§4.429τῷ σμικροτάτῳ ἄρα ἔθνει καὶ μέρει ἑαυτῆς καὶ τῇ ἐν τούτῳ ἐπιστήμῃ, τῷ προεστῶτι καὶ ἄρχοντι, ὅλη σοφὴ ἂν εἴη κατὰ φύσιν οἰκισθεῖσα πόλις·
因此,依靠最微小的阶层和自身的部分,以及这一部分中的知识——即进行指导和统治的知识——一个按照自然建立起来的城邦整体上才会是智慧的。
καὶ τοῦτο, ὡς ἔοικε, φύσει ὀλίγιστον γίγνεται γένος, ᾧ προσήκει ταύτης τῆς ἐπιστήμης μεταλαγχάνειν ἣν μόνην δεῖ τῶν ἄλλων ἐπιστημῶν σοφίαν καλεῖσθαι.
而且,正如所见,这在自然上成了人数最少的阶级,唯有这个阶级才配分得这种在其他所有知识中唯一应当被称为‘智慧’的知识。
ἀληθέστατα, ἔφη, λέγεις.
“极其正确,”他说。
τοῦτο μὲν δὴ ἓν τῶν τεττάρων οὐκ οἶδα ὅντινα τρόπον ηὑρήκαμεν, αὐτό τε καὶ ὅπου τῆς πόλεως ἵδρυται.
“那么,这四个德性中的一个,我们已经以某种方式找到了它本身以及它在城邦中所处的位置。
ἐμοὶ γοῦν δοκεῖ, ἔφη, ἀποχρώντως ηὑρῆσθαι.
”“至少在我看来,”他说,“这已被足够充分地找到了。
ἀλλὰ μὴν ἀνδρεία γε αὐτή τε καὶ ἐν ᾧ κεῖται τῆς πόλεως, διʼ ὃ τοιαύτη κλητέα ἡ πόλις, οὐ πάνυ χαλεπὸν ἰδεῖν.
”“然而,勇气本身以及它存在于城邦的哪个部分——城邦因之而被如此称呼——并不十分难看出来。
πῶς δή;
”“怎么说呢?
τίς ἄν, ἦν δʼ ἐγώ, εἰς ἄλλο τι ἀποβλέψας ἢ δειλὴν ἢ ἀνδρείαν πόλιν εἴποι ἀλλʼ ἢ εἰς τοῦτο τὸ μέρος ὃ προπολεμεῖ τε καὶ στρατεύεται ὑπὲρ αὐτῆς;
” “谁在把城邦说成是懦怯的或勇敢的时候,”我说,“会不看那为它而战、为它出征的这一部分,而去关注别的什么呢?
οὐδʼ ἂν εἷς, ἔφη, εἰς ἄλλο τι.
”“绝没有一个人,”他说,“会去看别的。
οὐ γὰρ οἶμαι, εἶπον, οἵ γε ἄλλοι ἐν αὐτῇ ἢ δειλοὶ ἢ ἀνδρεῖοι ὄντες κύριοι ἂν εἶεν ἢ τοίαν αὐτὴν εἶναι ἢ τοίαν.
”“因为我想,”我说,“城邦中其他那些人无论是懦怯还是勇敢,都不足以决定城邦是这般模样还是那般模样。
οὐ γάρ.
”“确实不行。
καὶ ἀνδρεία ἄρα πόλις μέρει τινὶ ἑαυτῆς ἐστι, διὰ τὸ ἐν ἐκείνῳ ἔχειν δύναμιν τοιαύτην ἣ διὰ παντὸς σώσει τὴν περὶ τῶν δεινῶν δόξαν, ταῦτά τε αὐτὰ εἶναι καὶ τοιαῦτα, ἅ τε καὶ οἷα ὁ νομοθέτης παρήγγελλεν ἐν τῇ παιδείᾳ.
”“因此,城邦是因其自身的某个部分而勇敢的,因为在这个部分中拥有一种能始终保持关于可怕事物的信念,即:这些事物正是立法者在教育中所宣告的那些可怕事物及其性质。
ἢ οὐ τοῦτο ἀνδρείαν καλεῖς;
难道你不把这叫做勇气吗?
οὐ πάνυ, ἔφη, ἔμαθον ὃ εἶπες, ἀλλʼ αὖθις εἰπέ.
”“我没太听懂你刚才说的话,”他说,“请再说一遍。
σωτηρίαν ἔγωγʼ, εἶπον, λέγω τινὰ εἶναι τὴν ἀνδρείαν.
”“我说的是,”我说,“勇气是一种保持。
ποίαν δὴ σωτηρίαν;
”“什么样的保持?
τὴν τῆς δόξης τῆς ὑπὸ νόμου διὰ τῆς παιδείας γεγονυίας περὶ τῶν δεινῶν ἅ τέ ἐστι καὶ οἷα·
”“就是保持由法律通过教育所建立起来的、关于什么是可怕事物以及它们是何种性质的信念。
διὰ παντὸς δὲ ἔλεγον αὐτῆς σωτηρίαν τὸ ἔν τε λύπαις ὄντα διασῴζεσθαι αὐτὴν καὶ ἐν ἡδοναῖς καὶ ἐν ἐπιθυμίαις καὶ ἐν φόβοις καὶ μὴ ἐκβάλλειν.
而我说‘始终’保持它,是指一个人不论是在痛苦中,还是在快乐中、欲望中、恐惧中,都保护着它而不将其抛弃。
ᾧ δέ μοι δοκεῖ ὅμοιον εἶναι ἐθέλω ἀπεικάσαι, εἰ βούλει.
至于我认为它像什么,如果你愿意,我想做个比喻。
ἀλλὰ βούλομαι.
”“我很愿意。
οὐκοῦν οἶσθα, ἦν δʼ ἐγώ, ὅτι οἱ βαφῆς, ἐπειδὰν βουληθῶσι βάψαι ἔρια ὥστʼ εἶναι ἁλουργά, πρῶτον μὲν ἐκλέγονται ἐκ τοσούτων χρωμάτων μίαν φύσιν τὴν τῶν λευκῶν, ἔπειτα προπαρασκευάζουσιν, οὐκ ὀλίγῃ παρασκευῇ θεραπεύσαντες ὅπως δέξεται ὅτι μάλιστα τὸ ἄνθος, καὶ οὕτω δὴ βάπτουσι.
”“那么,你难道不知道,”我说,“当染工们想要把羊毛染成紫色时,首先从这么多颜色中选择一种单一的性质,即白色;然后进行预先处理,用不少的工序来对待它,以便让它尽可能多地吸收色泽,然后才这样进行染色。
καὶ ὃ μὲν ἂν τούτῳ τῷ τρόπῳ βαφῇ, δευσοποιὸν γίγνεται τὸ βαφέν, καὶ ἡ πλύσις οὔτʼ ἄνευ ῥυμμάτων οὔτε μετὰ ῥυμμάτων δύναται αὐτῶν τὸ ἄνθος ἀφαιρεῖσθαι· ἃ δʼ ἂν μή, οἶσθα οἷα δὴ γίγνεται, ἐάντέ τις ἄλλα χρώματα βάπτῃ ἐάντε καὶ ταῦτα μὴ προθεραπεύσας.
用这种方法染出的东西,其颜色就会牢固,无论用不用洗涤剂清洗,都不能洗掉它的色泽;而如果没有这样做,你自然知道会变成什么样子,无论是染其他颜色,还是在没有预先处理的情况下染这种颜色。
οἶδα, ἔφη, ὅτι καὶ ἔκπλυτα καὶ γελοῖα.
”“我知道,”他说,“会变得褪色而且滑稽。 ”