§5.462οὕτω νὴ Δία, ἦ δʼ ὅς.
「ゼウスにかけて、その通りだ」と彼は言った。
ἆρʼ οὖν οὐχ ἥδε ἀρχὴ τῆς ὁμολογίας, ἐρέσθαι ἡμᾶς αὐτοὺς τί ποτε τὸ μέγιστον ἀγαθὸν ἔχομεν εἰπεῖν εἰς πόλεως κατασκευήν, οὗ δεῖ στοχαζόμενον τὸν νομοθέτην τιθέναι τοὺς νόμους, καὶ τί μέγιστον κακόν, εἶτα ἐπισκέψασθαι ἆρα ἃ νυνδὴ διήλθομεν εἰς μὲν τὸ τοῦ ἀγαθοῦ ἴχνος ἡμῖν ἁρμόττει, τῷ δὲ τοῦ κακοῦ ἀναρμοστεῖ;
「それでは、これが合意への出発点ではないだろうか。 すなわち、国家の確立にとって、私たちが最大の善として語り得るものは一体何であるか、立法者はそれを目指して法を制定すべきであるか、また最大の悪とは何であるかを、私たち自身に問いかけること。 その上で、私たちが先ほど詳細に論じた事柄が、その善の足跡に適合し、悪の足跡には適合しないかどうかを吟味すること。
πάντων μάλιστα, ἔφη.
これはどうだろうか」「何よりもその通りです」と彼は言った。
ἔχομεν οὖν τι μεῖζον κακὸν πόλει ἢ ἐκεῖνο ὃ ἂν αὐτὴν διασπᾷ καὶ ποιῇ πολλὰς ἀντὶ μιᾶς;
「では、国家にとって、それを引き裂き、一つの代わりに多くの国家にしてしまうこと以上の大きな悪があるだろうか。
ἢ μεῖζον ἀγαθὸν τοῦ ὃ ἂν συνδῇ τε καὶ ποιῇ μίαν; οὐκ ἔχομεν. οὐκοῦν ἡ μὲν ἡδονῆς τε καὶ λύπης κοινωνία συνδεῖ, ὅταν ὅτι μάλιστα πάντες οἱ πολῖται τῶν αὐτῶν γιγνομένων τε καὶ ἀπολλυμένων παραπλησίως χαίρωσι καὶ λυπῶνται;
あるいは、国家を結びつけ、一つにするもの以上の大きな善があるだろうか」「ありません」「それゆえ、快痛の共有は国家を結びつける。
παντάπασι μὲν οὖν, ἔφη.
それは、すべての市民が、同じ事柄が生起したり消滅したりするのに際して、可能な限り等しく喜び、また悲しむときではないだろうか」「まったくその通りです」と彼は言った。
ἡ δέ γε τῶν τοιούτων ἰδίωσις διαλύει, ὅταν οἱ μὲν περιαλγεῖς, οἱ δὲ περιχαρεῖς γίγνωνται ἐπὶ τοῖς αὐτοῖς παθήμασι τῆς πόλεώς τε καὶ τῶν ἐν τῇ πόλει;
「しかし、これらのような事柄の私有化は国家を分解する。
τί δʼ οὔ; ἆρʼ οὖν ἐκ τοῦδε τὸ τοιόνδε γίγνεται, ὅταν μὴ ἅμα φθέγγωνται ἐν τῇ πόλει τὰ τοιάδε ῥήματα, τό τε ἐμὸν καὶ τὸ οὐκ ἐμόν;
それは、市民の一部が深く苦しみ、他の者が大いに喜ぶとき、国家や国家の中にいる人々の同じ出来事に対して、そうなるときではないだろうか」「どうしてそうでないことがありましょう」「では、このような状態が生じるのは次のようなことから、すなわち、国家の中で『私のもの』『私のものではない』という言葉が同時に語られないときではないだろうか。
καὶ περὶ τοῦ ἀλλοτρίου κατὰ ταὐτά; κομιδῇ μὲν οὖν. ἐν ᾗτινι δὴ πόλει πλεῖστοι ἐπὶ τὸ αὐτὸ κατὰ ταὐτὰ τοῦτο λέγουσι τὸ ἐμὸν καὶ τὸ οὐκ ἐμόν, αὕτη ἄριστα διοικεῖται; πολύ γε. καὶ ἥτις δὴ ἐγγύτατα ἑνὸς ἀνθρώπου ἔχει;
他人のものについても同様に」「全くその通りです」「では、どのような国家であれ、最も多くの者が、同じ事柄に対して、同じように『私のもの』『私のものではない』と言う国家こそが、最もうまく統治されているのではないだろうか」「非常にそうです」「そして、一人の人間に最も近い状態にある国家もそうではないだろうか。
οἷον ὅταν που ἡμῶν δάκτυλός του πληγῇ, πᾶσα ἡ κοινωνία ἡ κατὰ τὸ σῶμα πρὸς τὴν ψυχὴν τεταμένη εἰς μίαν σύνταξιν τὴν τοῦ ἄρχοντος ἐν αὐτῇ ᾔσθετό τε καὶ πᾶσα ἅμα συνήλγησεν μέρους πονήσαντος ὅλη, καὶ οὕτω δὴ λέγομεν ὅτι ὁ ἄνθρωπος τὸν δάκτυλον ἀλγεῖ·
たとえば、私たちの指のどこかが傷ついたとき、肉体に沿って魂へと伸びて統治している一つの組織体系へと繋がっている全協働組織が、その中の指の痛みを察知し、一部が痛んでいるときに全体が同時に共に痛む。 そしてこのようにして私たちは、人間が指を痛がっていると言う。
καὶ περὶ ἄλλου ὁτουοῦν τῶν τοῦ ἀνθρώπου ὁ αὐτὸς λόγος, περί τε λύπης πονοῦντος μέρους καὶ περὶ ἡδονῆς ῥαΐζοντος; ὁ αὐτὸς γάρ, ἔφη·
また人間の他のいかなる部分についても、痛んでいる部分の苦痛についても、和らいでいる快楽についても、同じ議論が成り立つのではないだろうか」「同じです」と彼は言った。
καὶ τοῦτο ὃ ἐρωτᾷς, τοῦ τοιούτου ἐγγύτατα ἡ ἄριστα πολιτευομένη πόλις οἰκεῖ. ἑνὸς δὴ οἶμαι πάσχοντος τῶν πολιτῶν ὁτιοῦν ἢ ἀγαθὸν ἢ κακὸν ἡ τοιαύτη πόλις μάλιστά τε φήσει ἑαυτῆς εἶναι τὸ πάσχον, καὶ ἢ συνησθήσεται ἅπασα ἢ συλλυπήσεται. ἀνάγκη, ἔφη, τήν γε εὔνομον.
「そして君が尋ねている、最もうまく統治されている国家は、このような状態に最も近い形で営まれています」「それゆえ、思うに、市民の一人が何か善いこと、あるいは悪いことを被るとき、そのような国家は最も強く、その被っているものは自分自身のものであると言い、全体が共に喜ぶか、あるいは共に悲しむだろう」「秩序ある国家なら必然的にそうです」と彼は言った。
ὥρα ἂν εἴη, ἦν δʼ ἐγώ, ἐπανιέναι ἡμῖν ἐπὶ τὴν ἡμετέραν πόλιν, καὶ τὰ τοῦ λόγου ὁμολογήματα σκοπεῖν ἐν αὐτῇ, εἰ αὐτὴ μάλιστʼ ἔχει εἴτε καὶ ἄλλη τις μᾶλλον.
「では、私たちが自分たちの国家へと戻り、議論における合意事項がその国家において見出されるか、あるいはそれとも他のいかなる国家がよりそれを持っているかを吟味すべき時だろう」と私は言った。
οὐκοῦν χρή, ἔφη.
「その通りにすべきです」と彼は言った。