ἀλλὰ γνωμονικοὶ τῶν στρατειῶν ὅσαι τε καὶ μὴ ἐπικίνδυνοι;
”“那么,”我说,“首先,他们的父亲在人类的限度内,不会是无知的,而是对哪些出征有危险、哪些没有危险有识见的人,是吗?
εἰκός, ἔφη.
”“大概如此,”他说。
εἰς μὲν ἄρα τὰς ἄξουσιν, εἰς δὲ τὰς εὐλαβήσονται.
“因此,他们会带他们去参加那些没有危险的,而对那些有危险的则会小心避免。
ὀρθῶς.
”“对。
καὶ ἄρχοντάς γέ που, ἦν δʼ ἐγώ, οὐ τοὺς φαυλοτάτους αὐτοῖς ἐπιστήσουσιν ἀλλὰ τοὺς ἐμπειρίᾳ τε καὶ ἡλικίᾳ ἱκανοὺς ἡγεμόνας τε καὶ παιδαγωγοὺς εἶναι.
”“而且他们绝不会给他们指派最差劲的人作指导者,”我说,“而是指派那些在经验和年龄上足以成为领导者和启蒙教师的人。
πρέπει γάρ.
”“那很合适。
ἀλλὰ γάρ, φήσομεν, καὶ παρὰ δόξαν πολλὰ πολλοῖς δὴ ἐγένετο.
”“然而,我们会说,许多人在许多事情上也会遇到意料之外的情况。
καὶ μάλα.
”“确实如此。
πρὸς τοίνυν τὰ τοιαῦτα, ὦ φίλε, πτεροῦν χρὴ παιδία ὄντα εὐθύς, ἵνʼ, ἄν τι δέῃ, πετόμενοι ἀποφεύγωσιν.
”“那么,我的朋友,针对这类情况,必须在他们还是孩子的时候立刻让他们插上翅膀,以便在需要时,他们能够飞走逃脱。
πῶς λέγεις;
” “你是指什么?
ἔφη.
”他问。
ἐπὶ τοὺς ἵππους, ἦν δʼ ἐγώ, ἀναβιβαστέον ὡς νεωτάτους, καὶ διδαξαμένους ἱππεύειν ἐφʼ ἵππων ἀκτέον ἐπὶ τὴν θέαν, μὴ θυμοειδῶν μηδὲ μαχητικῶν, ἀλλʼ ὅτι ποδωκεστάτων καὶ εὐηνιωτάτων.
“必须让他们在尽可能年轻的时候骑上马,”我说,“在教会他们骑马之后,必须骑着马带他们去观摩,不是骑那些脾气暴躁或好斗的马,而是骑那些跑得最快、最温顺的马。
οὕτω γὰρ κάλλιστά τε θεάσονται τὸ αὑτῶν ἔργον, καὶ ἀσφαλέστατα, ἄν τι δέῃ, σωθήσονται μετὰ πρεσβυτέρων ἡγεμόνων ἑπόμενοι.
因为这样他们就能最完美地观摩他们自己未来的工作,而且在需要时,他们跟随在年长的引导者后面,能最安全地获救。
ὀρθῶς, ἔφη, μοι δοκεῖς λέγειν.
”“我觉得你说的很对,”他说。
§5.468τί δὲ δή, εἶπον, τὰ περὶ τὸν πόλεμον;
“那么,”我说,“战争中的事情又该如何?
πῶς ἑκτέον σοι τοὺς στρατιώτας πρὸς αὑτούς τε καὶ τοὺς πολεμίους;
你认为士兵们对待彼此以及对待敌人应该如何行动?
ἆρʼ ὀρθῶς μοι καταφαίνεται ἢ οὔ;
我的看法在你看来是对的还是不对的呢?
λέγʼ, ἔφη, ποῖʼ αὖ.
”“请说,”他说,“又是什么看法?
αὐτῶν μέν, εἶπον, τὸν λιπόντα τάξιν ἢ ὅπλα ἀποβαλόντα ἤ τι τῶν τοιούτων ποιήσαντα διὰ κάκην ἆρα οὐ δημιουργόν τινα δεῖ καθιστάναι ἢ γεωργόν;
”“在他们自己人中,”我说,“如果有人擅离职守、丢弃武器,或因为胆怯而做出类似的行为,难道我们不应该把他降为工匠或农民吗?
πάνυ μὲν οὖν.
”“完全应该。
τὸν δὲ ζῶντα εἰς τοὺς πολεμίους ἁλόντα ἆρʼ οὐ δωρεὰν διδόναι τοῖς ἑλοῦσι χρῆσθαι τῇ ἄγρᾳ ὅτι ἂν βούλωνται;
”“而对于那些被敌人活捉的人,难道我们不应该把他们当作礼物送给俘虏者,让他们随心所欲地处置战利品吗?
κομιδῇ γε.
” “当然应该。
τὸν δὲ ἀριστεύσαντά τε καὶ εὐδοκιμήσαντα οὐ πρῶτον μὲν ἐπὶ στρατιᾶς ὑπὸ τῶν συστρατευομένων μειρακίων τε καὶ παίδων ἐν μέρει ὑπὸ ἑκάστου δοκεῖ σοι χρῆναι στεφανωθῆναι;
”“而对于那些立下卓越功勋、赢得名声的人,你难道不认为,首先在军队里,应该由共同服役的青年和孩子们轮流为他戴上花冠吗?
ἢ οὔ;
你认为不是吗?
ἔμοιγε.
”“我认为是的。
τί δέ;
”“那握手呢?
δεξιωθῆναι;
”“也该如此。
καὶ τοῦτο.
”“但是接下来的事情,我想,”我说,“你就不会再同意了。
ἀλλὰ τόδʼ οἶμαι, ἦν δʼ ἐγώ, οὐκέτι σοι δοκεῖ.
”“哪件事?
τὸ ποῖον;
”“就是亲吻每个人并被每个人亲吻。
τὸ φιλῆσαί τε καὶ φιληθῆναι ὑπὸ ἑκάστου.
”“我最赞成这一条了,”他说。
πάντων, ἔφη, μάλιστα·
“而且我还要在这条法律上加上:只要他们还在这次出征中,就任何人都不允许拒绝自己想亲吻的人,这样,如果有人碰巧爱着某人,无论是男性还是女性,他都会更加热切地去赢得功勋的奖赏。
καὶ προστίθημί γε τῷ νόμῳ, ἕως ἂν ἐπὶ ταύτης ὦσι τῆς στρατιᾶς, καὶ μηδενὶ ἐξεῖναι ἀπαρνηθῆναι ὃν ἂν βούληται φιλεῖν, ἵνα καί, ἐάν τίς του τύχῃ ἐρῶν ἢ ἄρρενος ἢ θηλείας, προθυμότερος ᾖ πρὸς τὸ τἀριστεῖα φέρειν.
”“太好了,”我说。
καλῶς, ἦν δʼ ἐγώ.
“因为对于优秀的人,会有比别人更多的婚姻机会等待着他,并且让他们选择此类伴侣的权利也会比别人更频繁地给予他们,以便从这样的父母那里生出尽可能多的孩子,这一点我们已经说过了。
ὅτι μὲν γὰρ ἀγαθῷ ὄντι γάμοι τε ἕτοιμοι πλείους ἢ τοῖς ἄλλοις καὶ αἱρέσεις τῶν τοιούτων πολλάκις παρὰ τοὺς ἄλλους ἔσονται, ἵνʼ ὅτι πλεῖστοι ἐκ τοῦ τοιούτου γίγνωνται, εἴρηται ἤδη.
”“是的,我们说过,”他说。
εἴπομεν γάρ, ἔφη.
“而且,即使按照荷马的说法,用这些方式来款待青年中优秀的人也是正当的。
ἀλλὰ μὴν καὶ καθʼ Ὅμηρον τοῖς τοιοῖσδε δίκαιον τιμᾶν τῶν νέων ὅσοι ἀγαθοί.
因为荷马也说过,在战争中赢得名声的埃阿斯,被‘整条牛脊肉’款待,因为这对于一个年轻勇敢的人来说是合宜的荣耀,通过这种荣耀,他不仅受到尊崇,还会增长体力。
καὶ γὰρ Ὅμηρος τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ
"νώτοισιν"
Αἴαντα ἔφη
"διηνεκέεσσι γεραίρεσθαι,"
ὡς ταύτην οἰκείαν οὖσαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει.
”“非常正确,”他说。
ὀρθότατα, ἔφη.
“那么,我们至少在这些事情上要听从荷马,”我说。
πεισόμεθα ἄρα, ἦν δʼ ἐγώ, ταῦτά γε Ὁμήρῳ.
“因为我们也要在祭祀和所有类似的场合中,只要优秀的人展现出他们的优秀,就用赞歌和我们刚才所说的那些方式来款待他们,此外,还要用‘席位和肉食,以及满盈的杯爵’来款待他们,以便在给他们荣誉的同时,锻炼我们优秀的男女。
καὶ γὰρ ἡμεῖς ἔν τε θυσίαις καὶ τοῖς τοιούτοις πᾶσι τοὺς ἀγαθούς, καθʼ ὅσον ἂν ἀγαθοὶ φαίνωνται, καὶ ὕμνοις καὶ οἷς νυνδὴ ἐλέγομεν τιμήσομεν, πρὸς δὲ τούτοις
"ἕδραις τε καὶ κρέασιν"
"ἰδὲ πλείοις δεπάεσσιν,"
ἵνα ἅμα τῷ τιμᾶν ἀσκῶμεν τοὺς ἀγαθοὺς ἄνδρας τε καὶ γυναῖκας.
”“你说的太好了,”他说。
κάλλιστα, ἔφη, λέγεις.
“好。
εἶεν·
那么,在出征中牺牲的人,如果有谁在赢得名声后死去,难道我们不首先说他属于黄金一代吗?
τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατιᾶς ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ ἆρʼ οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι;
”“最赞成不过了。
πάντων γε μάλιστα.
”