Humanitext Reader

柏拉图 · 理想国 §2.380-2.381

神非恶之因与神不改变形貌的神学原则

第 32 段,共 153 段 · 希腊语

内容简介

苏格拉底确立了神只为善之起因的第一项原则,随后提出第二项原则,论证了完美无瑕的神既不会改变自身形象,也不会用虚假外貌欺骗人类。

§2.380τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν ὁ Πάνδαρος συνέχεεν, ἐάν τις φῇ διʼ Ἀθηνᾶς τε καὶ Διὸς γεγονέναι, οὐκ ἐπαινεσόμεθα, οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν διὰ Θέμιτός τε καὶ Διός, οὐδʼ αὖ, ὡς Αἰσχύλος λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι— " θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ.
至于盟誓和盟约的撕毁,即潘达罗斯所做的事,如果有人说是通过雅典娜和宙斯发生的,我们绝不赞成;我们也不赞成通过忒弥斯和宙斯引起的神明之间的纷争和审判。 同样,如埃斯库罗斯所言:‘当神意欲彻底毁灭一个家族时,他便在凡人中植下罪因。 ’这类话也绝不能让年轻人听信。
" ἀλλʼ ἐάν τις ποιῇ ἐν οἷς ταῦτα τὰ ἰαμβεῖα ἔνεστιν, τὰ τῆς Νιόβης πάθη, ἢ τὰ Πελοπιδῶν ἢ τὰ Τρωικὰ ἤ τι ἄλλο τῶν τοιούτων, ἢ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ λέγειν, ἢ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὃν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ ἠργάζετο, οἱ δὲ ὠνίναντο κολαζόμενοι·
但是,如果有人创作包含这些短长格诗句的诗篇,讲述尼奥贝的苦难、或斐洛普斯后代的遭遇、或特洛伊的传说,以及其他诸如此类的事,我们要么不准他们说这些是神的所为,要么如果是神的所为,他们就必须找出我们现在正在寻求的类似解释,并且必须说:神做的是正义且善的事,而受惩罚者因受罚而得到了益处。
ὡς δὲ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ δὴ ὁ δρῶν ταῦτα θεός, οὐκ ἐατέον λέγειν τὸν ποιητήν.
但对于受罚的人是痛苦的,且做这事的是神,这样的说法决不能允许诗人讲出来。
ἀλλʼ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι οἱ κακοί, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον·
不过,如果他们说,因为恶人需要惩罚所以他们是痛苦的,但通过接受惩罚他们得到了神给予的益处,这则是可以允许的。
κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχετέον παντὶ τρόπῳ μήτε τινὰ λέγειν ταῦτα ἐν τῇ αὑτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτʼ ἐν μέτρῳ μήτε ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα εἰ λέγοιτο, οὔτε σύμφορα ἡμῖν οὔτε σύμφωνα αὐτὰ αὑτοῖς.
但若说神作为善的存在,却成了任何人的恶的起因,对此我们必须用尽一切办法进行斗争。 如果一个城邦想要得到良好的治理,就决不允许任何人在自己的城邦里说这些话,也不允许任何人听到这些,无论听者是年轻还是年老,无论是在有格律的诗还是无格律的话语中讲述这些神话。 因为这些话如果说出来,既不神圣,对我们无益,其自身也是自相矛盾的。
σύμψηφός σοί εἰμι, ἔφη, τούτου τοῦ νόμου, καί μοι ἀρέσκει.
” 他说:“在这条法律上我投你赞成票,我很赞同它。
οὗτος μὲν τοίνυν, ἦν δʼ ἐγώ, εἷς ἂν εἴη τῶν περὶ θεοὺς νόμων τε καὶ τύπων, ἐν ᾧ δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν, μὴ πάντων αἴτιον τὸν θεὸν ἀλλὰ τῶν ἀγαθῶν.
” 我说:“那么,这就是关于神明的法律和型之一。 在这一标准下,讲述者必须这样讲述,创作者必须这样创作:神不是一切的起因,而只是善的起因。
καὶ μάλʼ, ἔφη, ἀπόχρη.
” 他说:“这确实非常充分。
τί δὲ δὴ ὁ δεύτερος ὅδε;
” “那么这第二个标准又如何呢?
ἆρα γόητα τὸν θεὸν οἴει εἶναι καὶ οἷον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδέαις τοτὲ μὲν αὐτὸν γιγνόμενον, ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς μορφάς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα περὶ αὑτοῦ τοιαῦτα δοκεῖν, ἢ ἁπλοῦν τε εἶναι καὶ πάντων ἥκιστα τῆς ἑαυτοῦ ἰδέας ἐκβαίνειν;
你认为神是一个魔术师,会故意在不同的时候以不同的形象显现,有时自己变成了许多形状,改变了自己的外貌,有时又欺骗我们,让我们对他产生这样的幻觉吗? 还是说,他是单一的,最不容易离开他自己的形象?
οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν.
” 他说:“我现在还不能这样回答。
τί δὲ τόδε;
” “那么这个呢?
οὐκ ἀνάγκη, εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ ἰδέας, ἢ αὐτὸ ὑφʼ ἑαυτοῦ μεθίστασθαι ἢ ὑπʼ ἄλλου;
如果有什么东西离开了它自己的形象,那它不必然是被自己改变,就是被其他事物改变,对吗?
ἀνάγκη.
” “是的,这很显然。
οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται;
” “那么,处于最完美状态的事物,是不是最不易被其他事物改变和触动呢?
§2.381οἷον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων, καὶ πᾶν φυτὸν ὑπὸ εἱλήσεών τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων, οὐ τὸ ὑγιέστατον καὶ ἰσχυρότατον ἥκιστα ἀλλοιοῦται;
” “例如身体,在食物、饮料和劳作的影响下,以及所有的植物在日晒、风吹和类似的影响下,最健康和最强壮的是不是最不易被改变?
πῶς δʼ οὔ;
” “怎么会不是呢?
ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστʼ ἄν τι ἔξωθεν πάθος ταράξειέν τε καὶ ἀλλοιώσειεν;
” “对于灵魂,最勇敢和最聪慧的灵魂,难道不是最不易被任何外在的影响所扰乱和改变吗?
ναί.
” “是的。
καὶ μήν που καὶ τά γε σύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα κατὰ τὸν αὐτὸν λόγον τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα ἀλλοιοῦται.
” “而且,所有的复合器物、建筑物和衣服,按照同样的道理,那些制作精良且状态良好的,最不易因时间和别的影响而发生改变。
ἔστι δὴ ταῦτα.
” “确实如此。
πᾶν δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴν ὑπʼ ἄλλου ἐνδέχεται.
” “因此,凡是因自然或因人工或因两者而处于良好状态的事物,接受他者改变的可能性最小。
ἔοικεν.
” “似乎是这样。
ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντῃ ἄριστα ἔχει.
” “但是,神和属神的一切在各方面都处于最完美的状态。
πῶς δʼ οὔ;
” “怎么会不是呢?
ταύτῃ μὲν δὴ ἥκιστα ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός.
” “因此,从这方面来看,神最不可能具有多种形状。
ἥκιστα δῆτα.
” “确实最不可能。
ἀλλʼ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι ἂν καὶ ἀλλοιοῖ;
” “但是,他会自己改变自己、使自己变质吗?
δῆλον, ἔφη, ὅτι, εἴπερ ἀλλοιοῦται.
” “如果他确实改变了,那显然是他自己改变的,”他说。
πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτὸν ἢ ἐπὶ τὸ χεῖρον καὶ τὸ αἴσχιον ἑαυτοῦ;
“那么,他是把自己变得更好更美,还是变得比自己更坏更丑呢?
ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι.
” “如果他确实改变了,必然是变得更坏,”他说,“因为我们总不能说神在美或德行上有所欠缺。
ὀρθότατα, ἦν δʼ ἐγώ, λέγεις.
” 我说:“你说得极其正确。
καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν ἢ θεῶν ἢ ἀνθρώπων;
阿德曼托斯,既然如此,你认为有哪个神或人会心甘情愿地在任何方面使自己变得更差吗?
ἀδύνατον, ἔφη.
” “这是不可能的,”他说。
ἀδύνατον ἄρα, ἔφην, καὶ θεῷ ἐθέλειν αὑτὸν ἀλλοιοῦν, ἀλλʼ ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ.
“那么,”我说,“神也不可能想要改变自己。 相反,正如所显明的那样,每一个神在可能范围内都是最美、最善的,他们始终毫无变化地保持着自己的形象。
ἅπασα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ.
” 他说:“在我看来,这完全是必然的。
μηδεὶς ἄρα, ἦν δʼ ἐγώ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν, ὡς— " θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας· " μηδὲ Πρωτέως καὶ Θέτιδος καταψευδέσθω μηδείς, μηδʼ ἐν τραγῳδίαις μηδʼ ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην, ὡς ἱέρειαν ἀγείρουσαν— " Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις· " καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθων.
” 我说:“那么,我最优秀的朋友啊,诗人们谁也别对我们说: ‘神明化身为异乡的过客,呈现为各种各样的形状,在城邦间游荡;’ 也别让任何人对普罗透斯和忒提斯编造谎言,也别在悲剧或其他诗作中引入改变了形象的赫拉,说她化身为女祭司为以下乞讨: ‘阿耳戈斯伊纳科斯河那赋予生命的子孙;’ 还有其他许多类似的谎言,也别让他们对我们说。
μηδʼ αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοί τινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους.
母亲们也别受这些话的影响而吓唬孩子们,拙劣地讲述神话,说什么有些神明在夜间四处游荡,化身为许多异国人和各种形状,以免她们既亵渎了神明,又让孩子们变得更加胆小。
μὴ γάρ, ἔφη.
” 他说:“确实不应该这样。
ἀλλʼ ἆρα, ἦν δʼ ἐγώ, αὐτοὶ μὲν οἱ θεοί εἰσιν οἷοι μὴ μεταβάλλειν, ἡμῖν δὲ ποιοῦσιν δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι, ἐξαπατῶντες καὶ γοητεύοντες;
” 我说:“但是,难道神明自身是不改变的,却让我们产生他们以各种形状出现的幻觉,以此来欺骗和迷惑我们吗?
ἴσως, ἔφη.
” 他说:“也许吧。 ”

词汇与语法注释

  1. 380bὡς δὲ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ δὴ ὁ δρῶν ταῦτα θεός, οὐκ ἐατέον λέγειν τὸν ποιητήν — 整句的骨干为否定性非人称形容动词结构 `οὐκ ἐατέον [ἐστί]` 控制不定式 `λέγειν`。`ὡς` 引导的从句作为间接引语依附于 `λέγειν`,其内部包含两个呈对照并列关系的从句:`ἄθλιοι μὲν [εἰσὶν] οἱ δίκην διδόντες` 与 `ἦν δὲ δὴ ὁ δρῶν ταῦτα θεός`。
  2. 380bκακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχετέον — 主句使用了非人称形容动词 `διαμαχετέον [ἐστί]`(意为“必须坚决斗争”)。不定式 `φάναι` 充当斗争的对象(“反对宣称……”)。在这一宣称中,嵌套了“对格加不定式”(A.C.I.)结构 `θεόν... γίγνεσθαι`,其中分词 `ἀγαθὸν ὄντα` 在性、数、格上与作主语的对格词 `θεόν` 保持一致。
  3. 381aψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστʼ ἄν τι ἔξωθεν πάθος ταράξειέν τε καὶ ἀλλοιώσειεν — 名词 `ψυχὴν` 通过语序倒置(hyperbaton)被置于句首,实际上是后续动词 `ταράξειέν τε καὶ ἀλλοιώσειεν`(均为“`ἄν` + 祈愿神态”表示推测/可能性)的直接宾语。该动词的主语是 `τι ἔξωθεν πάθος`,而短语 `οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην` 修饰并限定了宾语 `ψυχὴν`。

引用这一段

柏拉图, 理想国 §2.380-2.381. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.380-2.381

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。