Humanitext Reader

柏拉图 · 理想国 §4.430-4.431

公民勇气的界定与节制中自我控制的内涵

第 57 段,共 153 段 · 希腊语

内容简介

苏格拉底将勇气定义为通过教育牢固保持正确信念(城邦的勇气)。随后,他开始讨论节制,将“战胜自己”这一说法解释为灵魂中较好的部分对较坏部分的统治。

§4.430τοιοῦτον τοίνυν, ἦν δʼ ἐγώ, ὑπόλαβε κατὰ δύναμιν ἐργάζεσθαι καὶ ἡμᾶς, ὅτε ἐξελεγόμεθα τοὺς στρατιώτας καὶ ἐπαιδεύομεν μουσικῇ καὶ γυμναστικῇ·
“因此,”我说,“请你了解,我们当初选拔士兵并用音乐和体育教育他们的时候,我们也在尽力做着这样的一件事。
μηδὲν οἴου ἄλλο μηχανᾶσθαι ἢ ὅπως ἡμῖν ὅτι κάλλιστα τοὺς νόμους πεισθέντες δέξοιντο ὥσπερ βαφήν, ἵνα δευσοποιὸς αὐτῶν ἡ δόξα γίγνοιτο καὶ περὶ δεινῶν καὶ περὶ τῶν ἄλλων διὰ τὸ τήν τε φύσιν καὶ τὴν τροφὴν ἐπιτηδείαν ἐσχηκέναι, καὶ μὴ αὐτῶν ἐκπλύναι τὴν βαφὴν τὰ ῥύμματα ταῦτα, δεινὰ ὄντα ἐκκλύζειν, ἥ τε ἡδονή, παντὸς χαλεστραίου δεινοτέρα οὖσα τοῦτο δρᾶν καὶ κονίας, λύπη τε καὶ φόβος καὶ ἐπιθυμία, παντὸς ἄλλου ῥύμματος.
我们要你想,我们所谋划的无非是让他们被说服,以便像吸收染料一样最完美地接受我们的法律,好让他们的信念无论在面对可怕的事物还是其他事物时,都能因为拥有合适的天性和培育而牢固不褪;并且这些洗涤剂,虽然它们具有强烈的洗刷力,也不会洗掉他们的色泽:即快乐,它在做这件事上比任何碱水和灰粉都更为强烈,还有痛苦、恐惧和欲望,它们比任何其他洗涤剂都更为强烈。
τὴν δὴ τοιαύτην δύναμιν καὶ σωτηρίαν διὰ παντὸς δόξης ὀρθῆς τε καὶ νομίμου δεινῶν τε πέρι καὶ μὴ ἀνδρείαν ἔγωγε καλῶ καὶ τίθεμαι, εἰ μή τι σὺ ἄλλο λέγεις.
因此,这种始终保持关于可怕事物的正确且合法的信念的、具有如此作用的力量和维护,我就称之为并规定为勇气,除非你有其他说法。
ἀλλʼ οὐδέν, ἦ δʼ ὅς, λέγω· δοκεῖς γάρ μοι τὴν ὀρθὴν δόξαν περὶ τῶν αὐτῶν τούτων ἄνευ παιδείας γεγονυῖαν, τήν τε θηριώδη καὶ ἀνδραποδώδη, οὔτε πάνυ νόμιμον ἡγεῖσθαι, ἄλλο τέ τι ἢ ἀνδρείαν καλεῖν.
”“没有,”他说,“我没有其他说法;因为在我看来,你认为在没有教育的情况下产生的、关于这些相同事物的正确信念——即那种野兽般和奴隶般的信念——是完全不合法的,并且你会将其称为勇气之外的其他东西。
ἀληθέστατα, ἦν δʼ ἐγώ, λέγεις.
” “极其正确,”我说。
ἀποδέχομαι τοίνυν τοῦτο ἀνδρείαν εἶναι.
“那么,请接受这就是勇气。
καὶ γὰρ ἀποδέχου, ἦν δʼ ἐγώ, πολιτικήν γε, καὶ ὀρθῶς ἀποδέξῃ· αὖθις δὲ περὶ αὐτοῦ, ἐὰν βούλῃ, ἔτι κάλλιον δίιμεν.
”“不仅如此,”我说,“还要接受这是公民的勇气,这样你就会正确地接受它;如果我们愿意,我们以后还会更漂亮地讨论它。
νῦν γὰρ οὐ τοῦτο ἐζητοῦμεν, ἀλλὰ δικαιοσύνην· πρὸς οὖν τὴν ἐκείνου ζήτησιν, ὡς ἐγᾦμαι, ἱκανῶς ἔχει.
因为现在我们寻找的不是这个,而是正义;因此,在我看来,对于那个寻找来说,这已经足够了。
ἀλλὰ καλῶς, ἔφη, λέγεις.
”“确实,”他说,“你说的很好。
δύο μήν, ἦν δʼ ἐγώ, ἔτι λοιπὰ ἃ δεῖ κατιδεῖν ἐν τῇ πόλει, ἥ τε σωφροσύνη καὶ οὗ δὴ ἕνεκα πάντα ζητοῦμεν, δικαιοσύνη.
”“那么,还剩下两个,”我说,“必须在城邦中看清:节制,以及我们寻找一切的目标,正义。
πάνυ μὲν οὖν.
”“完全正确。
πῶς οὖν ἂν τὴν δικαιοσύνην εὕροιμεν, ἵνα μηκέτι πραγματευώμεθα περὶ σωφροσύνης;
”“那么,我们怎样才能找到正义,从而不再为节制费心思呢?
ἐγὼ μὲν τοίνυν, ἔφη, οὔτε οἶδα οὔτʼ ἂν βουλοίμην αὐτὸ πρότερον φανῆναι, εἴπερ μηκέτι ἐπισκεψόμεθα σωφροσύνην· ἀλλʼ εἰ ἔμοιγε βούλει χαρίζεσθαι, σκόπει πρότερον τοῦτο ἐκείνου.
”“至于我,”他说,“如果真的不再考察节制,我既不知道,也不希望正义先显现出来;但如果你愿意向我示好,请先考察节制,然后再考察正义。
ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, βούλομαί γε, εἰ μὴ ἀδικῶ.
” “当然,”我说,“只要不合乎不义,我很愿意。
σκόπει δή, ἔφη.
”“那就考察吧,”他说。
σκεπτέον, εἶπον· καὶ ὥς γε ἐντεῦθεν ἰδεῖν, συμφωνίᾳ τινὶ καὶ ἁρμονίᾳ προσέοικεν μᾶλλον ἢ τὰ πρότερον.
“必须考察,”我说;“而从这里看来,它比以前的那些德性更像是一种协调和和谐。
πῶς;
”“怎么说?
κόσμος πού τις, ἦν δʼ ἐγώ, ἡ σωφροσύνη ἐστὶν καὶ ἡδονῶν τινων καὶ ἐπιθυμιῶν ἐγκράτεια, ὥς φασι κρείττω δὴ αὑτοῦ ἀποφαίνοντες οὐκ οἶδʼ ὅντινα τρόπον, καὶ ἄλλα ἄττα τοιαῦτα ὥσπερ ἴχνη αὐτῆς λέγεται.
”“节制,”我说,“想必是某种秩序,以及对某些快乐和欲望的控制,正如人们所说,它以我不知道的某种方式表明一个人‘战胜了自己’;而且还流传着其他一些类似的话,好像是它的痕迹。
ἦ γάρ;
不是吗?
πάντων μάλιστα, ἔφη.
”“完全正确,”他说。
§4.431οὐκοῦν τὸ μὲν "κρείττω αὑτοῦ" γελοῖον;
“那么,‘战胜自己’ 这个词难道不滑稽吗?
ὁ γὰρ ἑαυτοῦ κρείττων καὶ ἥττων δήπου ἂν αὑτοῦ εἴη καὶ ὁ ἥττων κρείττων· ὁ αὐτὸς γὰρ ἐν ἅπασιν τούτοις προσαγορεύεται.
因为战胜自己的人想必也就是败给自己的人,而败给自己的人也就是战胜自己的人;因为在所有这些说法中指涉的都是同一个人。
τί δʼ οὔ;
”“确实如此。
ἀλλʼ, ἦν δʼ ἐγώ, φαίνεταί μοι βούλεσθαι λέγειν οὗτος ὁ λόγος ὥς τι ἐν αὐτῷ τῷ ἀνθρώπῳ περὶ τὴν ψυχὴν τὸ μὲν βέλτιον ἔνι, τὸ δὲ χεῖρον, καὶ ὅταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατὲς ᾖ, τοῦτο λέγειν τὸ "κρείττω αὑτοῦ" —ἐπαινεῖ γοῦν—ὅταν δὲ ὑπὸ τροφῆς κακῆς ἤ τινος ὁμιλίας κρατηθῇ ὑπὸ πλήθους τοῦ χείρονος σμικρότερον τὸ βέλτιον ὄν, τοῦτο δὲ ὡς ἐν ὀνείδει ψέγειν τε καὶ καλεῖν ἥττω ἑαυτοῦ καὶ ἀκόλαστον τὸν οὕτω διακείμενον.
”“但是,”我说,“在我看来,这个说法似乎是想说明,在人自身的灵魂中,有一个较好的部分和一个较坏的部分,当在自然上较好的部分控制着较坏的部分时,这就叫做‘战胜自己’——不管怎么说,这是在赞美它——但当由于不良的培育或某种交往,较好的部分由于较小而被较坏的多势所战胜时,这就会被作为一种耻辱加以谴责,而处于这种状态的人就被称为败给自己和放纵。
καὶ γὰρ ἔοικεν, ἔφη.
”“确实很像这样,”他说。
ἀπόβλεπε τοίνυν, ἦν δʼ ἐγώ, πρὸς τὴν νέαν ἡμῖν πόλιν, καὶ εὑρήσεις ἐν αὐτῇ τὸ ἕτερον τούτων ἐνόν· κρείττω γὰρ αὐτὴν αὑτῆς δικαίως φήσεις προσαγορεύεσθαι, εἴπερ οὗ τὸ ἄμεινον τοῦ χείρονος ἄρχει σῶφρον κλητέον καὶ κρεῖττον αὑτοῦ.
“那么,请看我们新建立的城邦,”我说,“你会发现这两种状态之一存在于其中;因为你一定会说,称它为战胜自己是公正的,如果那个较好的部分统治着较坏的部分的城邦必须被称为节制和战胜自己。
ἀλλʼ ἀποβλέπω, ἔφη, καὶ ἀληθῆ λέγεις.
”“我正在看,”他说,“你说的很对。
καὶ μὴν καὶ τάς γε πολλὰς καὶ παντοδαπὰς ἐπιθυμίας καὶ ἡδονάς τε καὶ λύπας ἐν παισὶ μάλιστα ἄν τις εὕροι καὶ γυναιξὶ καὶ οἰκέταις καὶ τῶν ἐλευθέρων λεγομένων ἐν τοῖς πολλοῖς τε καὶ φαύλοις.
”“不仅如此,人们还会发现,许多五花八门的欲望、快乐和痛苦主要存在于儿童、妇女、奴仆,以及那些被称为自由人的大多数和庸俗之人当中。
πάνυ μὲν οὖν.
”“确实如此。
τὰς δέ γε ἁπλᾶς τε καὶ μετρίας, αἳ δὴ μετὰ νοῦ τε καὶ δόξης ὀρθῆς λογισμῷ ἄγονται, ἐν ὀλίγοις τε ἐπιτεύξῃ καὶ τοῖς βέλτιστα μὲν φῦσιν, βέλτιστα δὲ παιδευθεῖσιν.
”“而那些简单的、适度的、伴随着理智和正确信念并在理性引导下的欲望,你只能在少数人身上碰到,也就是那些天性最好、受过最好教育的人。
ἀληθῆ, ἔφη.
”“正确,”他说。
οὐκοῦν καὶ ταῦτα ὁρᾷς ἐνόντα σοι ἐν τῇ πόλει καὶ κρατουμένας αὐτόθι τὰς ἐπιθυμίας τὰς ἐν τοῖς πολλοῖς τε καὶ φαύλοις ὑπό τε τῶν ἐπιθυμιῶν καὶ τῆς φρονήσεως τῆς ἐν τοῖς ἐλάττοσί τε καὶ ἐπιεικεστέροις;
“那么,你难道没有看到这些也存在于你的城邦中吗? 在那里,大多数和庸俗之人的欲望,被少数较优秀之人的欲望和知虑所控制。
ἔγωγʼ, ἔφη.
”“我看到了,”他说。
εἰ ἄρα δεῖ τινα πόλιν προσαγορεύειν κρείττω ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ αὐτὴν αὑτῆς, καὶ ταύτην προσρητέον.
“因此,如果必须称某个城邦为战胜快乐、欲望和战胜自己的城邦,这个城邦也必须如此称呼。
παντάπασιν μὲν οὖν, ἔφη.
”“完全正确,”他说。
ἆρʼ οὖν οὐ καὶ σώφρονα κατὰ πάντα ταῦτα;
“那么,在所有这些方面,它不也是节制的吗?
καὶ μάλα, ἔφη.
”“确实如此,”他说。
καὶ μὴν εἴπερ αὖ ἐν ἄλλῃ πόλει ἡ αὐτὴ δόξα ἔνεστι τοῖς τε ἄρχουσι καὶ ἀρχομένοις περὶ τοῦ οὕστινας δεῖ ἄρχειν, καὶ ἐν ταύτῃ ἂν εἴη τοῦτο ἐνόν.
“而且,如果说在其他城邦中,统治者和被统治者对于谁应该统治有着相同的信念,那么在这座城邦中也会存在这种信念。
ἢ οὐ δοκεῖ;
难道不是吗?
καὶ μάλα, ἔφη, σφόδρα.
”“确实,非常强烈,”他说。
ἐν ποτέροις οὖν φήσεις τῶν πολιτῶν τὸ σωφρονεῖν ἐνεῖναι ὅταν οὕτως ἔχωσιν;
“那么,当他们处于这种状态时,你会说节制存在于哪一部分公民中?
ἐν τοῖς ἄρχουσιν ἢ ἐν τοῖς ἀρχομένοις;
是在统治者中还是在被统治者中?
ἐν ἀμφοτέροις που, ἔφη.
”“想必在两者之中都有,”他说。
ὁρᾷς οὖν, ἦν δʼ ἐγώ, ὅτι ἐπιεικῶς ἐμαντευόμεθα ἄρτι ὡς ἁρμονίᾳ τινὶ ἡ σωφροσύνη ὡμοίωται;
“那么,你看到了吗,”我说,“我们刚才预言节制类似于某种和谐,是极有道理的?
τί δή;
”“为什么呢? ”

词汇与语法注释

  1. 430aμηδὲν οἴου ἄλλο μηχανᾶσθαι ἢ ὅπως — 这是一种‘除了……别无他物’(μηδὲν ἄλλο ... ἢ ὅπως)的排他性目的句式。不定式 μηχανᾶσθαι 依赖于命令式 οἴου,而 ὅπως 引导的从句则充当表示努力或目的的宾语从句。整体上强调了训练的唯一且排他的目的。
  2. 430aδεινὰ ὄντα ἐκκλύζειν — 分词 ὄντα 与 δεινά(中性复数,意为‘可怕的/强大的事物’)一致。不定式 ἐκκλύζειν 是限制性不定式,与形容词连用,说明在‘洗刷’这一方面非常强大。这里用隐喻将物理洗涤剂等同于快乐、痛苦等能洗刷掉信念的主观情感。
  3. 430bδοκεῖς γάρ μοι τὴν ὀρθὴν δόξαν... οὔτε πάνυ νόμιμον ἡγεῖσθαι, ἄλλο τέ τι ἢ ἀνδρείαν καλεῖν — 这里使用了 δοκεῖς(‘你似乎对我说’)的人称化变形(人称构文)。不定式 ἡγεῖσθαι 和 καλεῖν 的逻辑主语是‘你’(苏格拉底),因此整句意为‘在我看来,你并不认为……,并且你称之为……’。
  4. 431aὁ γὰρ ἑαυτοῦ κρείττων καὶ ἥττων δήπου ἂν αὑτοῦ εἴη καὶ ὁ ἥττων κρείττων — 这是苏格拉底式的讽刺分析,旨在指出日常表达‘战胜自己’在逻辑上包含着自我矛盾:如果一个人比自己强,那么他必然也比自己弱。比较级 κρείττων 和 ἥττων 形成对比结构,并要求比较属格 αὑτοῦ。

引用这一段

柏拉图, 理想国 §4.430-4.431. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.430-4.431

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。