§4.419καὶ ὁ Ἀδείμαντος ὑπολαβών, τί οὖν, ἔφη, ὦ Σώκρατες, ἀπολογήσῃ, ἐάν τίς σε φῇ μὴ πάνυ τι εὐδαίμονας ποιεῖν τούτους τοὺς ἄνδρας, καὶ ταῦτα διʼ ἑαυτούς, ὧν ἔστι μὲν ἡ πόλις τῇ ἀληθείᾳ, οἱ δὲ μηδὲν ἀπολαύουσιν ἀγαθὸν τῆς πόλεως, οἷον ἄλλοι ἀγρούς τε κεκτημένοι καὶ οἰκίας οἰκοδομούμενοι καλὰς καὶ μεγάλας, καὶ ταύταις πρέπουσαν κατασκευὴν κτώμενοι, καὶ θυσίας θεοῖς ἰδίας θύοντες, καὶ ξενοδοκοῦντες, καὶ δὴ καὶ ἃ νυνδὴ σὺ ἔλεγες, χρυσόν τε καὶ ἄργυρον κεκτημένοι καὶ πάντα ὅσα νομίζεται τοῖς μέλλουσιν μακαρίοις εἶναι;
するとアデイマントスが口を挟んで言った。 「ソクラテス、もし誰かが、あなたがこの男たちを少しも幸福にしていない、しかもそれが彼ら自身にかかわることでありながら、と言うなら、あなたはどのように弁明するのですか。 実際、国家は彼らのものであるのに、彼らは国家からいかなる善いものも享受していません。 他の人々が土地を所有し、美しく立派な家を建て、それにふさわしい調度品を整え、神々に独自の犠牲を捧げ、客人をもてなし、そしてまさに先ほどあなたが言っていたように、金や銀を所有し、将来幸福になろうとする人々に習慣とされるすべてのものを持っているのとは違って。
§4.420ἀλλʼ ἀτεχνῶς, φαίη ἄν, ὥσπερ ἐπίκουροι μισθωτοὶ ἐν τῇ πόλει φαίνονται καθῆσθαι οὐδὲν ἄλλο ἢ φρουροῦντες.
むしろ全く」と彼は言うだろう、「まるで雇われた補助兵のように、彼らは国家の中でただ見張りをするだけで座っているように見えます。
ναί, ἦν δʼ ἐγώ, καὶ ταῦτά γε ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις λαμβάνοντες ὥσπερ οἱ ἄλλοι, ὥστε οὐδʼ ἂν ἀποδημῆσαι βούλωνται ἰδίᾳ, ἐξέσται αὐτοῖς, οὐδʼ ἑταίραις διδόναι, οὐδʼ ἀναλίσκειν ἄν ποι βούλωνται ἄλλοσε, οἷα δὴ οἱ εὐδαίμονες δοκοῦντες εἶναι ἀναλίσκουσι.
」「そうだ」と私は言った。 「しかも、彼らは食糧だけを支給され、他の人々のように食糧に加えて給与を受け取ることもない。 その結果、もし私的に旅をしたいと思っても許されず、ヘタイラに贈り物をすることも、幸福であると思われる人々が費やすように、他に望むところへ出費することもできない。
ταῦτα καὶ ἄλλα τοιαῦτα συχνὰ τῆς κατηγορίας ἀπολείπεις.
君は、こうしたことや他の多くの同様の非難の種を、告発から省いているのだ。
ἀλλʼ, ἦ δʼ ὅς, ἔστω καὶ ταῦτα κατηγορημένα.
」「だが」と彼は言った。 「それらもまた告発されたことにしておこう。
τί οὖν δὴ ἀπολογησόμεθα, φῄς;
」「では、我々は一体どのように弁明すべきだ、と君は言うのかね?
ναί.
」「はい。
τὸν αὐτὸν οἶμον, ἦν δʼ ἐγώ, πορευόμενοι εὑρήσομεν, ὡς ἐγᾦμαι, ἃ λεκτέα.
」「我々が同じ道を進むならば、語るべきことが見つかるだろう、と私は思う」と私は言った。
ἐροῦμεν γὰρ ὅτι θαυμαστὸν μὲν ἂν οὐδὲν εἴη εἰ καὶ οὗτοι οὕτως εὐδαιμονέστατοί εἰσιν, οὐ μὴν πρὸς τοῦτο βλέποντες τὴν πόλιν οἰκίζομεν, ὅπως ἕν τι ἡμῖν ἔθνος ἔσται διαφερόντως εὔδαιμον, ἀλλʼ ὅπως ὅτι μάλιστα ὅλη ἡ πόλις.
「というのも、もし彼らがこのようにして非常に幸福であるとしても、それは何も驚くべきことではない、と我々は言うからだ。 とはいえ、我々が国家を建設しているのは、我々の中のある一つの階層が格段に幸福になることを目指してのことではなく、国家全体が可能な限り幸福になることを目指してのことなのだ。
ᾠήθημεν γὰρ ἐν τῇ τοιαύτῃ μάλιστα ἂν εὑρεῖν δικαιοσύνην καὶ αὖ ἐν τῇ κάκιστα οἰκουμένῃ ἀδικίαν, κατιδόντες δὲ κρῖναι ἂν ὃ πάλαι ζητοῦμεν.
なぜなら、そのような国家においてこそ我々は正義を最もよく見出すことができ、また他方で、最悪の状態で治められている国家において不正を見出すことができ、それらを観察した上で、我々が以前から探求していたものを判断できると考えたからだ。
νῦν μὲν οὖν, ὡς οἰόμεθα, τὴν εὐδαίμονα πλάττομεν οὐκ ἀπολαβόντες ὀλίγους ἐν αὐτῇ τοιούτους τινὰς τιθέντες, ἀλλʼ ὅλην·
今や我々は、自分たちが考えているように、幸福な国家を形作っている。 その中から少数の一部を取り出してそのような幸福な者として据えるのではなく、国家全体をそうしているのだ。
αὐτίκα δὲ τὴν ἐναντίαν σκεψόμεθα.
そして、すぐにその反対の国家について考察することにしよう。
ὥσπερ οὖν ἂν εἰ ἡμᾶς ἀνδριάντα γράφοντας προσελθών τις ἔψεγε λέγων ὅτι οὐ τοῖς καλλίστοις τοῦ ζῴου τὰ κάλλιστα φάρμακα προστίθεμεν—οἱ γὰρ ὀφθαλμοὶ κάλλιστον ὂν οὐκ ὀστρείῳ ἐναληλιμμένοι εἶεν ἀλλὰ μέλανι—μετρίως ἂν ἐδοκοῦμεν πρὸς αὐτὸν ἀπολογεῖσθαι λέγοντες·
それゆえ、もし我々が彫像に彩色しているときに、誰かが近づいてきて、その生物の最も美しい部分に最も美しい顔料を塗っていない、と我々を非難したとしよう。 ――というのも、最も美しいものである眼が、貝紫ではなく黒で塗られているからだ、と。 ――そのとき、彼に対して次のように言って弁明することは、極めて適切であると思われるだろう。
ὦ θαυμάσιε, μὴ οἴου δεῖν ἡμᾶς οὕτω καλοὺς ὀφθαλμοὺς γράφειν, ὥστε μηδὲ ὀφθαλμοὺς φαίνεσθαι, μηδʼ αὖ τἆλλα μέρη, ἀλλʼ ἄθρει εἰ τὰ προσήκοντα ἑκάστοις ἀποδιδόντες τὸ ὅλον καλὸν ποιοῦμεν·
『驚くべき友よ、我々が眼をそれほど美しく描かねばならないために、それが眼にすら見えなくなってしまったり、他の部分も同様になってしまったりするような描き方をすべきだと思ってはならない。 むしろ、各部分にふさわしいものを与えることによって、全体を美しく仕上げているかどうかを見てほしい。
καὶ δὴ καὶ νῦν μὴ ἀνάγκαζε ἡμᾶς τοιαύτην εὐδαιμονίαν τοῖς φύλαξι προσάπτειν, ἣ ἐκείνους πᾶν μᾶλλον ἀπεργάσεται ἢ φύλακας.
それと同様に、今もまた、我々に対して守護者たちにそのような幸福を付与することを強制しないでほしい。 それは、彼らを守護者以外のあらゆるものにしてしまうような幸福なのだ。
ἐπιστάμεθα γὰρ καὶ τοὺς γεωργοὺς ξυστίδας ἀμφιέσαντες καὶ χρυσὸν περιθέντες πρὸς ἡδονὴν ἐργάζεσθαι κελεύειν τὴν γῆν, καὶ τοὺς κεραμέας κατακλίναντες ἐπὶ δεξιὰ πρὸς τὸ πῦρ διαπίνοντάς τε καὶ εὐωχουμένους, τὸν τροχὸν παραθεμένους, ὅσον ἂν ἐπιθυμῶσι κεραμεύειν, καὶ τοὺς ἄλλους πάντας τοιούτῳ τρόπῳ μακαρίους ποιεῖν, ἵνα δὴ ὅλη ἡ πόλις εὐδαιμονῇ.
というのも、我々は農夫たちにきらびやかな長衣をまとわせ、金を身につけさせて、楽しむために土地を耕すよう命じることもできるし、陶工たちを火のそばに右向きに横たわらせ、彼らの前にろくろを置いて、望むだけの陶器を作りつつ酒を酌み交わし宴を楽しませることもできるし、他のすべての人々をもそのような方法で幸福にすることで、国家全体が幸福になるようにすることもできるのだから。 』」