§3.416πῶς, ἔφη, αὖ τοῦτο λέγεις διαφέρειν ἐκείνου;
「今度はそれとこれがどのように異なるとおっしゃるのですか? 」と彼は言った。
ἐγώ σοι, ἦν δʼ ἐγώ, πειράσομαι εἰπεῖν.
「君に説明してみよう」と私は言った。
δεινότατον γάρ που πάντων καὶ αἴσχιστον ποιμέσι τοιούτους γε καὶ οὕτω τρέφειν κύνας ἐπικούρους ποιμνίων, ὥστε ὑπὸ ἀκολασίας ἢ λιμοῦ ἤ τινος ἄλλου κακοῦ ἔθους αὐτοὺς τοὺς κύνας ἐπιχειρῆσαι τοῖς προβάτοις κακουργεῖν καὶ ἀντὶ κυνῶν λύκοις ὁμοιωθῆναι.
「というのも、羊飼いにとって、羊群の守り手である犬を、放縦や飢え、あるいは何か他の悪習によって、その犬自身が羊たちに危害を加え始め、犬の代わりに狼に似たものになってしまうような形で、またそのようなものとして飼育することほど、恐ろしくまた恥ずべきことはないからだ。
δεινόν, ἦ δʼ ὅς·
」「恐ろしいことです」と彼は言った。
πῶς δʼ οὔ;
「どうしてそうでないことがありましょう。
οὐκοῦν φυλακτέον παντὶ τρόπῳ μὴ τοιοῦτον ἡμῖν οἱ ἐπίκουροι ποιήσωσι πρὸς τοὺς πολίτας, ἐπειδὴ αὐτῶν κρείττους εἰσίν, ἀντὶ συμμάχων εὐμενῶν δεσπόταις ἀγρίοις ἀφομοιωθῶσιν;
」「それなら、我々の補助者たちが市民に対してそのようなことを決して行わないよう、あらゆる方法で警戒しなければならない。 彼らは市民よりも強いのであるから、好意的な味方の代わりに野蛮な支配者へと似てしまわないようにね?
φυλακτέον, ἔφη.
」「警戒しなければなりません」と彼は言った。
οὐκοῦν τὴν μεγίστην τῆς εὐλαβείας παρεσκευασμένοι ἂν εἶεν, εἰ τῷ ὄντι καλῶς πεπαιδευμένοι εἰσίν;
「では、もし彼らが本当に優れた教育を受けているならば、最大の警戒を備えていることになるのではないか?
ἀλλὰ μὴν εἰσίν γʼ, ἔφη.
」「しかし、実際に受けていますとも」と彼は言った。
καὶ ἐγὼ εἶπον·
そして私は言った。
τοῦτο μὲν οὐκ ἄξιον διισχυρίζεσθαι, ὦ φίλε Γλαύκων·
「友なるグラウコンよ、そのことを強く主張するのはふさわしくない。
ὃ μέντοι ἄρτι ἐλέγομεν, ἄξιον, ὅτι δεῖ αὐτοὺς τῆς ὀρθῆς τυχεῖν παιδείας, ἥτις ποτέ ἐστιν, εἰ μέλλουσι τὸ μέγιστον ἔχειν πρὸς τὸ ἥμεροι εἶναι αὑτοῖς τε καὶ τοῖς φυλαττομένοις ὑπʼ αὐτῶν.
しかし、先ほど我々が言っていたことは主張に値する。 すなわち、もし彼らが、自分自身に対しても、自分たちによって守られている者たちに対しても、温厚であるために最も重要なものを備えようとするならば、それがどのようなものであれ、正しい教育を受けねばならないということだ。
καὶ ὀρθῶς γε, ἦ δʼ ὅς.
」「その通りです」と彼は言った。
πρὸς τοίνυν τῇ παιδείᾳ ταύτῃ φαίη ἄν τις νοῦν ἔχων δεῖν καὶ τὰς οἰκήσεις καὶ τὴν ἄλλην οὐσίαν τοιαύτην αὐτοῖς παρεσκευάσθαι, ἥτις μήτε τοῦ φύλακας ὡς ἀρίστους εἶναι παύσει αὐτούς, κακουργεῖν τε μὴ ἐπαρεῖ περὶ τοὺς ἄλλους πολίτας.
「それなら、この教育に加えて、理性を備えた人なら誰でも、彼らの住居やその他の財産もまた、彼らがこの上なく優れた守護者であることを妨げず、かつ他の市民に対して危害を加えるようそそのかすことのないようなものとして用意されなければならない、と言うだろう。
καὶ ἀληθῶς γε φήσει.
」「そして本当にそう言うでしょう」と彼は言った。
ὅρα δή, εἶπον ἐγώ, εἰ τοιόνδε τινὰ τρόπον δεῖ αὐτοὺς ζῆν τε καὶ οἰκεῖν, εἰ μέλλουσι τοιοῦτοι ἔσεσθαι·
「それなら」と私は言った。 「もし彼らがそのような者になろうとするならば、次のような方法で生活し、住まわねばならないかどうかをよく考えなさい。
πρῶτον μὲν οὐσίαν κεκτημένον μηδεμίαν μηδένα ἰδίαν, ἂν μὴ πᾶσα ἀνάγκη·
第一に、絶対に必要な場合を除いて、誰もいかなる私有財産も持ってはならないこと。
ἔπειτα οἴκησιν καὶ ταμιεῖον μηδενὶ εἶναι μηδὲν τοιοῦτον, εἰς ὃ οὐ πᾶς ὁ βουλόμενος εἴσεισι·
第二に、誰も、望む者なら誰でも入れるようなものでない、いかなる住居や倉庫も持ってはいけないこと。
τὰ δʼ ἐπιτήδεια, ὅσων δέονται ἄνδρες ἀθληταὶ πολέμου σώφρονές τε καὶ ἀνδρεῖοι, ταξαμένους παρὰ τῶν ἄλλων πολιτῶν δέχεσθαι μισθὸν τῆς φυλακῆς τοσοῦτον ὅσον μήτε περιεῖναι αὐτοῖς εἰς τὸν ἐνιαυτὸν μήτε ἐνδεῖν·
そして、節制があり勇敢な、戦争の戦士である男たちが必要とするほどの食糧を、彼らは他の市民から規定の額を受け取り、それを守護の報酬とする。 その額は、一年を通じて彼らにとって余ることもなく、また不足することもない程度のものでなければならない。
φοιτῶντας δὲ εἰς συσσίτια ὥσπερ ἐστρατοπεδευμένους κοινῇ ζῆν·
共同の食事に通い、軍営にいるように共同で生活すること。
§3.417χρυσίον δὲ καὶ ἀργύριον εἰπεῖν αὐτοῖς ὅτι θεῖον παρὰ θεῶν ἀεὶ ἐν τῇ ψυχῇ ἔχουσι καὶ οὐδὲν προσδέονται τοῦ ἀνθρωπείου, οὐδὲ ὅσια τὴν ἐκείνου κτῆσιν τῇ τοῦ θνητοῦ χρυσοῦ κτήσει συμμειγνύντας μιαίνειν, διότι πολλὰ καὶ ἀνόσια περὶ τὸ τῶν πολλῶν νόμισμα γέγονεν, τὸ παρʼ ἐκείνοις δὲ ἀκήρατον·
また、金や銀については、彼らは神々からの神聖なものを常に自分の魂の中に持っており、人間のものを付け加える必要は全くないこと。 また、死すべき人間の金の所有を、神聖なあの金の所有と混ぜ合わせることで汚すのは不敬神であること。 なぜなら、大衆の貨幣をめぐっては、多くの不敬なことがこれまで生じてきたが、彼らの中にあるあの金は汚れがないからである、と彼らに告げること。
ἀλλὰ μόνοις αὐτοῖς τῶν ἐν τῇ πόλει μεταχειρίζεσθαι καὶ ἅπτεσθαι χρυσοῦ καὶ ἀργύρου οὐ θέμις, οὐδʼ ὑπὸ τὸν αὐτὸν ὄροφον ἰέναι οὐδὲ περιάψασθαι οὐδὲ πίνειν ἐξ ἀργύρου ἢ χρυσοῦ.
むしろ、国家の中の者たちのうち彼らだけが、金や銀を取り扱ったり、触れたりすることは許されず、またそれらと同じ屋根の下に入ることも、身につけることも、銀や金の器から飲むことも許されない。
καὶ οὕτω μὲν σῴζοιντό τʼ ἂν καὶ σῴζοιεν τὴν πόλιν·
こうして彼らは自分自身を救い、また国家を救うことになるだろう。
ὁπότε δʼ αὐτοὶ γῆν τε ἰδίαν καὶ οἰκίας καὶ νομίσματα κτήσονται, οἰκονόμοι μὲν καὶ γεωργοὶ ἀντὶ φυλάκων ἔσονται, δεσπόται δʼ ἐχθροὶ ἀντὶ συμμάχων τῶν ἄλλων πολιτῶν γενήσονται, μισοῦντες δὲ δὴ καὶ μισούμενοι καὶ ἐπιβουλεύοντες καὶ ἐπιβουλευόμενοι διάξουσι πάντα τὸν βίον, πολὺ πλείω καὶ μᾶλλον δεδιότες τοὺς ἔνδον ἢ τοὺς ἔξωθεν πολεμίους, θέοντες ἤδη τότε ἐγγύτατα ὀλέθρου αὐτοί τε καὶ ἡ ἄλλη πόλις.
しかし、もし彼らが自分自身の土地や家、貨幣を所有するようになるならば、守護者の代わりに家計の管理者や農夫になり、他の市民たちの好意的な味方の代わりに敵対的な支配者になってしまうだろう。 そして彼らは、憎み、また憎まれ、陰謀を企て、また企てられながら生涯を過ごすことになり、外部の敵よりも内部の者たちをはるかに強く、また多く恐れるようになり、そのときにはすでに、彼ら自身も他の国家も、破滅のまさに間近へと突っ走っていることになるのだ。
τούτων οὖν πάντων ἕνεκα, ἦν δʼ ἐγώ, φῶμεν οὕτω δεῖν κατεσκευάσθαι τοὺς φύλακας οἰκήσεώς τε πέρι καὶ τῶν ἄλλων, καὶ ταῦτα νομοθετήσωμεν, ἢ μή;
「それなら、これらすべての理由から」と私は言った。 「住居やその他のことに関しても、守護者たちをそのように規定すべきであると言い、これらを法律として定めるべきだろうか、それともそうしないべきだろうか?
πάνυ γε, ἦ δʼ ὃς ὁ Γλαύκων.
」「ぜひそうしましょう」とグラウコンは言った。