§4.429τῷ σμικροτάτῳ ἄρα ἔθνει καὶ μέρει ἑαυτῆς καὶ τῇ ἐν τούτῳ ἐπιστήμῃ, τῷ προεστῶτι καὶ ἄρχοντι, ὅλη σοφὴ ἂν εἴη κατὰ φύσιν οἰκισθεῖσα πόλις· καὶ τοῦτο, ὡς ἔοικε, φύσει ὀλίγιστον γίγνεται γένος, ᾧ προσήκει ταύτης τῆς ἐπιστήμης μεταλαγχάνειν ἣν μόνην δεῖ τῶν ἄλλων ἐπιστημῶν σοφίαν καλεῖσθαι. ἀληθέστατα, ἔφη, λέγεις. τοῦτο μὲν δὴ ἓν τῶν τεττάρων οὐκ οἶδα ὅντινα τρόπον ηὑρήκαμεν, αὐτό τε καὶ ὅπου τῆς πόλεως ἵδρυται. ἐμοὶ γοῦν δοκεῖ, ἔφη, ἀποχρώντως ηὑρῆσθαι. ἀλλὰ μὴν ἀνδρεία γε αὐτή τε καὶ ἐν ᾧ κεῖται τῆς πόλεως, διʼ ὃ τοιαύτη κλητέα ἡ πόλις, οὐ πάνυ χαλεπὸν ἰδεῖν. πῶς δή; τίς ἄν, ἦν δʼ ἐγώ, εἰς ἄλλο τι ἀποβλέψας ἢ δειλὴν ἢ ἀνδρείαν πόλιν εἴποι ἀλλʼ ἢ εἰς τοῦτο τὸ μέρος ὃ προπολεμεῖ τε καὶ στρατεύεται ὑπὲρ αὐτῆς; οὐδʼ ἂν εἷς, ἔφη, εἰς ἄλλο τι. οὐ γὰρ οἶμαι, εἶπον, οἵ γε ἄλλοι ἐν αὐτῇ ἢ δειλοὶ ἢ ἀνδρεῖοι ὄντες κύριοι ἂν εἶεν ἢ τοίαν αὐτὴν εἶναι ἢ τοίαν. οὐ γάρ. καὶ ἀνδρεία ἄρα πόλις μέρει τινὶ ἑαυτῆς ἐστι, διὰ τὸ ἐν ἐκείνῳ ἔχειν δύναμιν τοιαύτην ἣ διὰ παντὸς σώσει τὴν περὶ τῶν δεινῶν δόξαν, ταῦτά τε αὐτὰ εἶναι καὶ τοιαῦτα, ἅ τε καὶ οἷα ὁ νομοθέτης παρήγγελλεν ἐν τῇ παιδείᾳ. ἢ οὐ τοῦτο ἀνδρείαν καλεῖς; οὐ πάνυ, ἔφη, ἔμαθον ὃ εἶπες, ἀλλʼ αὖθις εἰπέ. σωτηρίαν ἔγωγʼ, εἶπον, λέγω τινὰ εἶναι τὴν ἀνδρείαν. ποίαν δὴ σωτηρίαν; τὴν τῆς δόξης τῆς ὑπὸ νόμου διὰ τῆς παιδείας γεγονυίας περὶ τῶν δεινῶν ἅ τέ ἐστι καὶ οἷα· διὰ παντὸς δὲ ἔλεγον αὐτῆς σωτηρίαν τὸ ἔν τε λύπαις ὄντα διασῴζεσθαι αὐτὴν καὶ ἐν ἡδοναῖς καὶ ἐν ἐπιθυμίαις καὶ ἐν φόβοις καὶ μὴ ἐκβάλλειν. ᾧ δέ μοι δοκεῖ ὅμοιον εἶναι ἐθέλω ἀπεικάσαι, εἰ βούλει. ἀλλὰ βούλομαι. οὐκοῦν οἶσθα, ἦν δʼ ἐγώ, ὅτι οἱ βαφῆς, ἐπειδὰν βουληθῶσι βάψαι ἔρια ὥστʼ εἶναι ἁλουργά, πρῶτον μὲν ἐκλέγονται ἐκ τοσούτων χρωμάτων μίαν φύσιν τὴν τῶν λευκῶν, ἔπειτα προπαρασκευάζουσιν, οὐκ ὀλίγῃ παρασκευῇ θεραπεύσαντες ὅπως δέξεται ὅτι μάλιστα τὸ ἄνθος, καὶ οὕτω δὴ βάπτουσι. καὶ ὃ μὲν ἂν τούτῳ τῷ τρόπῳ βαφῇ, δευσοποιὸν γίγνεται τὸ βαφέν, καὶ ἡ πλύσις οὔτʼ ἄνευ ῥυμμάτων οὔτε μετὰ ῥυμμάτων δύναται αὐτῶν τὸ ἄνθος ἀφαιρεῖσθαι· ἃ δʼ ἂν μή, οἶσθα οἷα δὴ γίγνεται, ἐάντέ τις ἄλλα χρώματα βάπτῃ ἐάντε καὶ ταῦτα μὴ προθεραπεύσας. οἶδα, ἔφη, ὅτι καὶ ἔκπλυτα καὶ γελοῖα.
したがって、自然に従って建国された国家は、その最も小さな部類と部分、およびその中にある知識、すなわち指導し支配する者によって、全体として知恵あるものとなるだろう。そして、どうやらこれは本性上最も少数の部類となるものであり、他のあらゆる知識の中で唯一「知恵」と呼ばれるべきあの知識を分かち持つことがふさわしい部類なのだ。「まったくその通りです」と彼は言った。「これで、四つのうちの一つを、それ自体と、それが国家のどこに位置しているかを含めて、どうにか見つけ出したことになるね」「少なくとも私には」と彼は言った、「十分に発見されたように思われます」「しかし、勇気そのものと、それが国家のどこに存在し、それゆえに国家がそのように呼ばれるべきなのかについては、見極めるのはまったく難しくない」「どういうことですか」「誰が」と私は言った、「国家を臆病だとか勇敢だとか言うときに、国家のために先頭に立って戦い、出征するこの部分以外のどこに目を向けるだろうか」「誰も他のところには目を向けないでしょう」と彼は言った。「なぜなら、国家の中の他の人々が臆病であったり勇敢であったりしても、それが国家をそのように、あるいはあのようにする決定権を持つとは、私には思えないからだ」「確かにそうです」「したがって、国家が勇敢であるのも、その特定の部分によるのだ。なぜなら、その部分の中に、あらゆる状況において、恐るべきものに関する信念を保ち続けるような力を備えているからだ。すなわち、それらがまさにこのようなものであり、このようであるという信念、すなわち立法者が教育において指示した通りのものであるという信念をね。それとも、君はこれを勇気とは呼ばないかね」「君の言ったことがよく理解できませんでした」と彼は言った、「もう一度言ってください」「私は」と私は言った、「勇気とは一種の『保全』であると言っているのだ」「どのような保全ですか」「教育を通じて法律によって生み出された、恐るべきものが何であり、どのようなものであるかについての信念の保全だ。そして『あらゆる状況において』それを保全するというのは、苦痛の中にいるときも、快楽の中にいるときも、欲望の中にいるときも、恐怖の中にいるときも、それを保全して捨て去らないことを言ったのだ。これが私に何と似ているように見えるか、君が望むなら、比喩で示してみたいのだが」「ぜひお願いします」「それでは、君も知っているだろう」と私は言った、「染色工たちが羊毛を紫に染めようとするとき、まずその多くの色の中から、白という単一の性質を持つものを選択し、次に、染料をできるだけよく受け入れるように、少なからぬ準備作業で下処理をしてから、初めて染色するということを。そして、このような方法で染色されたものは、色が深く染み込み、洗剤を使おうと使うまいと、洗濯してもその色彩を奪い去ることはできない。しかし、そうしなかった場合、他の色を染めるにせよ、あるいはこれを下処理なしに染めるにせよ、どうなるか君は知っているだろう」「知っています」と彼は言った、「色あせて、見苦しいものになります」