§4.419καὶ ὁ Ἀδείμαντος ὑπολαβών, τί οὖν, ἔφη, ὦ Σώκρατες, ἀπολογήσῃ, ἐάν τίς σε φῇ μὴ πάνυ τι εὐδαίμονας ποιεῖν τούτους τοὺς ἄνδρας, καὶ ταῦτα διʼ ἑαυτούς, ὧν ἔστι μὲν ἡ πόλις τῇ ἀληθείᾳ, οἱ δὲ μηδὲν ἀπολαύουσιν ἀγαθὸν τῆς πόλεως, οἷον ἄλλοι ἀγρούς τε κεκτημένοι καὶ οἰκίας οἰκοδομούμενοι καλὰς καὶ μεγάλας, καὶ ταύταις πρέπουσαν κατασκευὴν κτώμενοι, καὶ θυσίας θεοῖς ἰδίας θύοντες, καὶ ξενοδοκοῦντες, καὶ δὴ καὶ ἃ νυνδὴ σὺ ἔλεγες, χρυσόν τε καὶ ἄργυρον κεκτημένοι καὶ πάντα ὅσα νομίζεται τοῖς μέλλουσιν μακαρίοις εἶναι;
阿得曼托斯插话说:“苏格拉底,如果有人说你并没有使这些人非常幸福,而且这还是在关涉他们自身的情况下——城邦在真实中确实属于他们,但他们却未曾从城邦中享受任何好处,而不像其他人那样拥有土地、建造美丽宏伟的房屋、置办与这些房屋相配的陈设、向神明献上私人的祭品、款待宾客,甚至还拥有你刚才所说的金银以及一切被认为想要获得幸福的人所惯有的一切,你将如何为自己辩护呢?
§4.420ἀλλʼ ἀτεχνῶς, φαίη ἄν, ὥσπερ ἐπίκουροι μισθωτοὶ ἐν τῇ πόλει φαίνονται καθῆσθαι οὐδὲν ἄλλο ἢ φρουροῦντες.
相反,他会说,他们简直就像被雇佣的辅助兵一样,在城邦里无所事事,只是坐着看守。
ναί, ἦν δʼ ἐγώ, καὶ ταῦτά γε ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις λαμβάνοντες ὥσπερ οἱ ἄλλοι, ὥστε οὐδʼ ἂν ἀποδημῆσαι βούλωνται ἰδίᾳ, ἐξέσται αὐτοῖς, οὐδʼ ἑταίραις διδόναι, οὐδʼ ἀναλίσκειν ἄν ποι βούλωνται ἄλλοσε, οἷα δὴ οἱ εὐδαίμονες δοκοῦντες εἶναι ἀναλίσκουσι.
” “是的,”我说,“而且他们仅仅获得食物,甚至不能像其他人那样在食物之外获得报酬,以至于即使他们想私自出游也不被允许,也不能向交际花赠送礼物,或在他们想去的其他地方消费,像那些被认为幸福的人所消费的那样。
ταῦτα καὶ ἄλλα τοιαῦτα συχνὰ τῆς κατηγορίας ἀπολείπεις.
你把这些和许多其他类似的控诉都遗漏了。
ἀλλʼ, ἦ δʼ ὅς, ἔστω καὶ ταῦτα κατηγορημένα.
” “好吧,”他说,“就让这些也算作被控诉的内容吧。
τί οὖν δὴ ἀπολογησόμεθα, φῄς;
” “那么,我们究竟该如何辩护,你是这个意思吗?
ναί.
”“是的。
τὸν αὐτὸν οἶμον, ἦν δʼ ἐγώ, πορευόμενοι εὑρήσομεν, ὡς ἐγᾦμαι, ἃ λεκτέα.
” “我想,”我说,“只要我们沿着同一条路径走下去,就会找到该说的话。
ἐροῦμεν γὰρ ὅτι θαυμαστὸν μὲν ἂν οὐδὲν εἴη εἰ καὶ οὗτοι οὕτως εὐδαιμονέστατοί εἰσιν, οὐ μὴν πρὸς τοῦτο βλέποντες τὴν πόλιν οἰκίζομεν, ὅπως ἕν τι ἡμῖν ἔθνος ἔσται διαφερόντως εὔδαιμον, ἀλλʼ ὅπως ὅτι μάλιστα ὅλη ἡ πόλις.
因为我们要说,即使这些人以这种方式也最幸福,这也没什么可惊奇的;然而,我们建立城邦的目的,并不是为了让我们中的某一个阶层特别幸福,而是为了让整个城邦尽可能地幸福。
ᾠήθημεν γὰρ ἐν τῇ τοιαύτῃ μάλιστα ἂν εὑρεῖν δικαιοσύνην καὶ αὖ ἐν τῇ κάκιστα οἰκουμένῃ ἀδικίαν, κατιδόντες δὲ κρῖναι ἂν ὃ πάλαι ζητοῦμεν.
因为我们认为,在这样的城邦中我们最能找到正义,反之在管理得最坏的城邦中能找到不正义,而在观察了这两者之后,我们就能判定我们长期以来所探求的东西。
νῦν μὲν οὖν, ὡς οἰόμεθα, τὴν εὐδαίμονα πλάττομεν οὐκ ἀπολαβόντες ὀλίγους ἐν αὐτῇ τοιούτους τινὰς τιθέντες, ἀλλʼ ὅλην· αὐτίκα δὲ τὴν ἐναντίαν σκεψόμεθα.
因此,现在正如我们所想的,我们正在塑造这个幸福的城邦,不是挑出其中少数人并使他们幸福,而是让整个城邦如此;接着,我们马上就会去考察相反的城邦。
ὥσπερ οὖν ἂν εἰ ἡμᾶς ἀνδριάντα γράφοντας προσελθών τις ἔψεγε λέγων ὅτι οὐ τοῖς καλλίστοις τοῦ ζῴου τὰ κάλλιστα φάρμακα προστίθεμεν—οἱ γὰρ ὀφθαλμοὶ κάλλιστον ὂν οὐκ ὀστρείῳ ἐναληλιμμένοι εἶεν ἀλλὰ μέλανι—μετρίως ἂν ἐδοκοῦμεν πρὸς αὐτὸν ἀπολογεῖσθαι λέγοντες· ὦ θαυμάσιε, μὴ οἴου δεῖν ἡμᾶς οὕτω καλοὺς ὀφθαλμοὺς γράφειν, ὥστε μηδὲ ὀφθαλμοὺς φαίνεσθαι, μηδʼ αὖ τἆλλα μέρη, ἀλλʼ ἄθρει εἰ τὰ προσήκοντα ἑκάστοις ἀποδιδόντες τὸ ὅλον καλὸν ποιοῦμεν·
正如如果我们正在给雕像着色,有人走过来指责我们,说我们没有把最美丽的颜料涂在生物最美丽的部分上——因为眼睛是最美丽的部分,却不用贝紫而用黑色涂抹——我们对他做出如下的辩护,似乎是颇为得当的: ‘神奇的朋友,不要以为我们应当把眼睛画得如此美丽,以至于它们看起来甚至都不像眼睛,其他部分也是如此;相反,你应该观察,我们是否通过给予各部分以相称的色彩,从而使整体变得美丽。
καὶ δὴ καὶ νῦν μὴ ἀνάγκαζε ἡμᾶς τοιαύτην εὐδαιμονίαν τοῖς φύλαξι προσάπτειν, ἣ ἐκείνους πᾶν μᾶλλον ἀπεργάσεται ἢ φύλακας.
同样,现在也不要强迫我们给守卫者戴上这样一种幸福,这种幸福会使他们成为任何别的东西,唯独不是守卫者。
ἐπιστάμεθα γὰρ καὶ τοὺς γεωργοὺς ξυστίδας ἀμφιέσαντες καὶ χρυσὸν περιθέντες πρὸς ἡδονὴν ἐργάζεσθαι κελεύειν τὴν γῆν, καὶ τοὺς κεραμέας κατακλίναντες ἐπὶ δεξιὰ πρὸς τὸ πῦρ διαπίνοντάς τε καὶ εὐωχουμένους, τὸν τροχὸν παραθεμένους, ὅσον ἂν ἐπιθυμῶσι κεραμεύειν, καὶ τοὺς ἄλλους πάντας τοιούτῳ τρόπῳ μακαρίους ποιεῖν, ἵνα δὴ ὅλη ἡ πόλις εὐδαιμονῇ.
因为我们同样懂得如何让农夫穿上华丽的长袍,戴上黄金,为了取乐而去耕作土地;也懂得如何让陶工在火炉旁向右躺下,饮酒宴乐,把轮子放在他们面前,只要他们愿意就去制陶;并且以这种方式使所有其他人也都幸福,好让整个城邦都幸福。 因为我们同样懂得如何让农夫穿上华丽的长袍,戴上黄金,为了取乐而去耕作土地;也懂得如何让陶工在火炉旁向右躺下,饮酒宴乐,把轮子放在他们面前,只要他们愿意就去制陶;并且以这种方式使所有其他人也都幸福,好让整个城邦都幸福。’