§5.459παντάπασι μὲν οὖν.
“完全如此。
πῶς οὖν δὴ ὠφελιμώτατοι ἔσονται;
” “那么,他们将如何变得最有利呢?
τόδε μοι λέγε, ὦ Γλαύκων· ὁρῶ γάρ σου ἐν τῇ οἰκίᾳ καὶ κύνας θηρευτικοὺς καὶ τῶν γενναίων ὀρνίθων μάλα συχνούς·
告诉我这件事,格劳孔:因为我在你家里看到了猎犬和许多高贵的鸟类。
ἆρʼ οὖν, ὦ πρὸς Διός, προσέσχηκάς τι τοῖς τούτων γάμοις τε καὶ παιδοποιίᾳ;
那么,奉宙斯之名,你对它们的交配和繁殖有什么注意吗?
τὸ ποῖον;
” “哪一方面呢?
ἔφη.
”他说。
πρῶτον μὲν αὐτῶν τούτων, καίπερ ὄντων γενναίων, ἆρʼ οὐκ εἰσί τινες καὶ γίγνονται ἄριστοι;
“首先,在这些动物本身中,虽然它们都是高贵的,但难道没有一些是特别优秀且生来最好的吗?
εἰσίν.
” “有的。
πότερον οὖν ἐξ ἁπάντων ὁμοίως γεννᾷς, ἢ προθυμῇ ὅτι μάλιστα ἐκ τῶν ἀρίστων;
” “那么,你是从所有个体中同样地繁殖,还是尽可能努力只从最好的个体中繁殖?
ἐκ τῶν ἀρίστων.
” “从最好的中。
τί δʼ;
” “那么年龄呢?
ἐκ τῶν νεωτάτων ἢ ἐκ τῶν γεραιτάτων ἢ ἐξ ἀκμαζόντων ὅτι μάλιστα;
是从最年轻的、最年老的,还是尽可能从那些处于全盛期的个体中繁殖?
ἐξ ἀκμαζόντων.
” “从全盛期的中。
καὶ ἂν μὴ οὕτω γεννᾶται, πολύ σοι ἡγῇ χεῖρον ἔσεσθαι τό τε τῶν ὀρνίθων καὶ τὸ τῶν κυνῶν γένος;
” “如果不这样繁殖,你是否认为你的鸟类和犬类的品种会变得糟糕得多?
ἔγωγʼ, ἔφη.
” “我认为是的,”他说。
τί δὲ ἵππων οἴει, ἦν δʼ ἐγώ, καὶ τῶν ἄλλων ζῴων;
“那么马和其他动物呢?
ἦ ἄλλῃ πῃ ἔχειν;
”我说,“难道也是这样吗?
ἄτοπον μεντἄν, ἦ δʼ ὅς, εἴη.
” “如果不是这样,”他说,“那就太奇怪了。
βαβαῖ, ἦν δʼ ἐγώ, ὦ φίλε ἑταῖρε, ὡς ἄρα σφόδρα ἡμῖν δεῖ ἄκρων εἶναι τῶν ἀρχόντων, εἴπερ καὶ περὶ τὸ τῶν ἀνθρώπων γένος ὡσαύτως ἔχει.
” “天啊! ”我说,“亲爱的伙伴,如果人类的情况也是这样,那么我们的统治者必须是多么极其优秀的人啊。
ἀλλὰ μὲν δὴ ἔχει, ἔφη· ἀλλὰ τί δή;
” “确实如此,”他说,“但你为什么这么说呢?
ὅτι ἀνάγκη αὐτοῖς, ἦν δʼ ἐγώ, φαρμάκοις πολλοῖς χρῆσθαι.
” “因为他们必须使用许多药物,”我说。
ἰατρὸν δέ που μὴ δεομένοις μὲν σώμασι φαρμάκων, ἀλλὰ διαίτῃ ἐθελόντων ὑπακούειν, καὶ φαυλότερον ἐξαρκεῖν ἡγούμεθα εἶναι· ὅταν δὲ δὴ καὶ φαρμακεύειν δέῃ, ἴσμεν ὅτι ἀνδρειοτέρου δεῖ τοῦ ἰατροῦ.
“我们认为,对于不需要药物、而是愿意听从养生法支配的身体,即使是一个更普通的医生也足够了;但是当确实需要用药时,我们知道需要一个更勇敢的医生。
ἀληθῆ· ἀλλὰ πρὸς τί λέγεις;
” “对,但你这是针对什么说的?
πρὸς τόδε, ἦν δʼ ἐγώ· συχνῷ τῷ ψεύδει καὶ τῇ ἀπάτῃ κινδυνεύει ἡμῖν δεήσειν χρῆσθαι τοὺς ἄρχοντας ἐπʼ ὠφελίᾳ τῶν ἀρχομένων.
” “针对这一点,”我说:“我们的统治者很可能需要经常使用虚伪和欺骗,以谋求被统治者的利益。
ἔφαμεν δέ που ἐν φαρμάκου εἴδει πάντα τὰ τοιαῦτα χρήσιμα εἶναι.
我们以前在某个地方说过,所有这类事情作为一种药物都是有用的。
καὶ ὀρθῶς γε, ἔφη.
” “确实,那是正确的,”他说。
ἐν τοῖς γάμοις τοίνυν καὶ παιδοποιίαις ἔοικε τὸ ὀρθὸν τοῦτο γίγνεσθαι οὐκ ἐλάχιστον.
“那么,在婚姻和生育中,这种正确的方法似乎也应用得不少。
πῶς δή;
” “那是怎么回事?
δεῖ μέν, εἶπον, ἐκ τῶν ὡμολογημένων τοὺς ἀρίστους ταῖς ἀρίσταις συγγίγνεσθαι ὡς πλειστάκις, τοὺς δὲ φαυλοτάτους ταῖς φαυλοτάταις τοὐναντίον, καὶ τῶν μὲν τὰ ἔκγονα τρέφειν, τῶν δὲ μή, εἰ μέλλει τὸ ποίμνιον ὅτι ἀκρότατον εἶναι, καὶ ταῦτα πάντα γιγνόμενα λανθάνειν πλὴν αὐτοὺς τοὺς ἄρχοντας, εἰ αὖ ἡ ἀγέλη τῶν φυλάκων ὅτι μάλιστα ἀστασίαστος ἔσται.
” “根据我们达成的一致意见,”我说,“最优秀的男人必须尽可能频繁地与最优秀的女人结合,而最差的男人则相反,与最差的女人结合。 前者的后代必须抚养,而后者的后代则不能抚养,如果我们要让这群羊保持在最优秀的水平;而这一切事情的进行,除了统治者本身之外,必须对所有人保密,这样才能使守护者的群体尽可能免于内讧。
ὀρθότατα, ἔφη.
” “最正确不过了,”他说。
§5.460οὐκοῦν δὴ ἑορταί τινες νομοθετητέαι ἐν αἷς συνάξομεν τάς τε νύμφας καὶ τοὺς νυμφίους καὶ θυσίαι, καὶ ὕμνοι ποιητέοι τοῖς ἡμετέροις ποιηταῖς πρέποντες τοῖς γιγνομένοις γάμοις·
“因此,必须通过立法制定某些节日,在这些节日里我们将把新娘和新郎聚集在一起,还要举行祭祀,并且我们的诗人要创作适合所举行婚礼的赞歌。
τὸ δὲ πλῆθος τῶν γάμων ἐπὶ τοῖς ἄρχουσι ποιήσομεν, ἵνʼ ὡς μάλιστα διασῴζωσι τὸν αὐτὸν ἀριθμὸν τῶν ἀνδρῶν, πρὸς πολέμους τε καὶ νόσους καὶ πάντα τὰ τοιαῦτα ἀποσκοποῦντες, καὶ μήτε μεγάλη ἡμῖν ἡ πόλις κατὰ τὸ δυνατὸν μήτε σμικρὰ γίγνηται.
至于婚礼的数量,我们将交由统治者决定,以便他们能尽可能保持相同数量的男子,同时考虑到战争、疾病和所有这类事情,使我们的城邦在可能范围内既不变得太大也不变得太小。
ὀρθῶς, ἔφη.
” “正确,”他说。
κλῆροι δή τινες οἶμαι ποιητέοι κομψοί, ὥστε τὸν φαῦλον ἐκεῖνον αἰτιᾶσθαι ἐφʼ ἑκάστης συνέρξεως τύχην ἀλλὰ μὴ τοὺς ἄρχοντας.
“我想,必须制作某种巧妙的签,以便那个在每次结合中没有抽中好签的劣等男人可以去责怪运气,而不是统治者。
καὶ μάλα, ἔφη.
” “确实如此,”他说。
καὶ τοῖς ἀγαθοῖς γέ που τῶν νέων ἐν πολέμῳ ἢ ἄλλοθί που γέρα δοτέον καὶ ἆθλα ἄλλα τε καὶ ἀφθονεστέρα ἡ ἐξουσία τῆς τῶν γυναικῶν συγκοιμήσεως, ἵνα καὶ ἅμα μετὰ προφάσεως ὡς πλεῖστοι τῶν παίδων ἐκ τῶν τοιούτων σπείρωνται.
“而且,对于年轻人在战争中或其他地方表现优秀的,应该给予奖赏和其他奖品,尤其是更宽裕的与女人共寝的许可,以便同时以此为借口,让尽可能多的孩子从这样的人身上繁衍下来。
ὀρθῶς.
” “正确。
οὐκοῦν καὶ τὰ ἀεὶ γιγνόμενα ἔκγονα παραλαμβάνουσαι αἱ ἐπὶ τούτων ἐφεστηκυῖαι ἀρχαὶ εἴτε ἀνδρῶν εἴτε γυναικῶν εἴτε ἀμφότερα—κοιναὶ μὲν γάρ που καὶ ἀρχαὶ γυναιξί τε καὶ ἀνδράσιν— ναί.
” “那么,负责这些事务的官职人员,无论是男是女还是男女皆有——因为公职确实是由女人和男人共同承担的——” “是的。
τὰ μὲν δὴ τῶν ἀγαθῶν, δοκῶ, λαβοῦσαι εἰς τὸν σηκὸν οἴσουσιν παρά τινας τροφοὺς χωρὶς οἰκούσας ἔν τινι μέρει τῆς πόλεως· τὰ δὲ τῶν χειρόνων, καὶ ἐάν τι τῶν ἑτέρων ἀνάπηρον γίγνηται, ἐν ἀπορρήτῳ τε καὶ ἀδήλῳ κατακρύψουσιν ὡς πρέπει.
” “我想,他们会把优秀者的后代带到育婴所,交给在城邦某处单独居住的某些保姆;而最差者的后代,以及其他任何人如果生下来有残疾,他们会按照合适的方式,把他们隐藏在不可说且不为人知的秘密地方。
εἴπερ μέλλει, ἔφη, καθαρὸν τὸ γένος τῶν φυλάκων ἔσεσθαι.
” “如果守护者的种族要保持纯洁的话,确实应该这样,”他说。
οὐκοῦν καὶ τροφῆς οὗτοι ἐπιμελήσονται τάς τε μητέρας ἐπὶ τὸν σηκὸν ἄγοντες ὅταν σπαργῶσι, πᾶσαν μηχανὴν μηχανώμενοι ὅπως μηδεμία τὸ αὑτῆς αἰσθήσεται, καὶ ἄλλας γάλα ἐχούσας ἐκπορίζοντες, ἐὰν μὴ αὐταὶ ἱκαναὶ ὦσι, καὶ αὐτῶν τούτων ἐπιμελήσονται ὅπως μέτριον χρόνον θηλάσονται, ἀγρυπνίας δὲ καὶ τὸν ἄλλον πόνον τίτθαις τε καὶ τροφοῖς παραδώσουσιν;
“这些官员也负责抚养,当母亲们的乳房胀满时,把她们带到育婴所,采用一切办法,使得没有一个母亲能认出自己的孩子。 如果她们自己不够,就寻找其他有奶水的女人。 她们也会照顾这些母亲,确保她们哺乳的时间适度,而把守夜和其他的劳苦工作交给乳母和保姆。
πολλὴν ῥᾳστώνην, ἔφη, λέγεις τῆς παιδοποιίας ταῖς τῶν φυλάκων γυναιξίν.
” “对守护者的妻子们来说,”他说,“你让生育变得非常轻松啊。
πρέπει γάρ, ἦν δʼ ἐγώ.
” “因为这是应该的,”我说。
τὸ δʼ ἐφεξῆς διέλθωμεν ὃ προυθέμεθα.
“下面我们来讨论一下我们提出过的下一件事。
ἔφαμεν γὰρ δὴ ἐξ ἀκμαζόντων δεῖν τὰ ἔκγονα γίγνεσθαι.
我们确实说过,后代应该由处于全盛期的人来生育。
ἀληθῆ.
” “对。
ἆρʼ οὖν σοι συνδοκεῖ μέτριος χρόνος ἀκμῆς τὰ εἴκοσι ἔτη γυναικί, ἀνδρὶ δὲ τὰ τριάκοντα;
” “那么,对女人来说二十年,对男人来说三十年,你是否也认为这是处于全盛期的适度时间?
τὰ ποῖα αὐτῶν;
” “这各自是指哪段期间?
ἔφη.
”他说。
γυναικὶ μέν, ἦν δʼ ἐγώ, ἀρξαμένῃ ἀπὸ εἰκοσιέτιδος μέχρι τετταρακονταέτιδος τίκτειν τῇ πόλει· ἀνδρὶ δέ, ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκονταέτους.
“对女人来说,”我说,“从二十岁开始直到四十岁,为城邦生育孩子;而对男人来说,在度过全力奔跑最锐利的黄金时期之后,从那时起直到五十五岁,为城邦生育孩子。 ”