§4.444παντάπασιν, ἦ δʼ ὅς, ὦ Σώκρατες, ἀληθῆ λέγεις.
「まったくその通り、ソクラテス、君の言うことは真実だ」と彼は言った。
εἶεν, ἦν δʼ ἐγώ·
「よろしい」と私は言った。
τὸν μὲν δίκαιον καὶ ἄνδρα καὶ πόλιν καὶ δικαιοσύνην, ὃ τυγχάνει ἐν αὐτοῖς ὄν, εἰ φαῖμεν ηὑρηκέναι, οὐκ ἂν πάνυ τι οἶμαι δόξαιμεν ψεύδεσθαι. μὰ Δία οὐ μέντοι, ἔφη.
「それでは、正しい男と正しい国家、そしてそれらの中にある正義を、我々が発見したと主張するならば、我々はまったく嘘を言っているとは思われないだろう」「ゼウスにかけて、決してそうは思われません」と彼は言った。
φῶμεν ἄρα; φῶμεν. ἔστω δή, ἦν δʼ ἐγώ·
「それでは、そのように主張しようか」「主張しましょう」「では、そういうことにしておこう」と私は言った。
μετὰ γὰρ τοῦτο σκεπτέον οἶμαι ἀδικίαν. δῆλον. οὐκοῦν στάσιν τινὰ αὖ τριῶν ὄντων τούτων δεῖ αὐτὴν εἶναι καὶ πολυπραγμοσύνην καὶ ἀλλοτριοπραγμοσύνην καὶ ἐπανάστασιν μέρους τινὸς τῷ ὅλῳ τῆς ψυχῆς, ἵνʼ ἄρχῃ ἐν αὐτῇ οὐ προσῆκον, ἀλλὰ τοιούτου ὄντος φύσει οἵου πρέπειν αὐτῷ δουλεύειν, τῷ δʼ οὐ δουλεύειν ἀρχικοῦ γένους ὄντι;
「なぜなら、この後は不正について考察せねばならないと思うからだ」「明らかです」「そうすると、この三つの部分の間の、ある種の闘争、すなわち、他管干渉や他人の仕事への介入、そして、ふさわしくないのに魂の中で支配しようとする、全体に対するある部分の反乱が不正でなければならないのではないかね。
τοιαῦτʼ ἄττα οἶμαι φήσομεν καὶ τὴν τούτων ταραχὴν καὶ πλάνην εἶναι τήν τε ἀδικίαν καὶ ἀκολασίαν καὶ δειλίαν καὶ ἀμαθίαν καὶ συλλήβδην πᾶσαν κακίαν. αὐτὰ μὲν οὖν ταῦτα, ἔφη.
しかも、その支配しようとする部分は、本性上奴隷として仕えるのがふさわしいようなものであるのに対して、仕えるべきでない他方の部分は支配する血統のものであるというのに」「これら三つの部分のこのような混乱と迷走こそが、不正であり、放縦であり、卑怯であり、無知であり、一言で言えばすべての悪徳である、と我々は言うのではないかと思う」「まさにそれらのことです」と彼は言った。
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ τὸ ἄδικα πράττειν καὶ τὸ ἀδικεῖν καὶ αὖ τὸ δίκαια ποιεῖν, ταῦτα πάντα τυγχάνει ὄντα κατάδηλα ἤδη σαφῶς, εἴπερ καὶ ἡ ἀδικία τε καὶ δικαιοσύνη;
「それでは」と私は言った。
πῶς δή;
「不正なことを行うこと、不正を働くこと、そして逆に正しいことを行うこと、これらすべては、不正と正義が明らかであるならば、すでに明確に分かっているのではないかね」「どういうことですか」「なぜなら」と私は言った。
ὅτι, ἦν δʼ ἐγώ, τυγχάνει οὐδὲν διαφέροντα τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν, ὡς ἐκεῖνα ἐν σώματι, ταῦτα ἐν ψυχῇ. πῇ; ἔφη.
「それらは健康的なものや不健康なものと少しも異ならず、それらが身体におけるものであるように、これらは魂におけるものだからだ」「どのようにですか」と彼は言った。
τὰ μέν που ὑγιεινὰ ὑγίειαν ἐμποιεῖ, τὰ δὲ νοσώδη νόσον. ναί. οὐκοῦν καὶ τὸ μὲν δίκαια πράττειν δικαιοσύνην ἐμποιεῖ, τὸ δʼ ἄδικα ἀδικίαν; ἀνάγκη. ἔστι δὲ τὸ μὲν ὑγίειαν ποιεῖν τὰ ἐν τῷ σώματι κατὰ φύσιν καθιστάναι κρατεῖν τε καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων, τὸ δὲ νόσον παρὰ φύσιν ἄρχειν τε καὶ ἄρχεσθαι ἄλλο ὑπʼ ἄλλου. ἔστι γάρ.
「健康的なものは健康を生み出し、不健康なものは病気を生み出すのだろう」「はい」「そうすると、正しいことを行うことは正義を生み出し、不正なことを行うことは不正を生み出すのではないかね」「必然的にそうです」「そして、健康を作り出すこととは、身体の中にあるものを、自然に従って互いに支配し支配されるように配置することであり、病気を作り出すこととは、自然に反して一方が他方によって支配し支配されるようにすることだ」「確かにそうです」「それでは逆に」と私は言った。
οὐκοῦν αὖ, ἔφην, τὸ δικαιοσύνην ἐμποιεῖν τὰ ἐν τῇ ψυχῇ κατὰ φύσιν καθιστάναι κρατεῖν τε καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων, τὸ δὲ ἀδικίαν παρὰ φύσιν ἄρχειν τε καὶ ἄρχεσθαι ἄλλο ὑπʼ ἄλλου; κομιδῇ, ἔφη.
「正義を生み出すこととは、魂の中にあるものを、自然に従って互いに支配し支配されるように配置することであり、不正を生み出すこととは、自然に反して一方が他方によって支配し支配されるようにすることではないかね」「まったくその通りです」と彼は言った。
ἀρετὴ μὲν ἄρα, ὡς ἔοικεν, ὑγίειά τέ τις ἂν εἴη καὶ κάλλος καὶ εὐεξία ψυχῆς, κακία δὲ νόσος τε καὶ αἶσχος καὶ ἀσθένεια. ἔστιν οὕτω. ἆρʼ οὖν οὐ καὶ τὰ μὲν καλὰ ἐπιτηδεύματα εἰς ἀρετῆς κτῆσιν φέρει, τὰ δʼ αἰσχρὰ εἰς κακίας; ἀνάγκη. §4.445τὸ δὴ λοιπὸν ἤδη, ὡς ἔοικεν, ἡμῖν ἐστι σκέψασθαι πότερον αὖ λυσιτελεῖ δίκαιά τε πράττειν καὶ καλὰ ἐπιτηδεύειν καὶ εἶναι δίκαιον, ἐάντε λανθάνῃ ἐάντε μὴ τοιοῦτος ὤν, ἢ ἀδικεῖν τε καὶ ἄδικον εἶναι, ἐάνπερ μὴ διδῷ δίκην μηδὲ βελτίων γίγνηται κολαζόμενος.
「そうすると、徳とは、どうやら魂のある種の健康であり、美であり、健全な状態であるのに対して、悪徳は病気であり、醜さであり、弱さであるようだ」「その通りです」「それなら、美しい行いは徳の獲得へと導き、醜い行いは悪徳へと導くのではないかね」「必然的にそうです」「それでは、どうやら我々にとって残されているのは、正しいことを行い、美しいことを実践し、正しい人間であることが、たとえそのような者であることが世間に知られずにいようとも、それとも知られようとも、やはり利益になるのか、それとも、たとえ罰を受けず、懲らしめられて改善されることもないとしても、不正を行い、不正な人間であることが利益になるのか、ということを今や考察することだ」「しかしソクラテス」と彼は言った。
ἀλλʼ, ἔφη, ὦ Σώκρατες, γελοῖον ἔμοιγε φαίνεται τὸ σκέμμα γίγνεσθαι ἤδη, εἰ τοῦ μὲν σώματος τῆς φύσεως διαφθειρομένης δοκεῖ οὐ βιωτὸν εἶναι οὐδὲ μετὰ πάντων σιτίων τε καὶ ποτῶν καὶ παντὸς πλούτου καὶ πάσης ἀρχῆς, τῆς δὲ αὐτοῦ τούτου ᾧ ζῶμεν φύσεως ταραττομένης καὶ διαφθειρομένης βιωτὸν ἄρα ἔσται, ἐάνπερ τις ποιῇ ὃ ἂν βουληθῇ ἄλλο πλὴν τοῦτο ὁπόθεν κακίας μὲν καὶ ἀδικίας ἀπαλλαγήσεται, δικαιοσύνην δὲ καὶ ἀρετὴν κτήσεται, ἐπειδήπερ ἐφάνη γε ὄντα ἑκάτερα οἷα ἡμεῖς διεληλύθαμεν.
「身体の自然が台無しになるとき、あらゆる食べ物や飲み物、すべての富やあらゆる支配権を手にしていようとも生きるに値しないと思われるのに、我々がそれによって生きているまさにそのものの自然が攪乱され、台無しになるときに、もし人が悪徳や不正から免れて正義や徳を獲得すること以外なら、自分の望むどんなことでも行うのだとしても、果たして生きるに値するだろうか、という問いを立てること自体、私にはすでに滑稽に思われます。
γελοῖον γάρ, ἦν δʼ ἐγώ·
両者のそれぞれが、我々の説明した通りのものであることが明らかになった以上は」「確かに滑稽だね」と私は言った。
ἀλλʼ ὅμως ἐπείπερ ἐνταῦθα ἐληλύθαμεν, ὅσον οἷόν τε σαφέστατα κατιδεῖν ὅτι ταῦτα οὕτως ἔχει οὐ χρὴ ἀποκάμνειν. ἥκιστα, νὴ τὸν Δία, ἔφη, πάντων ἀποκμητέον.
「しかしそれでも、我々はこの点にまで達したのだから、これらがその通りであることをできる限り最も明確に見届けることに、疲れ果てて投げ出してはならない」「ゼウスにかけて、何よりも投げ出してはなりません」と彼は言った。
δεῦρό νυν, ἦν δʼ ἐγώ, ἵνα καὶ ἴδῃς ὅσα καὶ εἴδη ἔχει ἡ κακία, ὡς ἐμοὶ δοκεῖ, ἅ γε δὴ καὶ ἄξια θέας.
「それでは、こちらへ来たまえ」と私は言った。
ἕπομαι, ἔφη·
「悪徳が私の見るところどれほど多くの形をとるのか、しかも実に一見に値するようなものを、君もまた見られるようにね」「ついていきます」と彼は言った。
μόνον λέγε.
「ただ話してください」「実のところ」と私は言った。
καὶ μήν, ἦν δʼ ἐγώ, ὥσπερ ἀπὸ σκοπιᾶς μοι φαίνεται, ἐπειδὴ ἐνταῦθα ἀναβεβήκαμεν τοῦ λόγου, ἓν μὲν εἶναι εἶδος τῆς ἀρετῆς, ἄπειρα δὲ τῆς κακίας, τέτταρα δʼ ἐν αὐτοῖς ἄττα ὧν καὶ ἄξιον ἐπιμνησθῆναι. πῶς λέγεις; ἔφη.
「あたかも物見櫓から見渡すかのように、我々が議論のこの高みに登ってみると、徳の形は一つであるのに対して、悪徳の形は無数であり、その中には言及するに値するものが四つほどある、と私には思われるのだ」「どういうことですか」と彼は言った。
ὅσοι, ἦν δʼ ἐγώ, πολιτειῶν τρόποι εἰσὶν εἴδη ἔχοντες, τοσοῦτοι κινδυνεύουσι καὶ ψυχῆς τρόποι εἶναι.
「国家のあり方のうちで、特定の形を持つものがどれほどあるか、それとちょうど同じだけの魂のあり方が存在する可能性が高いのだ」と私は言った。
πόσοι δή; πέντε μέν, ἦν δʼ ἐγώ, πολιτειῶν, πέντε δὲ ψυχῆς.
「では、どれほどあるのですか」「国家のあり方は五つ」と私は言った。
λέγε, ἔφη, τίνες.
「そして魂のあり方も五つだ」「それが何であるか言ってください」と彼は言った。
λέγω, εἶπον, ὅτι εἷς μὲν οὗτος ὃν ἡμεῖς διεληλύθαμεν πολιτείας εἴη ἂν τρόπος, ἐπονομασθείη δʼ ἂν καὶ διχῇ·
「私は言おう」と私は言った。 「我々が説明してきたこの国家のあり方が、その一つのタイプとなるだろう。 しかし、これには二つの名前が与えられうる。
ἐγγενομένου μὲν γὰρ ἀνδρὸς ἑνὸς ἐν τοῖς ἄρχουσι διαφέροντος βασιλεία ἂν κληθείη, πλειόνων δὲ ἀριστοκρατία. ἀληθῆ, ἔφη.
というのも、支配者たちの中に傑出した一人の男が現れるならば君主制と呼ばれるだろうし、複数の者が現れるならば貴族制と呼ばれるだろうからだ」「その通りです」と彼は言った。
τοῦτο μὲν τοίνυν, ἦν δʼ ἐγώ, ἓν εἶδος λέγω·
「それなら、これを一つの形と呼ぼう」と私は言った。
οὔτε γὰρ ἂν πλείους οὔτε εἷς ἐγγενόμενοι κινήσειεν ἂν τῶν ἀξίων λόγου νόμων τῆς πόλεως, τροφῇ τε καὶ παιδείᾳ χρησάμενος ᾗ διήλθομεν. οὐ γὰρ εἰκός, ἔφη.
「というのも、一人の者が現れようと、複数の者が現れようと、我々の説明した育成と教育を施されるならば、国家の言及に値する法律を改変することはないだろうからだ」「確かに、その恐れはありませんね」と彼は言った。