§4.430τοιοῦτον τοίνυν, ἦν δʼ ἐγώ, ὑπόλαβε κατὰ δύναμιν ἐργάζεσθαι καὶ ἡμᾶς, ὅτε ἐξελεγόμεθα τοὺς στρατιώτας καὶ ἐπαιδεύομεν μουσικῇ καὶ γυμναστικῇ·
「したがって」と私は言った、「我々が軍人たちを選び出し、音楽と体育によって彼らを教育していたときにも、我々もまた力及ぶ限り、そのようなことを行っていたのだと了解してくれたまえ。
μηδὲν οἴου ἄλλο μηχανᾶσθαι ἢ ὅπως ἡμῖν ὅτι κάλλιστα τοὺς νόμους πεισθέντες δέξοιντο ὥσπερ βαφήν, ἵνα δευσοποιὸς αὐτῶν ἡ δόξα γίγνοιτο καὶ περὶ δεινῶν καὶ περὶ τῶν ἄλλων διὰ τὸ τήν τε φύσιν καὶ τὴν τροφὴν ἐπιτηδείαν ἐσχηκέναι, καὶ μὴ αὐτῶν ἐκπλύναι τὴν βαφὴν τὰ ῥύμματα ταῦτα, δεινὰ ὄντα ἐκκλύζειν, ἥ τε ἡδονή, παντὸς χαλεστραίου δεινοτέρα οὖσα τοῦτο δρᾶν καὶ κονίας, λύπη τε καὶ φόβος καὶ ἐπιθυμία, παντὸς ἄλλου ῥύμματος.
我々が画策していたことは、彼らが染液を受け入れるように、我々の法律を説得されて最も見事に受け入れるようにすること、それ以外の何ものでもないと思ってほしい。 それは、彼らの本性と教育とが適したものであったことによって、恐ろしいことについてもその他のことについても、彼らの信念が容易に抜けないものとなるためであり、そして、洗い流すのに強力なこれらの洗剤が彼らからその染液を洗い流してしまわないためである。 すなわち、ハレストライオンや灰のどれよりもこれをなすのに強力な快楽、そして、他のいかなる洗剤よりも強力な苦痛や恐怖や欲望が。
τὴν δὴ τοιαύτην δύναμιν καὶ σωτηρίαν διὰ παντὸς δόξης ὀρθῆς τε καὶ νομίμου δεινῶν τε πέρι καὶ μὴ ἀνδρείαν ἔγωγε καλῶ καὶ τίθεμαι, εἰ μή τι σὺ ἄλλο λέγεις.
それゆえ、恐ろしいことに関してもそうでないことに関しても、正しくかつ法律にかなった信念を、いかなる場合にも保ち続けるこのような力と維持を、私は勇気と呼び、またそう規定する。
ἀλλʼ οὐδέν, ἦ δʼ ὅς, λέγω·
君が何か他のことを言わない限りは」「いや、何も異論はない」と彼は言った。
δοκεῖς γάρ μοι τὴν ὀρθὴν δόξαν περὶ τῶν αὐτῶν τούτων ἄνευ παιδείας γεγονυῖαν, τήν τε θηριώδη καὶ ἀνδραποδώδη, οὔτε πάνυ νόμιμον ἡγεῖσθαι, ἄλλο τέ τι ἢ ἀνδρείαν καλεῖν. ἀληθέστατα, ἦν δʼ ἐγώ, λέγεις.
「というのも、教育なしにこれらの同じことについて生じた正しい信念、すなわち獣のようであったり奴隷のようであったりする信念を、君は全く法律にかなったものとも考えていないし、勇気以外の何かと呼んでいると思われるからだ」「まさにその通りだ」と私は言った。
ἀποδέχομαι τοίνυν τοῦτο ἀνδρείαν εἶναι. καὶ γὰρ ἀποδέχου, ἦν δʼ ἐγώ, πολιτικήν γε, καὶ ὀρθῶς ἀποδέξῃ·
「それでは、これを勇気であると受け入れよう」「いや、これを受け入れるにしても、市民としての勇気として受け入れるのだ。 そうすれば正しく受け入れることになる」と私は言った。
αὖθις δὲ περὶ αὐτοῦ, ἐὰν βούλῃ, ἔτι κάλλιον δίιμεν.
「これについては、もし君が望むなら、後でもっと見事に論じ尽くそう。
νῦν γὰρ οὐ τοῦτο ἐζητοῦμεν, ἀλλὰ δικαιοσύνην·
今は我々はこれではなく、正義を捜し求めていたのだから。
πρὸς οὖν τὴν ἐκείνου ζήτησιν, ὡς ἐγᾦμαι, ἱκανῶς ἔχει. ἀλλὰ καλῶς, ἔφη, λέγεις.
したがって、あの捜索のためには、私が思うに、これで十分だ」「いや、あなたの言う通りです」と彼は言った。
δύο μήν, ἦν δʼ ἐγώ, ἔτι λοιπὰ ἃ δεῖ κατιδεῖν ἐν τῇ πόλει, ἥ τε σωφροσύνη καὶ οὗ δὴ ἕνεκα πάντα ζητοῦμεν, δικαιοσύνη.
「ところで」と私は言った、「国家において見極めるべき残りのものはまだ二つある。
πάνυ μὲν οὖν. πῶς οὖν ἂν τὴν δικαιοσύνην εὕροιμεν, ἵνα μηκέτι πραγματευώμεθα περὶ σωφροσύνης; ἐγὼ μὲν τοίνυν, ἔφη, οὔτε οἶδα οὔτʼ ἂν βουλοίμην αὐτὸ πρότερον φανῆναι, εἴπερ μηκέτι ἐπισκεψόμεθα σωφροσύνην·
節制と、そして我々がすべてのことを捜し求めるその目的である正義だ」「全くその通りです」「では、どうすれば我々は正義を見出すことができ、もはや節制について煩わされずに済むだろうか」「私としては」と彼は言った、「その方が先に現れることを知りもしないし、望みもしません。 もしも我々がもはや節制を検討しないことになるのであれば。
ἀλλʼ εἰ ἔμοιγε βούλει χαρίζεσθαι, σκόπει πρότερον τοῦτο ἐκείνου. ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, βούλομαί γε, εἰ μὴ ἀδικῶ. σκόπει δή, ἔφη.
ですから、もし私に好意を示してくださるなら、あれよりも先にこちらを検討してください」「もちろん」と私は言った、「不義にならない限りは、そうしたいとも」「では、検討してください」と彼は言った。
σκεπτέον, εἶπον·
「検討せねばなるまい」と私は言った。
καὶ ὥς γε ἐντεῦθεν ἰδεῖν, συμφωνίᾳ τινὶ καὶ ἁρμονίᾳ προσέοικεν μᾶλλον ἢ τὰ πρότερον. πῶς; κόσμος πού τις, ἦν δʼ ἐγώ, ἡ σωφροσύνη ἐστὶν καὶ ἡδονῶν τινων καὶ ἐπιθυμιῶν ἐγκράτεια, ὥς φασι κρείττω δὴ αὑτοῦ ἀποφαίνοντες οὐκ οἶδʼ ὅντινα τρόπον, καὶ ἄλλα ἄττα τοιαῦτα ὥσπερ ἴχνη αὐτῆς λέγεται.
「そして、ここから見る限りでは、それは以前のものよりも、ある種の協和音や調和に似ている」「どのようにですか」「節制とは、どうやらある種の秩序であり、特定の快楽や欲望の自制である。 人々が、どういうわけか自分自身に打ち勝つという表現を使ってこれを示すように。 また、それの痕跡のような、他のいくつかのこのようなことが言われている。
ἦ γάρ; πάντων μάλιστα, ἔφη.
そうではないかね」「全くその通りです」と彼は言った。
§4.431οὐκοῦν τὸ μὲν
"κρείττω αὑτοῦ"
γελοῖον;
「ところで、『自分自身に打ち勝つ』という言葉は滑稽ではないかね。
ὁ γὰρ ἑαυτοῦ κρείττων καὶ ἥττων δήπου ἂν αὑτοῦ εἴη καὶ ὁ ἥττων κρείττων· ὁ αὐτὸς γὰρ ἐν ἅπασιν τούτοις προσαγορεύεται.
というのも、自分自身より強い者は、当然自分自身より弱い者でもあるはずだし、弱い者は強い者であるはずだからだ。
τί δʼ οὔ; ἀλλʼ, ἦν δʼ ἐγώ, φαίνεταί μοι βούλεσθαι λέγειν οὗτος ὁ λόγος ὥς τι ἐν αὐτῷ τῷ ἀνθρώπῳ περὶ τὴν ψυχὴν τὸ μὲν βέλτιον ἔνι, τὸ δὲ χεῖρον, καὶ ὅταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατὲς ᾖ, τοῦτο λέγειν τὸ
"κρείττω αὑτοῦ"
—ἐπαινεῖ γοῦν—ὅταν δὲ ὑπὸ τροφῆς κακῆς ἤ τινος ὁμιλίας κρατηθῇ ὑπὸ πλήθους τοῦ χείρονος σμικρότερον τὸ βέλτιον ὄν, τοῦτο δὲ ὡς ἐν ὀνείδει ψέγειν τε καὶ καλεῖν ἥττω ἑαυτοῦ καὶ ἀκόλαστον τὸν οὕτω διακείμενον. καὶ γὰρ ἔοικεν, ἔφη.
なぜなら、これらすべてにおいて同じ人が指し示されているのだから」「確かにその通りですね」「しかし」と私は言った、「この言葉が言わんとしているのは、人間自身の魂において、一方はより優れた部分であり、他方はより劣った部分であるということのようだ。 そして、本性上より優れた部分が、より劣った部分を支配しているとき、この状態を『自分自身に打ち勝つ』と言うのだ。 とにかく褒めているのだから。 しかし、悪い養育や何らかの交際によって、より優れた部分が小さいために、より劣った部分の多勢によって圧倒されてしまうとき、これを非難して、そのような状態にある人を『自分自身に負けている』とか『放縦である』と呼ぶのだ」「確かにそのようですね」と彼は言った。
ἀπόβλεπε τοίνυν, ἦν δʼ ἐγώ, πρὸς τὴν νέαν ἡμῖν πόλιν, καὶ εὑρήσεις ἐν αὐτῇ τὸ ἕτερον τούτων ἐνόν·
「では」と私は言った、「我々の新しい国家に目を向けてみたまえ。 そうすれば、これら二つのうちの一方がその中にあるのを見出すだろう。
κρείττω γὰρ αὐτὴν αὑτῆς δικαίως φήσεις προσαγορεύεσθαι, εἴπερ οὗ τὸ ἄμεινον τοῦ χείρονος ἄρχει σῶφρον κλητέον καὶ κρεῖττον αὑτοῦ. ἀλλʼ ἀποβλέπω, ἔφη, καὶ ἀληθῆ λέγεις.
というのも、より優れた部分がより劣った部分を支配しているところを『節制がある』とか『自分自身に打ち勝っている』と呼ぶべきであるなら、あの国家を『自分自身に打ち勝っている』と呼ぶのは正しいと、君は言うはずだからだ」「見つめましたが、おっしゃる通りです」と彼は言った。
καὶ μὴν καὶ τάς γε πολλὰς καὶ παντοδαπὰς ἐπιθυμίας καὶ ἡδονάς τε καὶ λύπας ἐν παισὶ μάλιστα ἄν τις εὕροι καὶ γυναιξὶ καὶ οἰκέταις καὶ τῶν ἐλευθέρων λεγομένων ἐν τοῖς πολλοῖς τε καὶ φαύλοις. πάνυ μὲν οὖν. τὰς δέ γε ἁπλᾶς τε καὶ μετρίας, αἳ δὴ μετὰ νοῦ τε καὶ δόξης ὀρθῆς λογισμῷ ἄγονται, ἐν ὀλίγοις τε ἐπιτεύξῃ καὶ τοῖς βέλτιστα μὲν φῦσιν, βέλτιστα δὲ παιδευθεῖσιν. ἀληθῆ, ἔφη.
「さらにまた、数多くて多様な欲望や、快楽や苦痛は、主に子供や、女性や、召使いたち、そして自由人と呼ばれている人々のうちの多数の取るに足りない人々の間に見出されるだろう」「全くその通りです」「しかし、理性と正しい信念を伴って、熟慮によって導かれる単純で穏やかな欲望は、生まれつき最も優れ、最も良く教育された少数の人々の間にだけ見出されるだろう」「その通りです」と彼は言った。
οὐκοῦν καὶ ταῦτα ὁρᾷς ἐνόντα σοι ἐν τῇ πόλει καὶ κρατουμένας αὐτόθι τὰς ἐπιθυμίας τὰς ἐν τοῖς πολλοῖς τε καὶ φαύλοις ὑπό τε τῶν ἐπιθυμιῶν καὶ τῆς φρονήσεως τῆς ἐν τοῖς ἐλάττοσί τε καὶ ἐπιεικεστέροις; ἔγωγʼ, ἔφη.
「では、君の国家の中に、これらの両方が存在していること、そして多数の取るに足りない人々の欲望が、少数のより優れた人々の中にある欲望と知慮によって支配されているのが見えるかね」「見えます」と彼は言った。
εἰ ἄρα δεῖ τινα πόλιν προσαγορεύειν κρείττω ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ αὐτὴν αὑτῆς, καὶ ταύτην προσρητέον. παντάπασιν μὲν οὖν, ἔφη.
「それゆえ、もしある国家を、快楽や欲望、そして自分自身に打ち勝っていると呼ぶべきであるなら、この国家こそまさにそう呼ばれるべきだ」「全くその通りです」と彼は言った。
ἆρʼ οὖν οὐ καὶ σώφρονα κατὰ πάντα ταῦτα; καὶ μάλα, ἔφη. καὶ μὴν εἴπερ αὖ ἐν ἄλλῃ πόλει ἡ αὐτὴ δόξα ἔνεστι τοῖς τε ἄρχουσι καὶ ἀρχομένοις περὶ τοῦ οὕστινας δεῖ ἄρχειν, καὶ ἐν ταύτῃ ἂν εἴη τοῦτο ἐνόν.
「では、これらすべての点において、節制しているとも言えるのではないかね」「確かにその通りです」「さらにまた、もしどこか他の国家において、支配する者たちと支配される者たちの間に、誰が支配すべきかについて同じ合意が存在するとすれば、この国家の中にもそれ(合意)が存在しているだろう。
ἢ οὐ δοκεῖ; καὶ μάλα, ἔφη, σφόδρα.
そうは思わないかね」「ええ、非常に強くそう思います」と彼は言った。
ἐν ποτέροις οὖν φήσεις τῶν πολιτῶν τὸ σωφρονεῖν ἐνεῖναι ὅταν οὕτως ἔχωσιν; ἐν τοῖς ἄρχουσιν ἢ ἐν τοῖς ἀρχομένοις;
「では、彼らがこのような状態にあるとき、節制することは市民のどちらの方に存在していると言うかね。
ἐν ἀμφοτέροις που, ἔφη.
支配する者たちの側か、それとも支配される者たちの側か」「おそらく両方にでしょう」と彼は言った。
ὁρᾷς οὖν, ἦν δʼ ἐγώ, ὅτι ἐπιεικῶς ἐμαντευόμεθα ἄρτι ὡς ἁρμονίᾳ τινὶ ἡ σωφροσύνη ὡμοίωται; τί δή;
「では、見えたかね」と私は言った、「我々がさきほど、節制はある種の調和に似ていると、極めて適切に予言していたことが」「なぜですか」