Humanitext Reader

柏拉图 · 理想国 §5.462

城邦的统合为最大善与苦乐与共

第 74 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和格劳孔一致认为,城邦最大的善是团结一致,最大的恶是分裂,并论证说治理得最好的城邦是公民共享快乐与痛苦、对同一事物以同样的方式称之为“我的”与“非我的”城邦。

§5.462οὕτω νὴ Δία, ἦ δʼ ὅς.
“凭宙斯发誓,确实如此,”他说。
ἆρʼ οὖν οὐχ ἥδε ἀρχὴ τῆς ὁμολογίας, ἐρέσθαι ἡμᾶς αὐτοὺς τί ποτε τὸ μέγιστον ἀγαθὸν ἔχομεν εἰπεῖν εἰς πόλεως κατασκευήν, οὗ δεῖ στοχαζόμενον τὸν νομοθέτην τιθέναι τοὺς νόμους, καὶ τί μέγιστον κακόν, εἶτα ἐπισκέψασθαι ἆρα ἃ νυνδὴ διήλθομεν εἰς μὲν τὸ τοῦ ἀγαθοῦ ἴχνος ἡμῖν ἁρμόττει, τῷ δὲ τοῦ κακοῦ ἀναρμοστεῖ;
“那么,这难道不是我们达成一致的起点吗? 即我们自己问自己:我们所能说出的有利于城邦建设的最大善是什么,立法者在制定法律时必须以此为目标,而最大的恶又是什么? 然后,考察我们刚才所叙述的一切,是否符合善的足迹,而不符合恶的足迹?
πάντων μάλιστα, ἔφη.
” “最确实不过,”他说。
ἔχομεν οὖν τι μεῖζον κακὸν πόλει ἢ ἐκεῖνο ὃ ἂν αὐτὴν διασπᾷ καὶ ποιῇ πολλὰς ἀντὶ μιᾶς;
“那么,对于一个城邦来说,还有比那分裂它、使其由一变多的东西更大的恶吗?
ἢ μεῖζον ἀγαθὸν τοῦ ὃ ἂν συνδῇ τε καὶ ποιῇ μίαν;
或者有比那结合它、使其合而为一的东西更大的善吗?
οὐκ ἔχομεν.
” “没有。
οὐκοῦν ἡ μὲν ἡδονῆς τε καὶ λύπης κοινωνία συνδεῖ, ὅταν ὅτι μάλιστα πάντες οἱ πολῖται τῶν αὐτῶν γιγνομένων τε καὶ ἀπολλυμένων παραπλησίως χαίρωσι καὶ λυπῶνται;
” “因此,当尽可能所有的公民对同样的事情的发生和消亡都感到类似的欣喜和悲伤时,快乐与痛苦的共有难道不就把城邦结合在一起了吗?
παντάπασι μὲν οὖν, ἔφη.
” “完全如此,”他说。
ἡ δέ γε τῶν τοιούτων ἰδίωσις διαλύει, ὅταν οἱ μὲν περιαλγεῖς, οἱ δὲ περιχαρεῖς γίγνωνται ἐπὶ τοῖς αὐτοῖς παθήμασι τῆς πόλεώς τε καὶ τῶν ἐν τῇ πόλει;
“然而,当一些人因城邦和城邦中人的同一遭遇而极度痛苦,而另一些人却极其快乐时,这种对上述事情的私有化难道不就瓦解了城邦吗?
τί δʼ οὔ;
” “怎么会不呢?
ἆρʼ οὖν ἐκ τοῦδε τὸ τοιόνδε γίγνεται, ὅταν μὴ ἅμα φθέγγωνται ἐν τῇ πόλει τὰ τοιάδε ῥήματα, τό τε ἐμὸν καὶ τὸ οὐκ ἐμόν;
” “那么,这种现象的产生是不是因为:在城邦中没有同时说出‘我的’和‘非我的’这样的话?
καὶ περὶ τοῦ ἀλλοτρίου κατὰ ταὐτά;
对于别人的东西也同样如此?
κομιδῇ μὲν οὖν.
” “完全是这样。
ἐν ᾗτινι δὴ πόλει πλεῖστοι ἐπὶ τὸ αὐτὸ κατὰ ταὐτὰ τοῦτο λέγουσι τὸ ἐμὸν καὶ τὸ οὐκ ἐμόν, αὕτη ἄριστα διοικεῖται;
” “在哪个城邦里,最多的人对同一事物以同样的方式说‘我的’和‘非我的’,这个城邦不就是治理得最好的吗?
πολύ γε.
” “好得多。
καὶ ἥτις δὴ ἐγγύτατα ἑνὸς ἀνθρώπου ἔχει;
” “而且,哪个城邦最接近一个人的状态?
οἷον ὅταν που ἡμῶν δάκτυλός του πληγῇ, πᾶσα ἡ κοινωνία ἡ κατὰ τὸ σῶμα πρὸς τὴν ψυχὴν τεταμένη εἰς μίαν σύνταξιν τὴν τοῦ ἄρχοντος ἐν αὐτῇ ᾔσθετό τε καὶ πᾶσα ἅμα συνήλγησεν μέρους πονήσαντος ὅλη, καὶ οὕτω δὴ λέγομεν ὅτι ὁ ἄνθρωπος τὸν δάκτυλον ἀλγεῖ·
就像是,我想,当我们中某个人的手指被撞击时,整个身体的公共系统——它向着灵魂延伸,进入其中支配部分的单一协调系统—— 感觉到了,并且在某个部分疼痛时,整个身体都同时感到疼痛,于是我们就说:这个人手指疼。
καὶ περὶ ἄλλου ὁτουοῦν τῶν τοῦ ἀνθρώπου ὁ αὐτὸς λόγος, περί τε λύπης πονοῦντος μέρους καὶ περὶ ἡδονῆς ῥαΐζοντος;
对于人的任何其他部分,无论关于痛苦的部分,还是恢复快乐的部分,难道不也是同样的道理吗?
ὁ αὐτὸς γάρ, ἔφη· καὶ τοῦτο ὃ ἐρωτᾷς, τοῦ τοιούτου ἐγγύτατα ἡ ἄριστα πολιτευομένη πόλις οἰκεῖ.
” “确实一样,”他说,“而治理得最好的城邦,其运作最接近于这种状态。
ἑνὸς δὴ οἶμαι πάσχοντος τῶν πολιτῶν ὁτιοῦν ἢ ἀγαθὸν ἢ κακὸν ἡ τοιαύτη πόλις μάλιστά τε φήσει ἑαυτῆς εἶναι τὸ πάσχον, καὶ ἢ συνησθήσεται ἅπασα ἢ συλλυπήσεται.
” “因此,我想,当公民中的任何一个遭遇任何事情,无论是好是坏,这样的城邦最会说,那遭遇是它自己的,且整个城邦要么同喜,要么同忧。
ἀνάγκη, ἔφη, τήν γε εὔνομον.
” “对于一个法治清明的城邦来说,这是必然的,”他说。
ὥρα ἂν εἴη, ἦν δʼ ἐγώ, ἐπανιέναι ἡμῖν ἐπὶ τὴν ἡμετέραν πόλιν, καὶ τὰ τοῦ λόγου ὁμολογήματα σκοπεῖν ἐν αὐτῇ, εἰ αὐτὴ μάλιστʼ ἔχει εἴτε καὶ ἄλλη τις μᾶλλον.
“那么,”我说,“该是我们回到我们自己的城邦,去考察我们的讨论在其中达成共识,看看是它最具备这些,还是其他某个城邦更具备了。
οὐκοῦν χρή, ἔφη.
” “确实应该如此,”他说。

词汇与语法注释

  1. 462aοὗ δεῖ στοχαζόμενον τὸν νομοθέτην τιθέναι τοὺς νόμους — 关系代词 οὗ(中性单数属格,先行词是 τὸ μέγιστον ἀγαθόν)是分词 στοχαζόμενον 的宾语(该分词要求属格),意为“以此为目标”。τὸν νομοθέτην 是不定词 τιθέναι 的主格(逻辑主语),而 τοὺς νόμους 是其直接宾语。
  2. 462cπᾶσα ἡ κοινωνία ἡ κατὰ τὸ σῶμα πρὸς τὴν ψυχὴν τεταμένη εἰς μίαν σύνταξιν τὴν τοῦ ἄρχοντος ἐν αὐτῇ ᾔσθετό τε καὶ πᾶσα ἅμα συνήλγησεν — 在长主语从句 πᾶσα ἡ κοινωνία...τεταμένη 中,短语 πρὸς τὴν ψυχὴν 意为“向着灵魂”,而 εἰς μίαν σύνταξιν τὴν τοῦ ἄρχοντος ἐν αὐτῇ 意为“进入其中支配部分的单一协调系统”,描述了肉体与灵魂的紧密协调。主要动词是 ᾔσθετο 和 συνήλγησεν。
  3. 462dὅτι ὁ ἄνθρωπος τὸν δάκτυλον ἀλγεῖ — 在由 ὅτι 引导的名词性从句中,τὸν δάκτυλον 是“受影响部分的宾格”(或关系宾格),直译为“人在手指方面感到疼痛”。

引用这一段

柏拉图, 理想国 §5.462. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.462

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。