§4.444παντάπασιν, ἦ δʼ ὅς, ὦ Σώκρατες, ἀληθῆ λέγεις.
“完全正确,苏格拉底,你说的是真话。 ”他说。
εἶεν, ἦν δʼ ἐγώ· τὸν μὲν δίκαιον καὶ ἄνδρα καὶ πόλιν καὶ δικαιοσύνην, ὃ τυγχάνει ἐν αὐτοῖς ὄν, εἰ φαῖμεν ηὑρηκέναι, οὐκ ἂν πάνυ τι οἶμαι δόξαιμεν ψεύδεσθαι.
“很好,”我说,“如果我们说我们已经找到了正义的人、正义的城邦,以及存在于它们之中的正义,我想我们绝不会被认为是在说谎。
μὰ Δία οὐ μέντοι, ἔφη.
” “凭宙斯起誓,确实不会。 ”他说。
φῶμεν ἄρα;
“那么我们这样说吗?
φῶμεν.
” “这样说吧。
ἔστω δή, ἦν δʼ ἐγώ· μετὰ γὰρ τοῦτο σκεπτέον οἶμαι ἀδικίαν.
” “那就这样定了吧,”我说,“因为在这之后,我想我们必须考察不正义。
δῆλον.
” “这很明显。
οὐκοῦν στάσιν τινὰ αὖ τριῶν ὄντων τούτων δεῖ αὐτὴν εἶναι καὶ πολυπραγμοσύνην καὶ ἀλλοτριοπραγμοσύνην καὶ ἐπανάστασιν μέρους τινὸς τῷ ὅλῳ τῆς ψυχῆς, ἵνʼ ἄρχῃ ἐν αὐτῇ οὐ προσῆκον, ἀλλὰ τοιούτου ὄντος φύσει οἵου πρέπειν αὐτῷ δουλεύειν, τῷ δʼ οὐ δουλεύειν ἀρχικοῦ γένους ὄντι;
” “那么,不正义反过来必定是这三个部分之间的某种内讧、多管闲事、干涉他人事务,以及某个部分对整个灵魂的叛乱,以便在不当统治时在其中进行统治。 然而,这个试图统治的部分在本性上是应当服从的,而那个不应当服从的部分则是属于统治阶层的?
τοιαῦτʼ ἄττα οἶμαι φήσομεν καὶ τὴν τούτων ταραχὴν καὶ πλάνην εἶναι τήν τε ἀδικίαν καὶ ἀκολασίαν καὶ δειλίαν καὶ ἀμαθίαν καὶ συλλήβδην πᾶσαν κακίαν.
” “我想我们会说,这些事情以及这些部分的混乱和迷误,就是不正义、放纵、怯懦、无知,总而言之,是一切邪恶。
αὐτὰ μὲν οὖν ταῦτα, ἔφη.
” “确乎正是这些。 ”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ τὸ ἄδικα πράττειν καὶ τὸ ἀδικεῖν καὶ αὖ τὸ δίκαια ποιεῖν, ταῦτα πάντα τυγχάνει ὄντα κατάδηλα ἤδη σαφῶς, εἴπερ καὶ ἡ ἀδικία τε καὶ δικαιοσύνη;
“那么,”我说,“做不正义的事、行不义,以及反过来做正义的事,如果不正义和正义也已经明确了,所有这些事情不就都已经清清楚楚了吗?
πῶς δή;
” “怎么说呢?
ὅτι, ἦν δʼ ἐγώ, τυγχάνει οὐδὲν διαφέροντα τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν, ὡς ἐκεῖνα ἐν σώματι, ταῦτα ἐν ψυχῇ.
” “因为,”我说,“它们与健康的事物和致病的事物毫无区别,就像后者存在于身体中,前者存在于灵魂中一样。
πῇ;
” “怎么讲?
ἔφη.
”他说。
τὰ μέν που ὑγιεινὰ ὑγίειαν ἐμποιεῖ, τὰ δὲ νοσώδη νόσον.
“大概,健康的事物产生健康,而致病的事物产生疾病。
ναί.
” “是的。
οὐκοῦν καὶ τὸ μὲν δίκαια πράττειν δικαιοσύνην ἐμποιεῖ, τὸ δʼ ἄδικα ἀδικίαν;
” “那么,做正义的事产生正义,而做不正义的事产生不正义,难道不也是这样吗?
ἀνάγκη.
” “必然如此。
ἔστι δὲ τὸ μὲν ὑγίειαν ποιεῖν τὰ ἐν τῷ σώματι κατὰ φύσιν καθιστάναι κρατεῖν τε καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων, τὸ δὲ νόσον παρὰ φύσιν ἄρχειν τε καὶ ἄρχεσθαι ἄλλο ὑπʼ ἄλλου.
” “而产生健康,就是使身体内部的各部分按照天性建立起互相统治和被统治的关系;产生疾病,则是违反天性地使一部分统治另一部分,或被另一部分所统治。
ἔστι γάρ.
” “确实如此。
οὐκοῦν αὖ, ἔφην, τὸ δικαιοσύνην ἐμποιεῖν τὰ ἐν τῇ ψυχῇ κατὰ φύσιν καθιστάναι κρατεῖν τε καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων, τὸ δὲ ἀδικίαν παρὰ φύσιν ἄρχειν τε καὶ ἄρχεσθαι ἄλλο ὑπʼ ἄλλου;
” “那么反过来,”我说,“产生正义,就是使灵魂内部的各部分按照天性建立起互相统治和被统治的关系;而产生不正义,则是违反天性地使一部分统治另一部分,或被另一部分所统治?
κομιδῇ, ἔφη.
” “完全正确。 ”他说。
ἀρετὴ μὲν ἄρα, ὡς ἔοικεν, ὑγίειά τέ τις ἂν εἴη καὶ κάλλος καὶ εὐεξία ψυχῆς, κακία δὲ νόσος τε καὶ αἶσχος καὶ ἀσθένεια.
“因此,德性似乎是灵魂的一种健康、美和良好状态,而邪恶则是疾病、丑陋和软弱。
ἔστιν οὕτω.
” “确实如此。
ἆρʼ οὖν οὐ καὶ τὰ μὲν καλὰ ἐπιτηδεύματα εἰς ἀρετῆς κτῆσιν φέρει, τὰ δʼ αἰσχρὰ εἰς κακίας;
” “那么,优美的行为引导人们获得德性,而丑恶的行为则引导人们走向邪恶,难道不是这样吗?
ἀνάγκη.
” “必然如此。
§4.445τὸ δὴ λοιπὸν ἤδη, ὡς ἔοικεν, ἡμῖν ἐστι σκέψασθαι πότερον αὖ λυσιτελεῖ δίκαιά τε πράττειν καὶ καλὰ ἐπιτηδεύειν καὶ εἶναι δίκαιον, ἐάντε λανθάνῃ ἐάντε μὴ τοιοῦτος ὤν, ἢ ἀδικεῖν τε καὶ ἄδικον εἶναι, ἐάνπερ μὴ διδῷ δίκην μηδὲ βελτίων γίγνηται κολαζόμενος.
” “那么,似乎我们现在剩下的工作就是考察:究竟是做正义的事、实践优美的事并成为正义的人有利(无论他这样的人是否不为人知),还是行不义并成为不正义的人有利(只要他不受到惩罚,也不因受惩罚而变得更好)。
ἀλλʼ, ἔφη, ὦ Σώκρατες, γελοῖον ἔμοιγε φαίνεται τὸ σκέμμα γίγνεσθαι ἤδη, εἰ τοῦ μὲν σώματος τῆς φύσεως διαφθειρομένης δοκεῖ οὐ βιωτὸν εἶναι οὐδὲ μετὰ πάντων σιτίων τε καὶ ποτῶν καὶ παντὸς πλούτου καὶ πάσης ἀρχῆς, τῆς δὲ αὐτοῦ τούτου ᾧ ζῶμεν φύσεως ταραττομένης καὶ διαφθειρομένης βιωτὸν ἄρα ἔσται, ἐάνπερ τις ποιῇ ὃ ἂν βουληθῇ ἄλλο πλὴν τοῦτο ὁπόθεν κακίας μὲν καὶ ἀδικίας ἀπαλλαγήσεται, δικαιοσύνην δὲ καὶ ἀρετὴν κτήσεται, ἐπειδήπερ ἐφάνη γε ὄντα ἑκάτερα οἷα ἡμεῖς διεληλύθαμεν.
” “但是,”他说,“苏格拉底,这个考察在我看来已经变得荒谬了。 如果当身体的天性遭到破坏时,即使拥有所有的食物和饮料,拥有所有的财富和所有的统治权,生命似乎也无法存活,那么,当我们赖以生存的那个东西本身的天性被扰乱并遭到破坏时,如果一个人做他想做的一切事情,唯独不做那能使他摆脱邪恶和不正义、并获得正义和德性的事情,他的生命难道还能存活吗? 既然这两者各自的性质已经显明为我们所描述的那样。
γελοῖον γάρ, ἦν δʼ ἐγώ· ἀλλʼ ὅμως ἐπείπερ ἐνταῦθα ἐληλύθαμεν, ὅσον οἷόν τε σαφέστατα κατιδεῖν ὅτι ταῦτα οὕτως ἔχει οὐ χρὴ ἀποκάμνειν.
” “确实荒谬,”我说,“但尽管如此,既然我们已经到了这一步,能够尽可能清楚地看出这些情况确实如此,我们就不应该感到厌倦而放弃。
ἥκιστα, νὴ τὸν Δία, ἔφη, πάντων ἀποκμητέον.
” “凭宙斯起誓,最不该厌倦而放弃的就是这件事。 ”他说。
δεῦρό νυν, ἦν δʼ ἐγώ, ἵνα καὶ ἴδῃς ὅσα καὶ εἴδη ἔχει ἡ κακία, ὡς ἐμοὶ δοκεῖ, ἅ γε δὴ καὶ ἄξια θέας.
“那么到这里来吧,”我说,“以便你也看看在我看来邪恶有多少种形式,而那些形式确实是值得一观的。
ἕπομαι, ἔφη· μόνον λέγε.
” “我跟随着你,”他说,“你只管说吧。
καὶ μήν, ἦν δʼ ἐγώ, ὥσπερ ἀπὸ σκοπιᾶς μοι φαίνεται, ἐπειδὴ ἐνταῦθα ἀναβεβήκαμεν τοῦ λόγου, ἓν μὲν εἶναι εἶδος τῆς ἀρετῆς, ἄπειρα δὲ τῆς κακίας, τέτταρα δʼ ἐν αὐτοῖς ἄττα ὧν καὶ ἄξιον ἐπιμνησθῆναι.
” “事实上,”我说,“正如从一个了望台望去,既然我们在论证中已经攀登到了这个高度,在我看来,德性的形式只有一种,而邪恶的形式则是无限的,但在其中有那么四个确实值得一提。
πῶς λέγεις;
” “你是指什么?
ἔφη.
”他说。
ὅσοι, ἦν δʼ ἐγώ, πολιτειῶν τρόποι εἰσὶν εἴδη ἔχοντες, τοσοῦτοι κινδυνεύουσι καὶ ψυχῆς τρόποι εἶναι.
“有多少种拥有特定形式的国体类型,恐怕也就有多少种灵魂类型。 ”我说。
πόσοι δή;
“那么有多少种呢?
πέντε μέν, ἦν δʼ ἐγώ, πολιτειῶν, πέντε δὲ ψυχῆς.
” “国体有五种,”我说,“灵魂也有五种。
λέγε, ἔφη, τίνες.
” “请说明是哪些。 ”他说。
λέγω, εἶπον, ὅτι εἷς μὲν οὗτος ὃν ἡμεῖς διεληλύθαμεν πολιτείας εἴη ἂν τρόπος, ἐπονομασθείη δʼ ἂν καὶ διχῇ· ἐγγενομένου μὲν γὰρ ἀνδρὸς ἑνὸς ἐν τοῖς ἄρχουσι διαφέροντος βασιλεία ἂν κληθείη, πλειόνων δὲ ἀριστοκρατία.
“我说,”我说,“我们所描述的这种国体将是其中一种类型,但也可以有两种名称:因为如果统治者中出现了一个杰出的男子,它就会被称为君主制;但如果出现了多个,就会被称为贵族制。
ἀληθῆ, ἔφη.
” “确实如此。 ”他说。
τοῦτο μὲν τοίνυν, ἦν δʼ ἐγώ, ἓν εἶδος λέγω·
“那么,”我说,“我将这称为一种形式。
οὔτε γὰρ ἂν πλείους οὔτε εἷς ἐγγενόμενοι κινήσειεν ἂν τῶν ἀξίων λόγου νόμων τῆς πόλεως, τροφῇ τε καὶ παιδείᾳ χρησάμενος ᾗ διήλθομεν.
因为无论是多个人还是一个人出现,只要接受了我们所描述的培育和教育,他们都不会动摇城邦中任何值得一提的法律。
οὐ γὰρ εἰκός, ἔφη.
” “确实不可能动摇。 ”他说。