§2.380τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν ὁ Πάνδαρος συνέχεεν, ἐάν τις φῇ διʼ Ἀθηνᾶς τε καὶ Διὸς γεγονέναι, οὐκ ἐπαινεσόμεθα, οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν διὰ Θέμιτός τε καὶ Διός, οὐδʼ αὖ, ὡς Αἰσχύλος λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι—
"
θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ.
誓約と休戦協定の破棄、すなわちパンダロスがそれらを破った件について、もし誰かがそれがアテナとゼウスによってなされたと言うなら、私たちは称賛しないだろう。 また、テミスとゼウスによる神々の争いと審判についても同様に称賛しない。 また、アイスキュロスが言うように、『神は、家を完全に滅ぼそうと欲する時、人間にその原因を植え付ける』ということを、若者たちに聞かせるのも許してはならない。
"
ἀλλʼ ἐάν τις ποιῇ ἐν οἷς ταῦτα τὰ ἰαμβεῖα ἔνεστιν, τὰ τῆς Νιόβης πάθη, ἢ τὰ Πελοπιδῶν ἢ τὰ Τρωικὰ ἤ τι ἄλλο τῶν τοιούτων, ἢ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ λέγειν, ἢ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὃν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ ἠργάζετο, οἱ δὲ ὠνίναντο κολαζόμενοι·
しかし、もし誰かがこれらの短長格の詩句が含まれるような、ニオベの受難や、ペロプス一族の運命や、トロイアの物語、あるいはその他同類のものを創作するなら、それらを神の業であると言わせるのを許してはならない。 あるいは、もし神の業であるとするなら、私たちが今探求しているのとほぼ同じ説明を彼らは見出さねばならず、そして神は正しくかつ善いことを行い、彼らは罰せられることによって益を得たのだ、と語られねばならない。
ὡς δὲ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ δὴ ὁ δρῶν ταῦτα θεός, οὐκ ἐατέον λέγειν τὸν ποιητήν.
だが、罰を受けている人々は惨めであり、それを行っているのはまさに神である、と詩人に言わせてはならない。
ἀλλʼ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι οἱ κακοί, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον·
しかし、もし彼らが懲罰を必要としていたからこそ、悪い者たちは惨めなのであり、彼らは罰を受けることによって神から益を得ていたのだ、と言うのであれば許されるべきである。
κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχετέον παντὶ τρόπῳ μήτε τινὰ λέγειν ταῦτα ἐν τῇ αὑτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτʼ ἐν μέτρῳ μήτε ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα εἰ λέγοιτο, οὔτε σύμφορα ἡμῖν οὔτε σύμφωνα αὐτὰ αὑτοῖς.
だが、善い存在である神が誰かにとって悪の原因になると言うことに対しては、あらゆる方法で断固として抗わねばならない。 もしその国家がよく統治されようとするならば、誰も自身の国家の中でそのようなことを語ってはならず、誰もそれを聞いてはならない。 若い者も年老いた者も、韻律にのせて語るにせよ韻律なしで語るにせよ、そのような神話を語ってはならない。 なぜなら、それらは語られるとすれば神聖に反することであり、私たちにとって有益でもなく、またそれ自体として一貫してもいないからである。
σύμψηφός σοί εἰμι, ἔφη, τούτου τοῦ νόμου, καί μοι ἀρέσκει.
」「私はこの法律についてあなたに賛成であり、それは私の気に入りました」と彼は言った。
οὗτος μὲν τοίνυν, ἦν δʼ ἐγώ, εἷς ἂν εἴη τῶν περὶ θεοὺς νόμων τε καὶ τύπων, ἐν ᾧ δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν, μὴ πάντων αἴτιον τὸν θεὸν ἀλλὰ τῶν ἀγαθῶν.
「それでは」と私は言った。 「これが、神々に関する法律および型の一つとなるだろう。 そのもとで、語る者も創作する者も、神をすべての原因とするのではなく、善いものの原因としなければならない。
καὶ μάλʼ, ἔφη, ἀπόχρη.
」「まさにその通り、十分です」と彼は言った。
τί δὲ δὴ ὁ δεύτερος ὅδε;
「では、この第二のものはどうだろう?
ἆρα γόητα τὸν θεὸν οἴει εἶναι καὶ οἷον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδέαις τοτὲ μὲν αὐτὸν γιγνόμενον, ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς μορφάς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα περὶ αὑτοῦ τοιαῦτα δοκεῖν, ἢ ἁπλοῦν τε εἶναι καὶ πάντων ἥκιστα τῆς ἑαυτοῦ ἰδέας ἐκβαίνειν;
君は、神が魔術師であり、企みによって、ある時は自ら変化してその姿を多くの形に変え、またある時は私たちを欺いて自分についてそのように思わせるというように、別の姿で現れるものだと思うかね? それとも、神は単一であり、自らの姿から外れることが最も少ないものだと思うかね?
οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν.
」「今はすぐにはそう答えられません」と彼は言った。
τί δὲ τόδε;
「では、これはどうだ?
οὐκ ἀνάγκη, εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ ἰδέας, ἢ αὐτὸ ὑφʼ ἑαυτοῦ μεθίστασθαι ἢ ὑπʼ ἄλλου;
もし何かが自らの姿から外れるとすれば、それは自身によって変化させられるか、あるいは他者によって変化させられるかのいずれかであるというのは、必然ではないかね?
ἀνάγκη.
」「必然です。
οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται;
」「それでは、最善の状態にあるものは、他者によって変化させられたり動かされたりすることが最も少ないのではないかね?
§2.381οἷον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων, καὶ πᾶν φυτὸν ὑπὸ εἱλήσεών τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων, οὐ τὸ ὑγιέστατον καὶ ἰσχυρότατον ἥκιστα ἀλλοιοῦται;
」「たとえば、食物や飲み物や労苦による身体、そして日光の熱や風やそのような影響によるすべての植物において、最も健康で最も強いものが最も変化しにくいのではないかね?
πῶς δʼ οὔ;
」「どうしてそうでないことがありましょう。
ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστʼ ἄν τι ἔξωθεν πάθος ταράξειέν τε καὶ ἀλλοιώσειεν;
」「魂についても、最も勇敢で最も賢明なものが、外部からの影響によって動揺させられたり変化させられたりすることが最も少ないのではないかね?
ναί.
」「はい。
καὶ μήν που καὶ τά γε σύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα κατὰ τὸν αὐτὸν λόγον τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα ἀλλοιοῦται.
」「さらに、合成されたすべての道具や建築物や衣服も、同じ理屈によって、よく作られ良い状態にあるものは、時間やその他の影響によって変化することが最も少ないはずだ。
ἔστι δὴ ταῦτα.
」「その通りです。
πᾶν δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴν ὑπʼ ἄλλου ἐνδέχεται.
」「それゆえ、自然によってであれ技術によってであれ、あるいはその両方によってであれ、よくできたすべてのものは、他者による変化を最も受け入れにくいのだね。
ἔοικεν.
」「そのようです。
ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντῃ ἄριστα ἔχει.
」「しかしながら、神と神に属するものは、あらゆる点で最善の状態にある。
πῶς δʼ οὔ;
」「どうしてそうでないことがありましょう。
ταύτῃ μὲν δὴ ἥκιστα ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός.
」「それなら、この点からも神が多くの形をとることは最もあり得ないことだ。
ἥκιστα δῆτα.
」「確かに最もあり得ないことです。
ἀλλʼ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι ἂν καὶ ἀλλοιοῖ;
」「しかし、神自身が自分自身を変化させ、変質させるのだろうか?
δῆλον, ἔφη, ὅτι, εἴπερ ἀλλοιοῦται.
」「もし変化するとすれば、明らかにそうでしょう」と彼は言った。
πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτὸν ἢ ἐπὶ τὸ χεῖρον καὶ τὸ αἴσχιον ἑαυτοῦ;
「では、神は自分をより良く、より美しく変化させるのだろうか、それとも自分より悪く、より醜く変化させるのだろうか?
ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον, εἴπερ ἀλλοιοῦται·
」「もし変化するとすれば、必然的に、より悪い方へと変化させることになります。
οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι.
なぜなら、神が美や徳において欠けているなどと言うことは決してないでしょうから」と彼は言った。
ὀρθότατα, ἦν δʼ ἐγώ, λέγεις.
「極めて正しい」と私は言った。
καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν ἢ θεῶν ἢ ἀνθρώπων;
「そして、このようであるとして、アデイマントスよ、神であれ人間であれ、誰かが自ら進んで自分をいささかでも悪くすると思うかね?
ἀδύνατον, ἔφη.
」「不可能です」と彼は言った。
ἀδύνατον ἄρα, ἔφην, καὶ θεῷ ἐθέλειν αὑτὸν ἀλλοιοῦν, ἀλλʼ ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ.
「それならば」と私は言った。 「神が自分を変化させようと欲することも不可能である。 むしろ、どうやら、神々の各々は、可能な限り最も美しく最も善い存在として、常に単一に自らの形に留まり続けるのだ。
ἅπασα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ.
」「私にも、全く必然であると思われます」と彼は言った。
μηδεὶς ἄρα, ἦν δʼ ἐγώ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν, ὡς—
"
θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας·
「それゆえ、我が友よ」と私は言った。 「詩人たちの誰も、私たちに次のように言ってはならない。 『神々は他国の旅人に姿を似せ、ありとあらゆる姿となって、国々の都市を巡り歩く』と。
"
μηδὲ Πρωτέως καὶ Θέτιδος καταψευδέσθω μηδείς, μηδʼ ἐν τραγῳδίαις μηδʼ ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην, ὡς ἱέρειαν ἀγείρουσαν—
"
Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις·
また、プロテウスやテティスについて誰も嘘を騙ってはならず、悲劇やその他の詩作品において、ヘラが姿を変え、次のように物乞いをする巫女として登場させてはならない。 『アルゴスの川イナコスの、命を育む子らのために』と。
"
καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθων.
そして、他の多くのそのような嘘を私たちに語ってはならない。
μηδʼ αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοί τινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους.
また、母親たちがこれらにそそのかされて、神々が夜な夜な多くの異国人や様々な姿に化けて徘徊しているという誤った神話を語り、子供たちをおびえさせることがあってはならない。 それは、神々を冒涜すると同時に、子供たちをより臆病にしてしまわないためである。
μὴ γάρ, ἔφη.
」「本当に、その通りにすべきではありません」と彼は言った。
ἀλλʼ ἆρα, ἦν δʼ ἐγώ, αὐτοὶ μὲν οἱ θεοί εἰσιν οἷοι μὴ μεταβάλλειν, ἡμῖν δὲ ποιοῦσιν δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι, ἐξαπατῶντες καὶ γοητεύοντες;
「しかし、どうだろう」と私は言った。 「神々自身は変化しないような存在なのに、私たちを欺き、幻惑して、自分たちが様々な姿で現れているように思わせているのだろうか?
ἴσως, ἔφη.
」「あるいはそうかもしれません」と彼は言った。