Humanitext Reader

柏拉图 · 理想国 §3.416-3.417

守护者私有财产的禁止与公共生活规定

第 50 段,共 153 段 · 希腊语

内容简介

苏格拉底提出,应当立法禁止守护者拥有私人财产、房屋以及金银,并规定其过集体生活,以防其变成危害市民的暴君,格劳孔对此表示赞同。

§3.416πῶς, ἔφη, αὖ τοῦτο λέγεις διαφέρειν ἐκείνου;
“你说的这一个与那一个又有什么不同呢? ”他说。
ἐγώ σοι, ἦν δʼ ἐγώ, πειράσομαι εἰπεῖν.
“我来试着对你说明吧,”我说。
δεινότατον γάρ που πάντων καὶ αἴσχιστον ποιμέσι τοιούτους γε καὶ οὕτω τρέφειν κύνας ἐπικούρους ποιμνίων, ὥστε ὑπὸ ἀκολασίας ἢ λιμοῦ ἤ τινος ἄλλου κακοῦ ἔθους αὐτοὺς τοὺς κύνας ἐπιχειρῆσαι τοῖς προβάτοις κακουργεῖν καὶ ἀντὶ κυνῶν λύκοις ὁμοιωθῆναι.
“因为对于牧人来说,饲养如此这般且处于这样状态的、作为羊群守护者的狗,以至于由于放纵、饥饿或某些其他恶习,这些狗自身竟企图去伤害羊群,并变得不像狗而像狼,这无疑是所有事情中最可怕也最可耻的。
δεινόν, ἦ δʼ ὅς· πῶς δʼ οὔ;
” “确实可怕,”他说,“怎能不呢?
οὐκοῦν φυλακτέον παντὶ τρόπῳ μὴ τοιοῦτον ἡμῖν οἱ ἐπίκουροι ποιήσωσι πρὸς τοὺς πολίτας, ἐπειδὴ αὐτῶν κρείττους εἰσίν, ἀντὶ συμμάχων εὐμενῶν δεσπόταις ἀγρίοις ἀφομοιωθῶσιν;
” “那么,我们是不是应当用尽一切方法防范,以免我们的助手对公民做出这样的事——因为他们比公民更强——结果不但不作友善的盟友,反而变得像凶狠的主人?
φυλακτέον, ἔφη.
” “必须防范,”他说。
οὐκοῦν τὴν μεγίστην τῆς εὐλαβείας παρεσκευασμένοι ἂν εἶεν, εἰ τῷ ὄντι καλῶς πεπαιδευμένοι εἰσίν;
“那么,如果他们真的受到了良好的教育,他们岂不已经具备了最大程度的防范意识?
ἀλλὰ μὴν εἰσίν γʼ, ἔφη.
” “但他们确实受到了教育,”他说。
καὶ ἐγὼ εἶπον· τοῦτο μὲν οὐκ ἄξιον διισχυρίζεσθαι, ὦ φίλε Γλαύκων· ὃ μέντοι ἄρτι ἐλέγομεν, ἄξιον, ὅτι δεῖ αὐτοὺς τῆς ὀρθῆς τυχεῖν παιδείας, ἥτις ποτέ ἐστιν, εἰ μέλλουσι τὸ μέγιστον ἔχειν πρὸς τὸ ἥμεροι εἶναι αὑτοῖς τε καὶ τοῖς φυλαττομένοις ὑπʼ αὐτῶν.
我便说:“亲爱的格劳孔,断言这一点并不合适;然而,我们刚才所说的话确实是值得断言的,那就是,如果他们想要拥有能让他们对自己以及被他们守护的人保持温和的最重要因素,他们就必须获得正确的教育,不论这种教育究竟是什么。
καὶ ὀρθῶς γε, ἦ δʼ ὅς.
” “确实很正确,”他说。
πρὸς τοίνυν τῇ παιδείᾳ ταύτῃ φαίη ἄν τις νοῦν ἔχων δεῖν καὶ τὰς οἰκήσεις καὶ τὴν ἄλλην οὐσίαν τοιαύτην αὐτοῖς παρεσκευάσθαι, ἥτις μήτε τοῦ φύλακας ὡς ἀρίστους εἶναι παύσει αὐτούς, κακουργεῖν τε μὴ ἐπαρεῖ περὶ τοὺς ἄλλους πολίτας.
“那么,除了这种教育之外,任何有理性的人都会说,他们的住处和其余的财产也必须为他们作如此的准备:既不会阻碍他们成为最优秀的守卫者,也不会怂恿他们去伤害其他市民。
καὶ ἀληθῶς γε φήσει.
” “他说的确实是真理,”他说。
ὅρα δή, εἶπον ἐγώ, εἰ τοιόνδε τινὰ τρόπον δεῖ αὐτοὺς ζῆν τε καὶ οἰκεῖν, εἰ μέλλουσι τοιοῦτοι ἔσεσθαι· πρῶτον μὲν οὐσίαν κεκτημένον μηδεμίαν μηδένα ἰδίαν, ἂν μὴ πᾶσα ἀνάγκη· ἔπειτα οἴκησιν καὶ ταμιεῖον μηδενὶ εἶναι μηδὲν τοιοῦτον, εἰς ὃ οὐ πᾶς ὁ βουλόμενος εἴσεισι· τὰ δʼ ἐπιτήδεια, ὅσων δέονται ἄνδρες ἀθληταὶ πολέμου σώφρονές τε καὶ ἀνδρεῖοι, ταξαμένους παρὰ τῶν ἄλλων πολιτῶν δέχεσθαι μισθὸν τῆς φυλακῆς τοσοῦτον ὅσον μήτε περιεῖναι αὐτοῖς εἰς τὸν ἐνιαυτὸν μήτε ἐνδεῖν· φοιτῶντας δὲ εἰς συσσίτια ὥσπερ ἐστρατοπεδευμένους κοινῇ ζῆν· §3.417χρυσίον δὲ καὶ ἀργύριον εἰπεῖν αὐτοῖς ὅτι θεῖον παρὰ θεῶν ἀεὶ ἐν τῇ ψυχῇ ἔχουσι καὶ οὐδὲν προσδέονται τοῦ ἀνθρωπείου, οὐδὲ ὅσια τὴν ἐκείνου κτῆσιν τῇ τοῦ θνητοῦ χρυσοῦ κτήσει συμμειγνύντας μιαίνειν, διότι πολλὰ καὶ ἀνόσια περὶ τὸ τῶν πολλῶν νόμισμα γέγονεν, τὸ παρʼ ἐκείνοις δὲ ἀκήρατον· ἀλλὰ μόνοις αὐτοῖς τῶν ἐν τῇ πόλει μεταχειρίζεσθαι καὶ ἅπτεσθαι χρυσοῦ καὶ ἀργύρου οὐ θέμις, οὐδʼ ὑπὸ τὸν αὐτὸν ὄροφον ἰέναι οὐδὲ περιάψασθαι οὐδὲ πίνειν ἐξ ἀργύρου ἢ χρυσοῦ.
“那么你看,”我说,“如果他们要成为这样的人,是否必须以如下的某种方式生活和居住:首先,除非有绝对的必要,任何人不得拥有任何私有财产;其次,任何人的住处和储藏室都不得是那种非请莫入的、不允许任何想进来的人进入的地方;至于必需的生活资料,凡是节制且勇敢的战争竞技者们所需要的,他们应当从其他市民那里接受作为守卫报酬的规定数量,其数目既不让其在一年内有所盈余,也不至于匮乏;他们应当到公共食堂就餐,像在军营里一样共同生活;并且我们要告诉他们,关于金和银,他们灵魂中始终拥有来自神灵的、神圣的金银,完全不需要人间的金银,将神圣的金银的占有与凡俗之金的占有相混淆来加以污染也是不敬神的,因为围绕着大众的货币曾发生过许多不敬的事,而他们心中的金银却是纯洁无瑕的;相反,在城邦的所有人中,唯独他们是不允许经手或触摸金和银的,也不允许与金银同处一屋之下,不允许将其佩戴在身上,也不允许用金银器皿饮酒。
καὶ οὕτω μὲν σῴζοιντό τʼ ἂν καὶ σῴζοιεν τὴν πόλιν· ὁπότε δʼ αὐτοὶ γῆν τε ἰδίαν καὶ οἰκίας καὶ νομίσματα κτήσονται, οἰκονόμοι μὲν καὶ γεωργοὶ ἀντὶ φυλάκων ἔσονται, δεσπόται δʼ ἐχθροὶ ἀντὶ συμμάχων τῶν ἄλλων πολιτῶν γενήσονται, μισοῦντες δὲ δὴ καὶ μισούμενοι καὶ ἐπιβουλεύοντες καὶ ἐπιβουλευόμενοι διάξουσι πάντα τὸν βίον, πολὺ πλείω καὶ μᾶλλον δεδιότες τοὺς ἔνδον ἢ τοὺς ἔξωθεν πολεμίους, θέοντες ἤδη τότε ἐγγύτατα ὀλέθρου αὐτοί τε καὶ ἡ ἄλλη πόλις.
这样他们既能拯救自己,也能拯救城邦;然而,一旦他们自己拥有了私有土地、房屋和货币,他们就会成为家务管理者和农夫,而非守卫者,他们也将成为其他市民的敌对主宰,而非盟友;他们将在手工业者和农夫、在憎恨和被憎恨、算计和被算计中度过一生,比起外敌,他们会更加、且在多得多的程度上惧怕内部的人,到那时,他们自己和整个城邦就已经在朝着毁灭飞奔了。
τούτων οὖν πάντων ἕνεκα, ἦν δʼ ἐγώ, φῶμεν οὕτω δεῖν κατεσκευάσθαι τοὺς φύλακας οἰκήσεώς τε πέρι καὶ τῶν ἄλλων, καὶ ταῦτα νομοθετήσωμεν, ἢ μή;
“那么,因为这一切原因,”我说,“我们要不要说,对于守卫者,在住处和其余事情上必须作如此的规定,并且我们要不要把这些确立为法律呢?
πάνυ γε, ἦ δʼ ὃς ὁ Γλαύκων.
” “当然要这样,”格劳孔说。

词汇与语法注释

  1. 416aποιμέσι τοιούτους γε καὶ οὕτω τρέφειν κύνας — 在由连词 `γάρ` 引导的主句中,不定式 `τρέφειν` 用作最高级形容词 `δεινότατον... καὶ αἴσχιστον` 的补足语(或实质主语)。与格 `ποιμέσι` 是关系与格(“对于牧人而言”),标示了不定式短语动作的实际发出者。
  2. 417aχρυσίον δὲ καὶ ἀργύριον εἰπεῖν αὐτοῖς ὅτι — 不定式 `εἰπεῖν` 在延续自 416d 的 `δεῖ αὐτοὺς ζῆν τε καὶ οἰκεῖν` 开始的一系列义务性规制中,用作表示命令或义务的独立不定式(命令性不定式)。或者亦可理解为隶属于 416d 的无人称动词 `δεῖ`,此时其隐含的主语转换为了“我们”(立法者)。
  3. 417bἐγγύτατα ὀλέθρου — 属格 `ὀλέθρου` 是受最高级副词 `ἐγγύτατα`(“最接近地”)支配的“结合与接近属格”。

引用这一段

柏拉图, 理想国 §3.416-3.417. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.416-3.417

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。