Humanitext Reader

柏拉图 · 理想国 §5.463-5.464

理想城邦的人际关系与废除私有以消除内讧

第 75 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和格劳孔对比了理想城邦与其他城邦中人际关系的差异,论证了彻底实行亲属关系以及共有“我的”这一词语会带来最大的善。他们指出,通过消除私有财产和私有家庭,内讧和诉讼也将随之消失。

§5.463τί οὖν;
“那么怎么样?
ἔστι μέν που καὶ ἐν ταῖς ἄλλαις πόλεσιν ἄρχοντές τε καὶ δῆμος, ἔστι δὲ καὶ ἐν ταύτῃ;
在其他城邦里也有统治者和人民,而在我们这个城邦里也有,是不是?
ἔστι.
”“是的。
πολίτας μὲν δὴ πάντες οὗτοι ἀλλήλους προσεροῦσι;
”“所有这些人都会称呼彼此为公民吗?
πῶς δʼ οὔ;
”“怎么会不呢?
ἀλλὰ πρὸς τῷ πολίτας τί ὁ ἐν ταῖς ἄλλαις δῆμος τοὺς ἄρχοντας προσαγορεύει;
”“但是,除了称呼他们为‘公民’之外,其他城邦的人民又称呼他们的统治者为什么?
ἐν μὲν ταῖς πολλαῖς δεσπότας, ἐν δὲ ταῖς δημοκρατουμέναις αὐτὸ τοὔνομα τοῦτο, ἄρχοντας.
”“在大多数城邦中称‘主人’,而在民主政体的城邦中则正是这个名字,‘统治者’。
τί δʼ ὁ ἐν τῇ ἡμετέρᾳ δῆμος;
”“那么我们城邦的人民呢?
πρὸς τῷ πολίτας τί τοὺς ἄρχοντάς φησιν εἶναι;
除了称呼他们为‘公民’之外,他们说统治者是什么?
σωτῆράς τε καὶ ἐπικούρους, ἔφη.
” “‘救星’和‘助手’,”他说。
τί δʼ οὗτοι τὸν δῆμον;
“而这些统治者又称人民为什么呢?
μισθοδότας τε καὶ τροφέας.
”“‘雇主’和‘养育者’。
οἱ δʼ ἐν ταῖς ἄλλαις ἄρχοντες τοὺς δήμους;
”“其他城邦的统治者又称人民为什么?
δούλους, ἔφη.
”“‘奴隶’,”他说。
τί δʼ οἱ ἄρχοντες ἀλλήλους;
“统治者之间又如何彼此称呼?
συνάρχοντας, ἔφη.
”“‘同事’,”他说。
τί δʼ οἱ ἡμέτεροι;
“而我们的统治者呢?
συμφύλακας.
”“‘同僚护卫者’。
ἔχεις οὖν εἰπεῖν τῶν ἀρχόντων τῶν ἐν ταῖς ἄλλαις πόλεσιν, εἴ τίς τινα ἔχει προσειπεῖν τῶν συναρχόντων τὸν μὲν ὡς οἰκεῖον, τὸν δʼ ὡς ἀλλότριον;
”“那么,你能否说,在其他城邦的统治者中,有没有人会把某些同事称作‘自己人’,而把另一些称作‘外人’?
καὶ πολλούς γε.
”“确实有,而且很多。
οὐκοῦν τὸν μὲν οἰκεῖον ὡς ἑαυτοῦ νομίζει τε καὶ λέγει, τὸν δʼ ἀλλότριον ὡς οὐχ ἑαυτοῦ;
”“因此,他把‘自己人’看作并称为属于自己的,而把‘外人’看作不属于自己的,对吗?
οὕτω.
”“是的。
τί δὲ οἱ παρὰ σοὶ φύλακες;
”“那么,你那里的护卫者们呢?
ἔσθʼ ὅστις αὐτῶν ἔχοι ἂν τῶν συμφυλάκων νομίσαι τινὰ ἢ προσειπεῖν ὡς ἀλλότριον;
他们当中有谁会把同僚护卫者中的某个人看作或称呼为‘外人’吗?
οὐδαμῶς, ἔφη·
”“绝不可能,”他说,“因为无论他遇到谁,他都会认为自己遇到的是兄弟、姐妹、父亲、母亲、儿子、女儿,或是他们的后代或长辈。
παντὶ γὰρ ᾧ ἂν ἐντυγχάνῃ, ἢ ὡς ἀδελφῷ ἢ ὡς ἀδελφῇ ἢ ὡς πατρὶ ἢ ὡς μητρὶ ἢ ὑεῖ ἢ θυγατρὶ ἢ τούτων ἐκγόνοις ἢ προγόνοις νομιεῖ ἐντυγχάνειν. κάλλιστα, ἦν δʼ ἐγώ, λέγεις, ἀλλʼ ἔτι καὶ τόδε εἰπέ·
”“说得极好,”我说,“但请再告诉我这一点:你为他们制定的法律,是仅仅规定这些亲属的称呼呢,还是规定他们必须按照这些称呼去履行所有的行动?
πότερον αὐτοῖς τὰ ὀνόματα μόνον οἰκεῖα νομοθετήσεις, ἢ καὶ τὰς πράξεις πάσας κατὰ τὰ ὀνόματα πράττειν, περί τε τοὺς πατέρας, ὅσα νόμος περὶ πατέρας αἰδοῦς τε πέρι καὶ κηδεμονίας καὶ τοῦ ὑπήκοον δεῖν εἶναι τῶν γονέων, ἢ μήτε πρὸς θεῶν μήτε πρὸς ἀνθρώπων αὐτῷ ἄμεινον ἔσεσθαι, ὡς οὔτε ὅσια οὔτε δίκαια πράττοντος ἄν, εἰ ἄλλα πράττοι ἢ ταῦτα;
特别是对待父亲们,凡是法律规定对待父亲所应有的敬畏、关怀以及必须顺从父母的义务,否则,如果他做了这些以外的事,无论在神面前还是在人面前,都不会有任何好处,因为他所做的事既不神圣也不公正。
αὗταί σοι ἢ ἄλλαι φῆμαι ἐξ ἁπάντων τῶν πολιτῶν ὑμνήσουσιν εὐθὺς περὶ τὰ τῶν παίδων ὦτα καὶ περὶ πατέρων, οὓς ἂν αὐτοῖς τις ἀποφήνῃ, καὶ περὶ τῶν ἄλλων συγγενῶν;
这种言论,或者其他言论,会由所有的公民,在孩子们耳边,针对有人向他们指出的那些父亲以及其他亲属,立即传颂开来吗?
αὗται, ἔφη· γελοῖον γὰρ ἂν εἴη εἰ ἄνευ ἔργων οἰκεῖα ὀνόματα διὰ τῶν στομάτων μόνον φθέγγοιντο.
” “正是这些,”他说,“因为如果口头上只说出亲近的称呼,却没有实际的行为,那就太可笑了。
πασῶν ἄρα πόλεων μάλιστα ἐν αὐτῇ συμφωνήσουσιν ἑνός τινος ἢ εὖ ἢ κακῶς πράττοντος ὃ νυνδὴ ἐλέγομεν τὸ ῥῆμα, τὸ ὅτι τὸ ἐμὸν εὖ πράττει ἢ ὅτι τὸ ἐμὸν κακῶς.
”“因此,在所有城邦中,最在这个城邦里,当任何一个人过得好或坏时,人们会一致说出我们刚才说的那句话,即‘我的过得好’或‘我的过得坏’?
ἀληθέστατα αὖ, ἦ δʼ ὅς.
”“确实最真实不过,”他说。
§5.464οὐκοῦν μετὰ τούτου τοῦ δόγματός τε καὶ ῥήματος ἔφαμεν συνακολουθεῖν τάς τε ἡδονὰς καὶ τὰς λύπας κοινῇ;
“那么,难道我们没有说过,伴随着这种信念和这句话,快乐与痛苦也共同随之而来吗?
καὶ ὀρθῶς γε ἔφαμεν.
”“我们说得很对。
οὐκοῦν μάλιστα τοῦ αὐτοῦ κοινωνήσουσιν ἡμῖν οἱ πολῖται, ὃ δὴ ἐμὸν ὀνομάσουσιν;
”“那么,我们的公民难道不会最共享同样的事物,也就是他们称为‘我的’的那种东西吗?
τούτου δὲ κοινωνοῦντες οὕτω δὴ λύπης τε καὶ ἡδονῆς μάλιστα κοινωνίαν ἕξουσιν;
”“而通过共享这一事物,他们难道不会以此方式最共享痛苦与快乐吗?
πολύ γε.
”“极其如此。
ἆρʼ οὖν τούτων αἰτία πρὸς τῇ ἄλλῃ καταστάσει ἡ τῶν γυναικῶν τε καὶ παίδων κοινωνία τοῖς φύλαξιν;
”“那么,除了其他的建制之外,护卫者之间妻子和孩子的共有,是这些现象的原因吗?
πολὺ μὲν οὖν μάλιστα, ἔφη.
”“绝对是最主要的原因,”他说。
ἀλλὰ μὴν μέγιστόν γε πόλει αὐτὸ ὡμολογήσαμεν ἀγαθόν, ἀπεικάζοντες εὖ οἰκουμένην πόλιν σώματι πρὸς μέρος αὑτοῦ λύπης τε πέρι καὶ ἡδονῆς ὡς ἔχει.
“然而,我们曾同意,这是城邦的最大善,我们将一个治理良好的城邦,比作一个身体在对待其某个部分的痛苦和快乐时所呈现的状态。
καὶ ὀρθῶς γʼ, ἔφη, ὡμολογήσαμεν.
”“我们同意得很对,”他说。
τοῦ μεγίστου ἄρα ἀγαθοῦ τῇ πόλει αἰτία ἡμῖν πέφανται ἡ κοινωνία τοῖς ἐπικούροις τῶν τε παίδων καὶ τῶν γυναικῶν.
“那么,助手们当中孩子和妻子的共有,已向我们显明为城邦最大善的原因。
καὶ μάλʼ, ἔφη.
”“确实如此,”他说。
καὶ μὲν δὴ καὶ τοῖς πρόσθεν γε ὁμολογοῦμεν· ἔφαμεν γάρ που οὔτε οἰκίας τούτοις ἰδίας δεῖν εἶναι οὔτε γῆν οὔτε τι κτῆμα, ἀλλὰ παρὰ τῶν ἄλλων τροφὴν λαμβάνοντας, μισθὸν τῆς φυλακῆς, κοινῇ πάντας ἀναλίσκειν, εἰ μέλλοιεν ὄντως φύλακες εἶναι.
“而且我们也确实与之前的意见相一致;因为我们曾在某个地方说过,他们不应当有私人的房屋、土地,或者任何财产,而是要从其他人那里接受抚养作为护卫的报酬,大家共同消费,如果他们要成为真正的护卫者的话。
ὀρθῶς, ἔφη.
”“对,”他说。
ἆρʼ οὖν οὐχ, ὅπερ λέγω, τά τε πρόσθεν εἰρημένα καὶ τὰ νῦν λεγόμενα ἔτι μᾶλλον ἀπεργάζεται αὐτοὺς ἀληθινοὺς φύλακας, καὶ ποιεῖ μὴ διασπᾶν τὴν πόλιν τὸ ἐμὸν ὀνομάζοντας μὴ τὸ αὐτὸ ἀλλʼ ἄλλον ἄλλο, τὸν μὲν εἰς τὴν ἑαυτοῦ οἰκίαν ἕλκοντα ὅτι ἂν δύνηται χωρὶς τῶν ἄλλων κτήσασθαι, τὸν δὲ εἰς τὴν ἑαυτοῦ ἑτέραν οὖσαν, καὶ γυναῖκά τε καὶ παῖδας ἑτέρους, ἡδονάς τε καὶ ἀλγηδόνας ἐμποιοῦντας ἰδίων ὄντων ἰδίας, ἀλλʼ ἑνὶ δόγματι τοῦ οἰκείου πέρι ἐπὶ τὸ αὐτὸ τείνοντας πάντας εἰς τὸ δυνατὸν ὁμοπαθεῖς λύπης τε καὶ ἡδονῆς εἶναι;
“那么,正如我所说,此前所说的和现在所说的,难道不会使他们更加成为真正的护卫者,使他们不至于因为把不同的东西而不是同一件东西称为‘我的’而分裂城邦吗? 而不是一个人把凡是自己能得到的财产都拉到自己的私宅中,不顾他人,而另一个人拉到自己另一个不同的私宅中,有着不同的妻子和不同的孩子,因私有财产而产生私有的快乐和痛苦——相反,通过对什么是‘自己人’持有单一的信念,大家向着同一目标努力,在可能范围内,同样感受着痛苦和快乐?
κομιδῇ μὲν οὖν, ἔφη.
”“完全是这样,”他说。
τί δέ;
“还有这个呢?
δίκαι τε καὶ ἐγκλήματα πρὸς ἀλλήλους οὐκ οἰχήσεται ἐξ αὐτῶν ὡς ἔπος εἰπεῖν διὰ τὸ μηδὲν ἴδιον ἐκτῆσθαι πλὴν τὸ σῶμα, τὰ δʼ ἄλλα κοινά;
彼此之间的诉讼和指控难道不会在他们之中几乎消失吗? 因为除了身体之外,他们没有任何私有财产,其余的一切都是共有的。
ὅθεν δὴ ὑπάρχει τούτοις ἀστασιάστοις εἶναι, ὅσα γε διὰ χρημάτων ἢ παίδων καὶ συγγενῶν κτῆσιν ἄνθρωποι στασιάζουσιν;
由此,他们不就可以免于内讧,免于人们因财产、孩子和亲属的占有而引起的一切内讧吗?
πολλὴ ἀνάγκη, ἔφη, ἀπηλλάχθαι.
”“必然是彻底免除了,”他说。
καὶ μὴν οὐδὲ βιαίων γε οὐδʼ αἰκίας δίκαι δικαίως ἂν εἶεν ἐν αὐτοῖς·
“确实,关于暴力或人身伤害的诉讼也绝不应该在他们中存在。
ἥλιξι μὲν γὰρ ἥλικας ἀμύνεσθαι καλὸν καὶ δίκαιόν που φήσομεν, ἀνάγκην σωμάτων ἐπιμελείᾳ τιθέντες.
因为我们会说,同辈之间抗御同辈是高尚且公正的,这会迫使他们注重锻炼身体。
ὀρθῶς, ἔφη.
”“对,”他说。

词汇与语法注释

  1. 463dἢ καὶ τὰς πράξεις πάσας κατὰ τὰ ὀνόματα πράττειν — ἢ 之后的不定式 πράττειν,可以理解为前面 νομοθετήσεις(制定法律)的宾语,或者理解为在此省去了由立法语境暗示的表示命令或必要的动词(如 κελεύσεις 或 δεῖν)。
  2. 464bσώματι πρὸς μέρος αὑτοῦ λύπης τε πέρι καὶ ἡδονῆς ὡς ἔχει — ὡς ἔχει 是一个间接疑问从句,意思是“(身体)对待其某个部分的痛苦和快乐时处于何种状态”。它修饰前面的与格 σώματι(身体),用以解释城邦与身体之间的类比,即整体共有部分的体验。
  3. 464cτὸν μὲν εἰς τὴν ἑαυτοῦ οἰκίαν ἕλκοντα — 宾格冠词和分词 τὸν μὲν ... ἕλκοντα 以及接下来的 τὸν δὲ ...,作为前文否定不定式短语 μὴ διασπᾶν τὴν πόλιν ... 的逻辑主语 φύλακας(或代名词 αὐτούς)的同位语说明,具体解释了他们可能分裂城邦的方式(“一个把……拉入,另一个把……拉入”)。

引用这一段

柏拉图, 理想国 §5.463-5.464. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.463-5.464

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。