§5.459παντάπασι μὲν οὖν. πῶς οὖν δὴ ὠφελιμώτατοι ἔσονται;
「全くその通りです」「それでは、どのようにして彼らが最も有益になるのだろうか。
τόδε μοι λέγε, ὦ Γλαύκων·
グラウコン、私に次のように言ってくれ。
ὁρῶ γάρ σου ἐν τῇ οἰκίᾳ καὶ κύνας θηρευτικοὺς καὶ τῶν γενναίων ὀρνίθων μάλα συχνούς·
私は君の家に、猟犬や多くの高貴な鳥たちがいるのを目にしている。
ἆρʼ οὖν, ὦ πρὸς Διός, προσέσχηκάς τι τοῖς τούτων γάμοις τε καὶ παιδοποιίᾳ; τὸ ποῖον; ἔφη.
それなら、ゼウスにかけて、君は彼らの交配や繁殖に何か注意を払ったことがあるかね」「どのようなことですか」と彼は言った。
πρῶτον μὲν αὐτῶν τούτων, καίπερ ὄντων γενναίων, ἆρʼ οὐκ εἰσί τινες καὶ γίγνονται ἄριστοι; εἰσίν. πότερον οὖν ἐξ ἁπάντων ὁμοίως γεννᾷς, ἢ προθυμῇ ὅτι μάλιστα ἐκ τῶν ἀρίστων; ἐκ τῶν ἀρίστων. τί δʼ; ἐκ τῶν νεωτάτων ἢ ἐκ τῶν γεραιτάτων ἢ ἐξ ἀκμαζόντων ὅτι μάλιστα; ἐξ ἀκμαζόντων. καὶ ἂν μὴ οὕτω γεννᾶται, πολύ σοι ἡγῇ χεῖρον ἔσεσθαι τό τε τῶν ὀρνίθων καὶ τὸ τῶν κυνῶν γένος; ἔγωγʼ, ἔφη.
「まず、これら自体が高貴な血統であるにもかかわらず、その中にも特に優れたものが存在し、また生まれるのではないかね」「存在します」「それでは、君はすべての個体から一様に繁殖させるかね、それとも可能な限り最も優れた個体から繁殖させるよう努めるかね」「最も優れた個体からです」「では、最も若い個体からかね、それとも最も年老いた個体からかね、あるいは可能な限り全盛期にある個体からかね」「全盛期にある個体からです」「アンド、もしそのように繁殖させなければ、君は鳥や犬の血統がはるかに劣ったものになると考えるかね」「私はそう思います」と彼は言った。
τί δὲ ἵππων οἴει, ἦν δʼ ἐγώ, καὶ τῶν ἄλλων ζῴων;
「では、馬や他の動物についてはどう思うかね」と私は言った。
ἦ ἄλλῃ πῃ ἔχειν; ἄτοπον μεντἄν, ἦ δʼ ὅς, εἴη.
「まさか異なるようになっているとでも思うかね」「もしそうでなければ、まことに奇妙なことでしょう」と彼は言った。
βαβαῖ, ἦν δʼ ἐγώ, ὦ φίλε ἑταῖρε, ὡς ἄρα σφόδρα ἡμῖν δεῖ ἄκρων εἶναι τῶν ἀρχόντων, εἴπερ καὶ περὶ τὸ τῶν ἀνθρώπων γένος ὡσαύτως ἔχει. ἀλλὰ μὲν δὴ ἔχει, ἔφη·
「おやまあ」と私は言った。 「親愛なる友よ、もし人間の種族についても同様であるならば、私たちの支配者たちは実にきわめて優秀でなければならないのだね」「確かにその通りです」と彼は言った。
ἀλλὰ τί δή; ὅτι ἀνάγκη αὐτοῖς, ἦν δʼ ἐγώ, φαρμάκοις πολλοῖς χρῆσθαι.
「しかし、それはどういうことですか」「なぜなら、彼らは多くの薬を使う必要があるからだ」と私は言った。
ἰατρὸν δέ που μὴ δεομένοις μὲν σώμασι φαρμάκων, ἀλλὰ διαίτῃ ἐθελόντων ὑπακούειν, καὶ φαυλότερον ἐξαρκεῖν ἡγούμεθα εἶναι·
「薬を必要とせず、むしろ進んで養生法に従おうとする肉体に対しては、私たちはより凡庸な医者でも十分であると考える。
ὅταν δὲ δὴ καὶ φαρμακεύειν δέῃ, ἴσμεν ὅτι ἀνδρειοτέρου δεῖ τοῦ ἰατροῦ. ἀληθῆ·
しかし、どうしても薬を投与しなければならないときには、より勇敢な医者が必要であることを私たちは知っている」「その通りです。
ἀλλὰ πρὸς τί λέγεις; πρὸς τόδε, ἦν δʼ ἐγώ·
しかし、それを何に関連して言っているのですか」「次のことに関連してだ」と私は言った。
συχνῷ τῷ ψεύδει καὶ τῇ ἀπάτῃ κινδυνεύει ἡμῖν δεήσειν χρῆσθαι τοὺς ἄρχοντας ἐπʼ ὠφελίᾳ τῶν ἀρχομένων.
「支配者たちは、被支配者たちの利益のために、多くの偽りや欺きを用いる必要に迫られるに違いない。
ἔφαμεν δέ που ἐν φαρμάκου εἴδει πάντα τὰ τοιαῦτα χρήσιμα εἶναι. καὶ ὀρθῶς γε, ἔφη.
そして、そのようなものはすべて薬の一種として有用であると、私たちは以前どこかで言っていたね」「その通りであり、正しく言われていました」と彼は言った。
ἐν τοῖς γάμοις τοίνυν καὶ παιδοποιίαις ἔοικε τὸ ὀρθὸν τοῦτο γίγνεσθαι οὐκ ἐλάχιστον. πῶς δή; δεῖ μέν, εἶπον, ἐκ τῶν ὡμολογημένων τοὺς ἀρίστους ταῖς ἀρίσταις συγγίγνεσθαι ὡς πλειστάκις, τοὺς δὲ φαυλοτάτους ταῖς φαυλοτάταις τοὐναντίον, καὶ τῶν μὲν τὰ ἔκγονα τρέφειν, τῶν δὲ μή, εἰ μέλλει τὸ ποίμνιον ὅτι ἀκρότατον εἶναι, καὶ ταῦτα πάντα γιγνόμενα λανθάνειν πλὴν αὐτοὺς τοὺς ἄρχοντας, εἰ αὖ ἡ ἀγέλη τῶν φυλάκων ὅτι μάλιστα ἀστασίαστος ἔσται. ὀρθότατα, ἔφη.
「それなら、結婚と出産において、この正しいやり方が少なからず行われるべきであると思われる」「どのようにですか」「私たちが合意したことに基づけば」と私は言った。 「最も優れた男性は、最も優れた女性とできるだけ頻繁に交わるべきであり、一方で最も劣った男性は、最も劣った女性とその反対にするべきである。 そして、前者の子供は育てるべきであるが、後者の子供は育てるべきではない。 もし群れが極めて優秀な状態を維持しようとするならばね。 そして、これらのことが行われるにあたっては、守護者たちの群れが可能な限り内紛を起こさないようにするために、支配者たち自身を除いて、すべて秘密にされていなければならない」「極めて正しいです」と彼は言った。
§5.460οὐκοῦν δὴ ἑορταί τινες νομοθετητέαι ἐν αἷς συνάξομεν τάς τε νύμφας καὶ τοὺς νυμφίους καὶ θυσίαι, καὶ ὕμνοι ποιητέοι τοῖς ἡμετέροις ποιηταῖς πρέποντες τοῖς γιγνομένοις γάμοις·
「それゆえ、私たちは花嫁と花婿を一つに集めるためのいくつかの祝祭を法として定めるべきであり、そこでは犠牲式や、私たちの詩人たちによって、行われる結婚にふさわしい賛歌が作られるべきである。
τὸ δὲ πλῆθος τῶν γάμων ἐπὶ τοῖς ἄρχουσι ποιήσομεν, ἵνʼ ὡς μάλιστα διασῴζωσι τὸν αὐτὸν ἀριθμὸν τῶν ἀνδρῶν, πρὸς πολέμους τε καὶ νόσους καὶ πάντα τὰ τοιαῦτα ἀποσκοποῦντες, καὶ μήτε μεγάλη ἡμῖν ἡ πόλις κατὰ τὸ δυνατὸν μήτε σμικρὰ γίγνηται. ὀρθῶς, ἔφη.
そして、結婚の数は支配者たちに委ねることにしよう。 それは、彼らが戦争や疫病、その他すべてのそのようなことを考慮に入れつつ、可能な限り男性たちの同等の数を維持するためであり、私たちの国家が可能な限り大きくも小さくもならないようにするためである」「正しいです」と彼は言った。
κλῆροι δή τινες οἶμαι ποιητέοι κομψοί, ὥστε τὸν φαῦλον ἐκεῖνον αἰτιᾶσθαι ἐφʼ ἑκάστης συνέρξεως τύχην ἀλλὰ μὴ τοὺς ἄρχοντας. καὶ μάλα, ἔφη.
「それゆえ、不満を持つ者が、その都度の結合において、支配者たちではなく運命を非難するように、いくつかの巧妙な抽選を行うべきであると思う」「まさにその通りです」と彼は言った。
καὶ τοῖς ἀγαθοῖς γέ που τῶν νέων ἐν πολέμῳ ἢ ἄλλοθί που γέρα δοτέον καὶ ἆθλα ἄλλα τε καὶ ἀφθονεστέρα ἡ ἐξουσία τῆς τῶν γυναικῶν συγκοιμήσεως, ἵνα καὶ ἅμα μετὰ προφάσεως ὡς πλεῖστοι τῶν παίδων ἐκ τῶν τοιούτων σπείρωνται.
「そして、若者の中で戦争や他の場所で優秀であった者たちには、他の様々な特権や賞、そして何よりも女性たちと共寝するより豊かな権利を与えるべきである。
ὀρθῶς. οὐκοῦν καὶ τὰ ἀεὶ γιγνόμενα ἔκγονα παραλαμβάνουσαι αἱ ἐπὶ τούτων ἐφεστηκυῖαι ἀρχαὶ εἴτε ἀνδρῶν εἴτε γυναικῶν εἴτε ἀμφότερα—κοιναὶ μὲν γάρ που καὶ ἀρχαὶ γυναιξί τε καὶ ἀνδράσιν— ναί.
それは、同時にそのような口実のもとで、可能な限り多くの子供たちが、そのような者たちから種を蒔かれるようにするためである」「正しいです」「それゆえ、常に生まれてくる子供たちを、これらの任務の上に置かれた、男性あるいは女性、もしくはその両方の役人たちが引き取ることになる。
τὰ μὲν δὴ τῶν ἀγαθῶν, δοκῶ, λαβοῦσαι εἰς τὸν σηκὸν οἴσουσιν παρά τινας τροφοὺς χωρὶς οἰκούσας ἔν τινι μέρει τῆς πόλεως·
なぜなら、役職は女性と男性に共通のものだからね」「そうです」「そして、彼らは優れた者たちの子供を引き取ると、国家のある区画に別個に住む何人かの養育係のもとに、養育所へと運んでいだろう。
τὰ δὲ τῶν χειρόνων, καὶ ἐάν τι τῶν ἑτέρων ἀνάπηρον γίγνηται, ἐν ἀπορρήτῳ τε καὶ ἀδήλῳ κατακρύψουσιν ὡς πρέπει. εἴπερ μέλλει, ἔφη, καθαρὸν τὸ γένος τῶν φυλάκων ἔσεσθαι.
これに対して、より劣った者たちの子供や、他の者たちから生まれた場合でも奇形児が生まれた場合には、しかるべき方法で、秘密の、人目に触れない場所に隠すことになる」「もし守護者たちの血統が純粋なものであり続けようとするならば、その通りです」と彼は言った。
οὐκοῦν καὶ τροφῆς οὗτοι ἐπιμελήσονται τάς τε μητέρας ἐπὶ τὸν σηκὸν ἄγοντες ὅταν σπαργῶσι, πᾶσαν μηχανὴν μηχανώμενοι ὅπως μηδεμία τὸ αὑτῆς αἰσθήσεται, καὶ ἄλλας γάλα ἐχούσας ἐκπορίζοντες, ἐὰν μὴ αὐταὶ ἱκαναὶ ὦσι, καὶ αὐτῶν τούτων ἐπιμελήσονται ὅπως μέτριον χρόνον θηλάσονται, ἀγρυπνίας δὲ καὶ τὸν ἄλλον πόνον τίτθαις τε καὶ τροφοῖς παραδώσουσιν; πολλὴν ῥᾳστώνην, ἔφη, λέγεις τῆς παιδοποιίας ταῖς τῶν φυλάκων γυναιξίν.
「そして、彼らは養育にも配慮し、母親たちの乳が張っているときに彼女たちを養育所に連れて行くが、自分の子供を誰一人として認識できないように、あらゆる手立てを講じる。 そして、母親たち自身に十分な乳が出ない場合には、他の授乳できる女性たちを調達する。 また、彼女たちが適度な時間だけ授乳するように配慮し、夜回りをすることや他の苦労は乳母や養育係に委ねることになる」「守護者たちの妻たちにとって、出産をたいへん容易なものにされますね」と彼は言った。
πρέπει γάρ, ἦν δʼ ἐγώ.
「なぜなら、そうあるべきだからだ」と私は言った。
τὸ δʼ ἐφεξῆς διέλθωμεν ὃ προυθέμεθα.
「それでは、私たちが提案した次のことを説明しよう。
ἔφαμεν γὰρ δὴ ἐξ ἀκμαζόντων δεῖν τὰ ἔκγονα γίγνεσθαι. ἀληθῆ. ἆρʼ οὖν σοι συνδοκεῖ μέτριος χρόνος ἀκμῆς τὰ εἴκοσι ἔτη γυναικί, ἀνδρὶ δὲ τὰ τριάκοντα; τὰ ποῖα αὐτῶν; ἔφη.
私たちは、最盛期にある者たちから子供が生まれるべきだと言っていたね」「その通りです」「それなら、女性にとっては二十年、男性にとっては三十年が、最盛期の適度な期間であると君も同意するかね」「それらのうち、どの期間ですか」と彼は言った。
γυναικὶ μέν, ἦν δʼ ἐγώ, ἀρξαμένῃ ἀπὸ εἰκοσιέτιδος μέχρι τετταρακονταέτιδος τίκτειν τῇ πόλει·
「女性にとっては」と私は言った。 「二十歳から始まって四十歳まで、国家のために子供を産むこと。
ἀνδρὶ δέ, ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκονταέτους.
そして男性にとっては、全力疾走の最も鋭い最盛期を過ぎてから、その後五十五歳まで、国家のために子供をもうけることだ」