§2.365βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶ Ὀρφέως, Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθʼ ἃς θυηπολοῦσιν, πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς ἄρα λύσεις τε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ παιδιᾶς ἡδονῶν εἰσι μὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσασιν, ἃς δὴ τελετὰς καλοῦσιν, αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει.
さらに彼らは、月の女神とミューズたちの子孫であると彼らが言うところの、ムサイオスとオルフェウスの書物の群れを提示し、それらに従って犠牲を捧げ、個人だけでなく国家をも説得して、生きている者たちにとっても、また亡くなった者たちにとっても、犠牲祭と快楽の遊びを通じた不正の贖罪と浄化が存在するのであり、これらを彼らは「秘儀」と呼び、それらが私たちをあの世の災いから解放してくれるのだ、とする。 そして犠牲を捧げなかった者たちには、恐ろしいことが待ち受けているというのだ。
ταῦτα πάντα, ἔφη, ὦ φίλε Σώκρατες, τοιαῦτα καὶ τοσαῦτα λεγόμενα ἀρετῆς πέρι καὶ κακίας, ὡς ἄνθρωποι καὶ θεοὶ περὶ αὐτὰ ἔχουσι τιμῆς, τί οἰόμεθα ἀκουούσας νέων ψυχὰς ποιεῖν, ὅσοι εὐφυεῖς καὶ ἱκανοὶ ἐπὶ πάντα τὰ λεγόμενα ὥσπερ ἐπιπτόμενοι συλλογίσασθαι ἐξ αὐτῶν ποῖός τις ἂν ὢν καὶ πῇ πορευθεὶς τὸν βίον ὡς ἄριστα διέλθοι;
「親愛なるソクラテスよ」と彼は言った。 「徳と悪徳について、また人間や神々がこれらをいかに評価しているかについて、このように、またこれほど多くのことが語られているのを聞いて、若者たちの魂はどうなると私たちは思うだろうか。 若者たちのうち、生まれつき優秀で、語られるすべてのことへと、まるで飛び移るかのようにして、それらから推論し、自分がどのような者となり、どのような道を歩めば、人生を最も良く過ごすことができるかを判断できる者たちは、どうするだろうか。
λέγοι γὰρ ἂν ἐκ τῶν εἰκότων πρὸς αὑτὸν κατὰ Πίνδαρον ἐκεῖνο τὸ
"πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις ἀναβὰς"
καὶ ἐμαυτὸν οὕτω περιφράξας διαβιῶ;
なぜなら、彼は当然のこととして、ピンダロスに従って自分自身にあの言葉を言うだろうからだ。 『私は正しい道によって高い城壁へと登るべきか、それとも歪んだ欺きによって登り』、このように自分自身を囲い込んで生涯を送るべきか、と。
τὰ μὲν γὰρ λεγόμενα δικαίῳ μὲν ὄντι μοι, ἐὰν μὴ καὶ δοκῶ ὄφελος οὐδέν φασιν εἶναι, πόνους δὲ καὶ ζημίας φανεράς·
語られていることによれば、私が正しい者であっても、もしそう思われていなければ、何の益もなく、あからさまな苦労と損失だけがあると言われている。
ἀδίκῳ δὲ δόξαν δικαιοσύνης παρεσκευασμένῳ θεσπέσιος βίος λέγεται.
しかし、不正でありながら正義の評判を用意している者には、素晴らしい人生があると言われているからだ。
οὐκοῦν, ἐπειδὴ
τὸ δοκεῖν
, ὡς δηλοῦσί μοι οἱ σοφοί,
"καὶ τὰν ἀλάθειαν βιᾶται"
καὶ κύριον εὐδαιμονίας, ἐπὶ τοῦτο δὴ τρεπτέον ὅλως·
それゆえ、賢者たちが私に示すように、『思われること』が『真実をも圧倒し』、幸福を支配するものである以上、全面的にこれに身を投じるべきだ。
πρόθυρα μὲν καὶ σχῆμα κύκλῳ περὶ ἐμαυτὸν σκιαγραφίαν ἀρετῆς περιγραπτέον, τὴν δὲ τοῦ σοφωτάτου Ἀρχιλόχου ἀλώπεκα ἑλκτέον ἐξόπισθεν κερδαλέαν καὶ ποικίλην.
私の周りに、美徳の影絵を前庭の外観として描き巡らし、その後ろに、賢きアルキロコスの利口で狡猾な狐を引きずって歩むべきなのだ。
ἀλλὰ γάρ, φησί τις, οὐ ῥᾴδιον ἀεὶ λανθάνειν κακὸν ὄντα.
、「しかし」と誰かが言う。 「悪人でありながら常に隠れ通すのは容易ではない。
οὐδὲ γὰρ ἄλλο οὐδὲν εὐπετές, φήσομεν, τῶν μεγάλων·
」、「重大な事柄で容易なことなど他には何もないのだ」と私たちは答えるだろう。
ἀλλʼ ὅμως, εἰ μέλλομεν εὐδαιμονήσειν, ταύτῃ ἰτέον, ὡς τὰ ἴχνη τῶν λόγων φέρει.
「しかしながら、もし私たちが幸福になろうとするなら、議論の足跡が導くままに、この道を進まねばならない。
ἐπὶ γὰρ τὸ λανθάνειν συνωμοσίας τε καὶ ἑταιρίας συνάξομεν, εἰσίν τε πειθοῦς διδάσκαλοι σοφίαν δημηγορικήν τε καὶ δικανικὴν διδόντες, ἐξ ὧν τὰ μὲν πείσομεν, τὰ δὲ βιασόμεθα, ὡς πλεονεκτοῦντες δίκην μὴ διδόναι.
隠れ通すために、私たちは結社や徒党を組むだろう。 また、説得の教師たちもいて、民会や法廷での弁論の技術を教えてくれる。 これらによって、ある時は説得し、ある時は力ずくで押し通し、貪り食いながらも罰を受けずに済むようにするのだ。
ἀλλὰ δὴ θεοὺς οὔτε λανθάνειν οὔτε βιάσασθαι δυνατόν.
」、「しかし、神々から隠れることも、神々に力ずくで強いることも不可能だ。
οὐκοῦν, εἰ μὲν μὴ εἰσὶν ἢ μηδὲν αὐτοῖς τῶν ἀνθρωπίνων μέλει, τί καὶ ἡμῖν μελητέον τοῦ λανθάνειν;
」、「では、もし神々が存在しないか、あるいは人間の事柄に全く関心がないのなら、なぜ私たちも隠れることを気にしなければならないのか。
εἰ δὲ εἰσί τε καὶ ἐπιμελοῦνται, οὐκ ἄλλοθέν τοι αὐτοὺς ἴσμεν ἢ ἀκηκόαμεν ἢ ἔκ τε τῶν νόμων καὶ τῶν γενεαλογησάντων ποιητῶν, οἱ δὲ αὐτοὶ οὗτοι λέγουσιν ὡς εἰσὶν οἷοι θυσίαις τε καὶ
"εὐχωλαῖς ἀγανῇσιν"
καὶ ἀναθήμασιν παράγεσθαι ἀναπειθόμενοι, οἷς ἢ ἀμφότερα ἢ οὐδέτερα πειστέον.
もし神々が存在し、関心を持っているとしても、私たちが神々について知っている、あるいは聞き知っているのは、法律や神々の系図を歌う詩人たちからでしかない。 そして彼ら自身が、神々とは犠牲や『優しい祈り』や捧げ物によって説得され、宥められうるものだと言っているのだ。 彼らに対しては、両方を信じるか、どちらも信じないかのどちらかでなければならない。
§2.366εἰ δʼ οὖν πειστέον, ἀδικητέον καὶ θυτέον ἀπὸ τῶν ἀδικημάτων.
」、、「もし彼らを信じるべきなら、私たちは不正を行い、その不正の稼ぎから犠牲を捧げるべきだ。
δίκαιοι μὲν γὰρ ὄντες ἀζήμιοι μόνον ὑπὸ θεῶν ἐσόμεθα, τὰ δʼ ἐξ ἀδικίας κέρδη ἀπωσόμεθα·
なぜなら、もし正しい者であれば、私たちは神々から罰せられないだけであり、不正から得られる利得を拒むことになる。
ἄδικοι δὲ κερδανοῦμέν τε καὶ λισσόμενοι ὑπερβαίνοντες καὶ ἁμαρτάνοντες, πείθοντες αὐτοὺς ἀζήμιοι ἀπαλλάξομεν.
しかし、不正な者であれば、私たちは利益を得つつ、過ちや罪を犯しても懇願することによって、彼らを説得して無罰で逃れることができるからだ。
ἀλλὰ γὰρ ἐν Ἅιδου δίκην δώσομεν ὧν ἂν ἐνθάδε ἀδικήσωμεν, ἢ αὐτοὶ ἢ παῖδες παίδων.
」、「しかし、私たちはここで犯した不正の罰を、ハデスの国で、自分たち自身か、あるいは子の子らが受けることになるだろう。
ἀλλʼ, ὦ φίλε, φήσει λογιζόμενος, αἱ τελεταὶ αὖ μέγα δύνανται καὶ οἱ λύσιοι θεοί, ὡς αἱ μέγισται πόλεις λέγουσι καὶ οἱ θεῶν παῖδες ποιηταὶ καὶ προφῆται τῶν θεῶν γενόμενοι, οἳ ταῦτα οὕτως ἔχειν μηνύουσιν.
」、「だが、友よ」と深く考える者は言うだろう。 「秘儀や、罪を解く神々には大きな力がある。 最大の国家や、神々の子であり詩人、神々の預言者となった者たちが、これらのことがその通りであると告げているのだ。
κατὰ τίνα οὖν ἔτι λόγον δικαιοσύνην ἂν πρὸ μεγίστης ἀδικίας αἱροίμεθʼ ἄν, ἣν ἐὰν μετʼ εὐσχημοσύνης κιβδήλου κτησώμεθα, καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις πράξομεν κατὰ νοῦν ζῶντές τε καὶ τελευτήσαντες, ὡς ὁ τῶν πολλῶν τε καὶ ἄκρων λεγόμενος λόγος;
」、「そうであるなら、いかなる理由によって、私たちは最大の不正の代わりに正義を選ぶだろうか。 もし不正を偽りの上品な外観とともに手に入れるなら、神々に対しても人間に対しても、私たちは生前も死後も意のままに振る舞うことができると、大衆や傑出した人々の議論が言っているではないか。
ἐκ δὴ πάντων τῶν εἰρημένων τίς μηχανή, ὦ Σώκρατες, δικαιοσύνην τιμᾶν ἐθέλειν ᾧ τις δύναμις ὑπάρχει ψυχῆς ἢ χρημάτων ἢ σώματος ἢ γένους, ἀλλὰ μὴ γελᾶν ἐπαινουμένης ἀκούοντα;
これらすべての語られたことからして、ソクラテスよ、魂や富、身体や家柄の力を持つ者が、正義が称賛されるのを聞いて、笑い出さずに自ら進んで正義を敬うようになる、どんな手段があるというのか。
ὡς δή τοι εἴ τις ἔχει ψευδῆ μὲν ἀποφῆναι ἃ εἰρήκαμεν, ἱκανῶς δὲ ἔγνωκεν ὅτι ἄριστον δικαιοσύνη, πολλήν που συγγνώμην ἔχει καὶ οὐκ ὀργίζεται τοῖς ἀδίκοις, ἀλλʼ οἶδεν ὅτι πλὴν εἴ τις θείᾳ φύσει δυσχεραίνων τὸ ἀδικεῖν ἢ ἐπιστήμην λαβὼν ἀπέχεται αὐτοῦ, τῶν γε ἄλλων οὐδεὶς ἑκὼν δίκαιος, ἀλλʼ ὑπὸ ἀνανδρίας ἢ γήρως ἤ τινος ἄλλης ἀσθενείας ψέγει τὸ ἀδικεῖν, ἀδυνατῶν αὐτὸ δρᾶν.
」、「実際、もし私たちが言ったことが嘘であることを証明でき、正義が最善であることを十分に理解している者がいるとしても、彼は不正な者たちを大いに許し、彼らに怒りを覚えることはないだろう。
ὡς δέ, δῆλον·
彼は知っているのだ。 神的な本性によって不正を行うことを嫌悪するか、知識を得て不正を避けている稀な人間を除けば、他の誰一人として自発的に正しい者であるわけではなく、弱気や老齢、あるいはその他の弱さのために不正を非難しているにすぎず、それを実行する能力がないだけなのだということを。 」、「そのことは明らかだ。
ὁ γὰρ πρῶτος τῶν τοιούτων εἰς δύναμιν ἐλθὼν πρῶτος ἀδικεῖ, καθʼ ὅσον ἂν οἷός τʼ ᾖ.
なぜなら、そのような人々のうちで最初に力を得た者が、できる限りの不正を最初に行うからである。
καὶ τούτων ἁπάντων οὐδὲν ἄλλο αἴτιον ἢ ἐκεῖνο, ὅθενπερ ἅπας ὁ λόγος οὗτος ὥρμησεν καὶ τῷδε καὶ ἐμοὶ πρὸς σέ, ὦ Σώκρατες, εἰπεῖν, ὅτι
ὦ θαυμάσιε, πάντων ὑμῶν, ὅσοι ἐπαινέται φατὲ δικαιοσύνης εἶναι, ἀπὸ τῶν ἐξ ἀρχῆς ἡρώων ἀρξάμενοι, ὅσων λόγοι λελειμμένοι, μέχρι τῶν νῦν ἀνθρώπων οὐδεὶς πώποτε ἔψεξεν ἀδικίαν οὐδʼ ἐπῄνεσεν δικαιοσύνην ἄλλως ἢ δόξας τε καὶ τιμὰς καὶ δωρεὰς τὰς ἀπʼ αὐτῶν γιγνομένας·
そして、これらすべてのことの原因は他でもなく、この者と私があなたに対して語りかける契機となったあの議論の出発点、すなわち次のようなことなのだ。 、『驚くべきソクラテスよ、あなた方すべてのうち、正義の称賛者であると言う人々、最初の英雄たちから始まって、その議論が残されているすべての人々、そして現代の人々に至るまで、誰もこれまで、評判や名誉、それらから生じる贈り物以外の点から不正を非難し、正義を称賛したことはなかった。
αὐτὸ δʼ ἑκάτερον τῇ αὑτοῦ δυνάμει τί δρᾷ, τῇ τοῦ ἔχοντος ψυχῇ ἐνόν, καὶ λανθάνον θεούς τε καὶ ἀνθρώπους, οὐδεὶς πώποτε οὔτʼ ἐν ποιήσει οὔτʼ ἐν ἰδίοις λόγοις ἐπεξῆλθεν ἱκανῶς τῷ λόγῳ ὡς τὸ μὲν μέγιστον κακῶν ὅσα ἴσχει ψυχὴ ἐν αὑτῇ, δικαιοσύνη δὲ μέγιστον ἀγαθόν.
しかし、そのそれぞれが、それ自体が持つ力によって、それを持つ者の魂の内部に存在し、神々や人間から隠れているときに、何を行うのかについて、詩においても私的な議論においても、それが魂が内に抱く最大の悪であり、正義が最大の善であることを十分に説き明かした者は誰もいなかったのだ。 』」