§5.463τί οὖν;
「それではどうだろう。
ἔστι μέν που καὶ ἐν ταῖς ἄλλαις πόλεσιν ἄρχοντές τε καὶ δῆμος, ἔστι δὲ καὶ ἐν ταύτῃ; ἔστι. πολίτας μὲν δὴ πάντες οὗτοι ἀλλήλους προσεροῦσι; πῶς δʼ οὔ; ἀλλὰ πρὸς τῷ πολίτας τί ὁ ἐν ταῖς ἄλλαις δῆμος τοὺς ἄρχοντας προσαγορεύει; ἐν μὲν ταῖς πολλαῖς δεσπότας, ἐν δὲ ταῖς δημοκρατουμέναις αὐτὸ τοὔνομα τοῦτο, ἄρχοντας. τί δʼ ὁ ἐν τῇ ἡμετέρᾳ δῆμος;
他の国家においても支配者たちと民衆がおり、この国家においてもやはりそうではないだろうか」「おります」「彼らはみな、お互いを市民と呼ぶだろうか」「どうして呼ばないことがありましょう」「しかし、『市民』ということに加えて、他の国家の民衆は支配者たちを何と呼んでいるだろうか」「多くの国家では『主人』と、民主制の国家ではまさにこの名前、『支配者』と呼びます」「では、私たちの国家の民衆はどうだろう。
πρὸς τῷ πολίτας τί τοὺς ἄρχοντάς φησιν εἶναι; σωτῆράς τε καὶ ἐπικούρους, ἔφη.
『市民』ということに加えて、支配者たちを何であると言っているだろうか」「『救済者』、そして『援助者』であると言っています」と彼は言った。
τί δʼ οὗτοι τὸν δῆμον; μισθοδότας τε καὶ τροφέας. οἱ δʼ ἐν ταῖς ἄλλαις ἄρχοντες τοὺς δήμους; δούλους, ἔφη.
「では、支配者たちは民衆を何と呼んでいるだろうか」「『給与支払者』、そして『養育者』です」「他の国家の支配者たちは民衆を何と呼んでいるか」「『奴隷』です」と彼は言った。
τί δʼ οἱ ἄρχοντες ἀλλήλους; συνάρχοντας, ἔφη.
「では、支配者たちはお互いを何と呼んでいるか」「『共同支配者』です」と彼は言った。
τί δʼ οἱ ἡμέτεροι; συμφύλακας.
「では、私たちの支配者たちは?
ἔχεις οὖν εἰπεῖν τῶν ἀρχόντων τῶν ἐν ταῖς ἄλλαις πόλεσιν, εἴ τίς τινα ἔχει προσειπεῖν τῶν συναρχόντων τὸν μὲν ὡς οἰκεῖον, τὸν δʼ ὡς ἀλλότριον; καὶ πολλούς γε. οὐκοῦν τὸν μὲν οἰκεῖον ὡς ἑαυτοῦ νομίζει τε καὶ λέγει, τὸν δʼ ἀλλότριον ὡς οὐχ ἑαυτοῦ; οὕτω.
」「『共同守護者』です」「では、他の国家の支配者たちのうち、共同支配者の一人を『身内』として、別の一人を『他人』として呼ぶような者がいるかどうか、言えるだろうか」「確かに、多くの者がそうです」「それゆえ、身内の者は自分自身のものとみなしてそのように語り、他人の者は自分自身のものではないとみなす、ということだね」「その通りです」「では、あなたの国の守護者たちはどうだろう。
τί δὲ οἱ παρὰ σοὶ φύλακες; ἔσθʼ ὅστις αὐτῶν ἔχοι ἂν τῶν συμφυλάκων νομίσαι τινὰ ἢ προσειπεῖν ὡς ἀλλότριον; οὐδαμῶς, ἔφη·
彼らのうち、共同守護者の誰かを他人とみなしたり、他人として呼んだりする者がいるだろうか」「決してありません」と彼は言った。
παντὶ γὰρ ᾧ ἂν ἐντυγχάνῃ, ἢ ὡς ἀδελφῷ ἢ ὡς ἀδελφῇ ἢ ὡς πατρὶ ἢ ὡς μητρὶ ἢ ὑεῖ ἢ θυγατρὶ ἢ τούτων ἐκγόνοις ἢ προγόνοις νομιεῖ ἐντυγχάνειν. κάλλιστα, ἦν δʼ ἐγώ, λέγεις, ἀλλʼ ἔτι καὶ τόδε εἰπέ·
「なぜなら、出会うすべての人について、兄弟、姉妹、父親、母親、息子、娘、あるいは彼らの子孫や祖先に出会っているとみなすだろうからです」「実に素晴らしい答えだ」と私は言った。 「しかし、さらに次のことも言ってほしい。
πότερον αὐτοῖς τὰ ὀνόματα μόνον οἰκεῖα νομοθετήσεις, ἢ καὶ τὰς πράξεις πάσας κατὰ τὰ ὀνόματα πράττειν, περί τε τοὺς πατέρας, ὅσα νόμος περὶ πατέρας αἰδοῦς τε πέρι καὶ κηδεμονίας καὶ τοῦ ὑπήκοον δεῖν εἶναι τῶν γονέων, ἢ μήτε πρὸς θεῶν μήτε πρὸς ἀνθρώπων αὐτῷ ἄμεινον ἔσεσθαι, ὡς οὔτε ὅσια οὔτε δίκαια πράττοντος ἄν, εἰ ἄλλα πράττοι ἢ ταῦτα;
君が彼らのために制定する法律は、ただこうした身内としての名前を唱えさせるだけだろうか、それとも行動のすべてにおいてもそれらの名前に従って振る舞うようにさせるだろうか。 すなわち、父親たちに対して、法が父親について敬意、世話、そして親に従うべき義務に関して定めているすべてのことを行うように。 さもなければ、もしこれらと異なることを行うなら、聖なることも正しいことも行わない者として、神々からも人間からも、彼にとって何一つ良いことはないだろう、ということを。
αὗταί σοι ἢ ἄλλαι φῆμαι ἐξ ἁπάντων τῶν πολιτῶν ὑμνήσουσιν εὐθὺς περὶ τὰ τῶν παίδων ὦτα καὶ περὶ πατέρων, οὓς ἂν αὐτοῖς τις ἀποφήνῃ, καὶ περὶ τῶν ἄλλων συγγενῶν; αὗται, ἔφη·
このような噂が、あるいはこれらとは別のものが、すべての市民の口から、子供たちの耳に向けて、誰かが彼らに父親として指し示す人々について、また他の親族について、ただちに歌い聞かされるべきだろうか」「このようなものです」と彼は言った。
γελοῖον γὰρ ἂν εἴη εἰ ἄνευ ἔργων οἰκεῖα ὀνόματα διὰ τῶν στομάτων μόνον φθέγγοιντο. πασῶν ἄρα πόλεων μάλιστα ἐν αὐτῇ συμφωνήσουσιν ἑνός τινος ἢ εὖ ἢ κακῶς πράττοντος ὃ νυνδὴ ἐλέγομεν τὸ ῥῆμα, τὸ ὅτι τὸ ἐμὸν εὖ πράττει ἢ ὅτι τὸ ἐμὸν κακῶς. ἀληθέστατα αὖ, ἦ δʼ ὅς.
「なぜなら、実際の行動を伴わずに、口先だけで身内としての名前を口にするのは滑稽でしょうから」「それゆえ、あらゆる国家の中で、この国家において最も、誰か一人がうまくやっているか、あるいは悪くやっているときに、先ほど言った言葉、すなわち『私のものがうまくやっている』あるいは『私のものが悪くやっている』という言葉を一致して唱えることになるだろう」「まさにその通りです」と彼は言った。
§5.464οὐκοῦν μετὰ τούτου τοῦ δόγματός τε καὶ ῥήματος ἔφαμεν συνακολουθεῖν τάς τε ἡδονὰς καὶ τὰς λύπας κοινῇ; καὶ ὀρθῶς γε ἔφαμεν. οὐκοῦν μάλιστα τοῦ αὐτοῦ κοινωνήσουσιν ἡμῖν οἱ πολῖται, ὃ δὴ ἐμὸν ὀνομάσουσιν; τούτου δὲ κοινωνοῦντες οὕτω δὴ λύπης τε καὶ ἡδονῆς μάλιστα κοινωνίαν ἕξουσιν; πολύ γε. ἆρʼ οὖν τούτων αἰτία πρὸς τῇ ἄλλῃ καταστάσει ἡ τῶν γυναικῶν τε καὶ παίδων κοινωνία τοῖς φύλαξιν; πολὺ μὲν οὖν μάλιστα, ἔφη.
「それでは、この信念と、そしてこの言葉に伴って、快楽と苦痛が共同で従うと私たちは言ったのではなかったか」「その通り、正しく言いました」「それゆえ、私たちの市民たちは、まさに彼らが『私のもの』と呼ぶ同じものを、最も共有することになるだろうか」「そして、これを共有することによって、このようにしてまさに、苦痛と快楽を最も強く共有することになるだろうか」「大いにそうです」「それでは、他の制度に加えて、守護者たちにおける妻と子供の共有が、これらのことの原因だろうか」「何よりも最たる原因です」と彼は言った。
ἀλλὰ μὴν μέγιστόν γε πόλει αὐτὸ ὡμολογήσαμεν ἀγαθόν, ἀπεικάζοντες εὖ οἰκουμένην πόλιν σώματι πρὸς μέρος αὑτοῦ λύπης τε πέρι καὶ ἡδονῆς ὡς ἔχει. καὶ ὀρθῶς γʼ, ἔφη, ὡμολογήσαμεν.
「だがしかし、私たちは、よく統治されている国家を、その一部が苦痛や快楽を被るときに身体が持つ状態になぞらえて、これこそが国家にとって最大の善であると合意したのだった」「その通り、私たちは正しく合意しました」と彼は言った。
τοῦ μεγίστου ἄρα ἀγαθοῦ τῇ πόλει αἰτία ἡμῖν πέφανται ἡ κοινωνία τοῖς ἐπικούροις τῶν τε παίδων καὶ τῶν γυναικῶν. καὶ μάλʼ, ἔφη.
「それなら、援助者たちにおける子供と妻の共有が、国家にとって最大の善の原因であることが、私たちに明らかになったのだね」「まさにその通りです」と彼は言った。
καὶ μὲν δὴ καὶ τοῖς πρόσθεν γε ὁμολογοῦμεν·
「そして確かに、私たちは先ほどの合意事項とも一致している。
ἔφαμεν γάρ που οὔτε οἰκίας τούτοις ἰδίας δεῖν εἶναι οὔτε γῆν οὔτε τι κτῆμα, ἀλλὰ παρὰ τῶν ἄλλων τροφὴν λαμβάνοντας, μισθὸν τῆς φυλακῆς, κοινῇ πάντας ἀναλίσκειν, εἰ μέλλοιεν ὄντως φύλακες εἶναι. ὀρθῶς, ἔφη.
というのも、彼らには私有の家も土地も、あるいはいかなる財産もあってはならず、他の人々から守護の報酬として養育を受け取り、真の守護者たらんとするならば、全員で共同で消費すべきである、と私たちは言ったからだ」「その通りです」と彼は言った。
ἆρʼ οὖν οὐχ, ὅπερ λέγω, τά τε πρόσθεν εἰρημένα καὶ τὰ νῦν λεγόμενα ἔτι μᾶλλον ἀπεργάζεται αὐτοὺς ἀληθινοὺς φύλακας, καὶ ποιεῖ μὴ διασπᾶν τὴν πόλιν τὸ ἐμὸν ὀνομάζοντας μὴ τὸ αὐτὸ ἀλλʼ ἄλλον ἄλλο, τὸν μὲν εἰς τὴν ἑαυτοῦ οἰκίαν ἕλκοντα ὅτι ἂν δύνηται χωρὶς τῶν ἄλλων κτήσασθαι, τὸν δὲ εἰς τὴν ἑαυτοῦ ἑτέραν οὖσαν, καὶ γυναῖκά τε καὶ παῖδας ἑτέρους, ἡδονάς τε καὶ ἀλγηδόνας ἐμποιοῦντας ἰδίων ὄντων ἰδίας, ἀλλʼ ἑνὶ δόγματι τοῦ οἰκείου πέρι ἐπὶ τὸ αὐτὸ τείνοντας πάντας εἰς τὸ δυνατὸν ὁμοπαθεῖς λύπης τε καὶ ἡδονῆς εἶναι; κομιδῇ μὲν οὖν, ἔφη.
「それなら、私が言うように、以前に述べられたことと現在述べられていることが、彼らをいっそう真の守護者たらしめ、各人が同じものではなく異なるものを『私のもの』と呼ぶことによって国家を引き裂かないようにするのではないだろうか。 ある者は、他の人々とは別に自分が手に入れることができるものを何であれ自分の家に引き込み、またある者は、別のものである自分の家へと、それぞれ別のものである妻や子供を引き込み、私有のものが私有であるために、私的な快楽や苦痛を生じさせる、ということをせず、むしろ身内についての単一の信念によって全員が同じ方向を目指し、可能な限り、苦痛と快楽を等しく感じるようになるのではないだろうか」「全くその通りです」と彼は言った。
τί δέ;
「ではさらにどうだろう。
δίκαι τε καὶ ἐγκλήματα πρὸς ἀλλήλους οὐκ οἰχήσεται ἐξ αὐτῶν ὡς ἔπος εἰπεῖν διὰ τὸ μηδὲν ἴδιον ἐκτῆσθαι πλὴν τὸ σῶμα, τὰ δʼ ἄλλα κοινά;
身体以外には何も私有せず、他はすべて共有していることによって、お互いに対する訴訟や告発も、言うなれば彼らの間から消え去るのではないだろうか。
ὅθεν δὴ ὑπάρχει τούτοις ἀστασιάστοις εἶναι, ὅσα γε διὰ χρημάτων ἢ παίδων καὶ συγγενῶν κτῆσιν ἄνθρωποι στασιάζουσιν; πολλὴ ἀνάγκη, ἔφη, ἀπηλλάχθαι.
まさにそのことから、財産や子供や親族の所有のために人々が引き起こすあらゆる内紛から、彼らが免れているということが存するのではないだろうか」「必然的に、それらから免れているに違いありません」と彼は言った。
καὶ μὴν οὐδὲ βιαίων γε οὐδʼ αἰκίας δίκαι δικαίως ἂν εἶεν ἐν αὐτοῖς·
「そしてさらに、暴行や傷害の訴訟も、彼らの間には当然存在しないだろう。
ἥλιξι μὲν γὰρ ἥλικας ἀμύνεσθαι καλὸν καὶ δίκαιόν που φήσομεν, ἀνάγκην σωμάτων ἐπιμελείᾳ τιθέντες. ὀρθῶς, ἔφη.
なぜなら、同世代の者たちが同世代の者たちから身を守ることは美しく、かつ正しいと私たちは言うだろうし、身体の鍛錬への配慮を義務づけることになるからだ」「その通りです」と彼は言った。