Humanitext Reader

柏拉图 · 理想国 §2.365-2.366

阿狄曼托斯的挑战:正义本身对灵魂的作用

第 24 段,共 153 段 · 希腊语

内容简介

阿狄曼托斯指出,年轻人听到那些强调名声和向神明赎罪的言论,会倾向于过一种伪装成正义的不正义生活。他要求苏格拉底阐明正义和不正义本身对灵魂产生的影响,而非关注外在的利益和名声。

§2.365βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶ Ὀρφέως, Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθʼ ἃς θυηπολοῦσιν, πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς ἄρα λύσεις τε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ παιδιᾶς ἡδονῶν εἰσι μὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσασιν, ἃς δὴ τελετὰς καλοῦσιν, αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει.
此外,他们还拿出一大堆穆塞奥斯和奥菲斯书册,正如他们所说,这些人是月亮女神和缪斯女神的后代。 他们根据这些书册举行祭祀,不仅说服个人,甚至说服城邦,声称通过祭祀和娱乐嬉戏,无论对生者还是死者,确实都存在着对不正义罪行的救赎和净化,他们称这些为‘秘仪’,能使我们免受那里的苦难,而对于不举行祭祀的人,则有可怕的惩罚在等待着。
ταῦτα πάντα, ἔφη, ὦ φίλε Σώκρατες, τοιαῦτα καὶ τοσαῦτα λεγόμενα ἀρετῆς πέρι καὶ κακίας, ὡς ἄνθρωποι καὶ θεοὶ περὶ αὐτὰ ἔχουσι τιμῆς, τί οἰόμεθα ἀκουούσας νέων ψυχὰς ποιεῖν, ὅσοι εὐφυεῖς καὶ ἱκανοὶ ἐπὶ πάντα τὰ λεγόμενα ὥσπερ ἐπιπτόμενοι συλλογίσασθαι ἐξ αὐτῶν ποῖός τις ἂν ὢν καὶ πῇ πορευθεὶς τὸν βίον ὡς ἄριστα διέλθοι;
“亲爱的苏格拉底,”他说,“当关于美德和邪恶,以及人类和神明如何看待它们,有着如此多且如此这般的言论时,我们认为听到了这些话的年轻人的灵魂会产生什么反应呢? ——那些天资聪颖、有能力的人,就好像在所有这些言论中飞来飞去一样,从中推论出自己应该成为怎样的人,走怎样的道路,才能以最好的方式度过一生?
λέγοι γὰρ ἂν ἐκ τῶν εἰκότων πρὸς αὑτὸν κατὰ Πίνδαρον ἐκεῖνο τὸ "πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις ἀναβὰς" καὶ ἐμαυτὸν οὕτω περιφράξας διαβιῶ;
“因为他很可能会按照品达的话,对自己说:‘我是凭借正义,还是凭借歪门邪道的欺诈,来登上更高的城墙’,并以此防卫自己度过一生?
τὰ μὲν γὰρ λεγόμενα δικαίῳ μὲν ὄντι μοι, ἐὰν μὴ καὶ δοκῶ ὄφελος οὐδέν φασιν εἶναι, πόνους δὲ καὶ ζημίας φανεράς· ἀδίκῳ δὲ δόξαν δικαιοσύνης παρεσκευασμένῳ θεσπέσιος βίος λέγεται.
因为根据人们所说,如果我正直却不被显得正直,他们说这没有任何益处,反而只有显而易见的劳苦和损失;但对于一个实际上不正义却捞取了正义名声的人,据说他的生活是神妙无比的。
οὐκοῦν, ἐπειδὴ τὸ δοκεῖν , ὡς δηλοῦσί μοι οἱ σοφοί, "καὶ τὰν ἀλάθειαν βιᾶται" καὶ κύριον εὐδαιμονίας, ἐπὶ τοῦτο δὴ τρεπτέον ὅλως·
因此,既然正如智者向我展示的那样,‘显得如此’甚至‘强行压倒真理’并主宰着幸福,那我就必须完全转向这一途。
πρόθυρα μὲν καὶ σχῆμα κύκλῳ περὶ ἐμαυτὸν σκιαγραφίαν ἀρετῆς περιγραπτέον, τὴν δὲ τοῦ σοφωτάτου Ἀρχιλόχου ἀλώπεκα ἑλκτέον ἐξόπισθεν κερδαλέαν καὶ ποικίλην.
我必须在自己周围画一幅美德的阴影画作为门面和外表,但在身后,我必须拖着最聪明的阿尔基洛科斯笔下那只唯利是图、多诡计的狐狸。
ἀλλὰ γάρ, φησί τις, οὐ ῥᾴδιον ἀεὶ λανθάνειν κακὸν ὄντα.
”、“但是,”有人会说,“恶人想要永远隐瞒是不容易的。
οὐδὲ γὰρ ἄλλο οὐδὲν εὐπετές, φήσομεν, τῶν μεγάλων· ἀλλʼ ὅμως, εἰ μέλλομεν εὐδαιμονήσειν, ταύτῃ ἰτέον, ὡς τὰ ἴχνη τῶν λόγων φέρει.
”、““伟大的事业本来就没有什么是容易的,” 我们将这样回答,“但无论如何,如果我们想要获得幸福,就必须沿着言论的足迹所指引的这条路走下去。
ἐπὶ γὰρ τὸ λανθάνειν συνωμοσίας τε καὶ ἑταιρίας συνάξομεν, εἰσίν τε πειθοῦς διδάσκαλοι σοφίαν δημηγορικήν τε καὶ δικανικὴν διδόντες, ἐξ ὧν τὰ μὲν πείσομεν, τὰ δὲ βιασόμεθα, ὡς πλεονεκτοῦντες δίκην μὴ διδόναι.
为了保持隐瞒,我们将组织秘密结社和帮派;而且还有传授说服术的教师,提供用于公民大会和法庭辩论的智慧,通过这些,我们有时进行说服,有时诉诸武力,从而在多占便宜的同时又不用遭受惩罚。
ἀλλὰ δὴ θεοὺς οὔτε λανθάνειν οὔτε βιάσασθαι δυνατόν.
”、““但是,对神明既不可能隐瞒,也不可能强迫。
οὐκοῦν, εἰ μὲν μὴ εἰσὶν ἢ μηδὲν αὐτοῖς τῶν ἀνθρωπίνων μέλει, τί καὶ ἡμῖν μελητέον τοῦ λανθάνειν;
””、““那么,如果神明并不存在,或者他们根本不在乎人类的事,我们为什么还要费心去隐瞒呢?
εἰ δὲ εἰσί τε καὶ ἐπιμελοῦνται, οὐκ ἄλλοθέν τοι αὐτοὺς ἴσμεν ἢ ἀκηκόαμεν ἢ ἔκ τε τῶν νόμων καὶ τῶν γενεαλογησάντων ποιητῶν, οἱ δὲ αὐτοὶ οὗτοι λέγουσιν ὡς εἰσὶν οἷοι θυσίαις τε καὶ "εὐχωλαῖς ἀγανῇσιν" καὶ ἀναθήμασιν παράγεσθαι ἀναπειθόμενοι, οἷς ἢ ἀμφότερα ἢ οὐδέτερα πειστέον.
如果他们确实存在且在乎,那么我们对他们的了解和听闻,不外乎来自法律和撰写神谱的诗人;而正是这些诗人说,神明是可以被改变心意的,能被祭祀、‘温柔的祈祷’和献祭品所说服。 对此,我们要么两者都信,要么两者都不信。
§2.366εἰ δʼ οὖν πειστέον, ἀδικητέον καὶ θυτέον ἀπὸ τῶν ἀδικημάτων.
”、、“如果确实应该相信他们,那我们就要行不正义,并用不正义所得来进行祭祀。
δίκαιοι μὲν γὰρ ὄντες ἀζήμιοι μόνον ὑπὸ θεῶν ἐσόμεθα, τὰ δʼ ἐξ ἀδικίας κέρδη ἀπωσόμεθα· ἄδικοι δὲ κερδανοῦμέν τε καὶ λισσόμενοι ὑπερβαίνοντες καὶ ἁμαρτάνοντες, πείθοντες αὐτοὺς ἀζήμιοι ἀπαλλάξομεν.
因为如果我们正直,我们充其量只是免受神明的惩罚,却失去了不正义所带来的好处;但如果我们不正直,我们既能获得这些好处,又能在越轨和犯错时通过哀求来劝导他们,从而说服他们使我们免受惩罚而脱身。
ἀλλὰ γὰρ ἐν Ἅιδου δίκην δώσομεν ὧν ἂν ἐνθάδε ἀδικήσωμεν, ἢ αὐτοὶ ἢ παῖδες παίδων.
”、““但在哈得斯,我们将为在这里犯下的不正义付出代价,要么是我们自己,要么是子子孙孙。
ἀλλʼ, ὦ φίλε, φήσει λογιζόμενος, αἱ τελεταὶ αὖ μέγα δύνανται καὶ οἱ λύσιοι θεοί, ὡς αἱ μέγισται πόλεις λέγουσι καὶ οἱ θεῶν παῖδες ποιηταὶ καὶ προφῆται τῶν θεῶν γενόμενοι, οἳ ταῦτα οὕτως ἔχειν μηνύουσιν.
””、““但是,朋友,”那个盘算着的人会说,“秘仪和解罪的神明又有着巨大的力量,正如那些最伟大的城邦所宣称的,以及那些成为神明的代言人和先知的神之子和诗人们所揭示的那样,他们表明这些事情确实如此。
κατὰ τίνα οὖν ἔτι λόγον δικαιοσύνην ἂν πρὸ μεγίστης ἀδικίας αἱροίμεθʼ ἄν, ἣν ἐὰν μετʼ εὐσχημοσύνης κιβδήλου κτησώμεθα, καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις πράξομεν κατὰ νοῦν ζῶντές τε καὶ τελευτήσαντες, ὡς ὁ τῶν πολλῶν τε καὶ ἄκρων λεγόμενος λόγος;
”、““那么,我们还有什么理由放着最大的不正义不选而选正义呢? 如果我们能用虚伪的体面外壳将其据为己有,那么正如大众和显贵们的言论所说,无论在神明还是人类面前,生前死后我们都能心想事成。
ἐκ δὴ πάντων τῶν εἰρημένων τίς μηχανή, ὦ Σώκρατες, δικαιοσύνην τιμᾶν ἐθέλειν ᾧ τις δύναμις ὑπάρχει ψυχῆς ἢ χρημάτων ἢ σώματος ἢ γένους, ἀλλὰ μὴ γελᾶν ἐπαινουμένης ἀκούοντα;
根据所有这些说法,苏格拉底,一个在灵魂、财富、身体或出身方面拥有某种力量的人,在听到正义被赞美时,有什么办法会让他愿意去尊崇它,而不是付之一笑呢?
ὡς δή τοι εἴ τις ἔχει ψευδῆ μὲν ἀποφῆναι ἃ εἰρήκαμεν, ἱκανῶς δὲ ἔγνωκεν ὅτι ἄριστον δικαιοσύνη, πολλήν που συγγνώμην ἔχει καὶ οὐκ ὀργίζεται τοῖς ἀδίκοις, ἀλλʼ οἶδεν ὅτι πλὴν εἴ τις θείᾳ φύσει δυσχεραίνων τὸ ἀδικεῖν ἢ ἐπιστήμην λαβὼν ἀπέχεται αὐτοῦ, τῶν γε ἄλλων οὐδεὶς ἑκὼν δίκαιος, ἀλλʼ ὑπὸ ἀνανδρίας ἢ γήρως ἤ τινος ἄλλης ἀσθενείας ψέγει τὸ ἀδικεῖν, ἀδυνατῶν αὐτὸ δρᾶν.
”、““事实上,即使有人能够证明我们所说的是假话,并且充分认识到正义是最优的,他也一定会大加宽容,而不会对不正义的人动怒;因为他知道,除了那些因神圣的天性而厌恶行不正义、或者因为获得了知识而远离它的人之外,其他没有任何人是自愿正直的。 相反,他们之所以谴责不正义,是因为胆怯、年老或由于其他某种软弱,导致他们没有能力去干坏事。
ὡς δέ, δῆλον· ὁ γὰρ πρῶτος τῶν τοιούτων εἰς δύναμιν ἐλθὼν πρῶτος ἀδικεῖ, καθʼ ὅσον ἂν οἷός τʼ ᾖ.
”、““而事情很明显,因为这些人中第一个获得力量的,也第一个会竭尽所能去行不正义。
καὶ τούτων ἁπάντων οὐδὲν ἄλλο αἴτιον ἢ ἐκεῖνο, ὅθενπερ ἅπας ὁ λόγος οὗτος ὥρμησεν καὶ τῷδε καὶ ἐμοὶ πρὸς σέ, ὦ Σώκρατες, εἰπεῖν, ὅτι ὦ θαυμάσιε, πάντων ὑμῶν, ὅσοι ἐπαινέται φατὲ δικαιοσύνης εἶναι, ἀπὸ τῶν ἐξ ἀρχῆς ἡρώων ἀρξάμενοι, ὅσων λόγοι λελειμμένοι, μέχρι τῶν νῦν ἀνθρώπων οὐδεὶς πώποτε ἔψεξεν ἀδικίαν οὐδʼ ἐπῄνεσεν δικαιοσύνην ἄλλως ἢ δόξας τε καὶ τιμὰς καὶ δωρεὰς τὰς ἀπʼ αὐτῶν γιγνομένας·
而所有这一切的原因,无非是促使他和我和你进行这场讨论的那个起点,即:‘惊人的苏格拉底啊,在你们所有自称是正义赞美者的人中——从古代那些留下了言论的英雄们开始,直到今天的人类——从来没有任何人谴责不正义或赞美正义,不是因为名声、荣誉和由它们带来的礼物。
αὐτὸ δʼ ἑκάτερον τῇ αὑτοῦ δυνάμει τί δρᾷ, τῇ τοῦ ἔχοντος ψυχῇ ἐνόν, καὶ λανθάνον θεούς τε καὶ ἀνθρώπους, οὐδεὶς πώποτε οὔτʼ ἐν ποιήσει οὔτʼ ἐν ἰδίοις λόγοις ἐπεξῆλθεν ἱκανῶς τῷ λόγῳ ὡς τὸ μὲν μέγιστον κακῶν ὅσα ἴσχει ψυχὴ ἐν αὑτῇ, δικαιοσύνη δὲ μέγιστον ἀγαθόν.
但是,它们各自凭借自身的力量,在拥有它的那个人的灵魂中,并对神明和人类隐瞒时,究竟起什么作用,却从未有人在诗歌中或在私下的言论中,充分地论证过:不正义是灵魂在自身中所容纳的最大邪恶,而正义则是最大的美好。 ’”

词汇与语法注释

  1. 365aὥσπερ ἐπιπτόμενοι — 分词 ἐπιπτόμενοι(飞向、飞落)比喻年轻人的灵魂轻快、迅速地在各种言论之间飞来飞去以搜集想法。ὥσπερ 引入了这一比喻。
  2. 365bὄφελος οὐδέν φασιν εἶναι — 动词 φασιν(他们说)的主语指代一般的世论或前文“所说的事(τὰ λεγόμενα)”。不定式 εἶναι 的逻辑主语由前面的与格代词和分词(δικαίῳ μὲν ὄντι μοι)暗示,整句意为“他们说,如果我不显得正直,即使我实际上正直,[对我来说]也没有任何益处”。
  3. 366cᾧ τις δύναμις ὑπάρχει — 关系代名词 ᾧ(表示占有或关联的与格)指代省略的先行词,意为“对于任何拥有某种力量的人……”。它构成了一个反问句:“对于一个在灵魂、财富、身体或出身方面拥有某种力量的人来说,有什么方法会让他愿意去尊崇正义呢?”
  4. 366eαὐτὸ δʼ ἑκάτερον τῇ αὑτοῦ δυνάμει τί δρᾷ, τῇ τοῦ ἔχοντος ψυχῇ ἐνόν — 中性单数分词 ἐνόν(存在于……之中)作为绝对分词(主格或宾格绝对化)发挥作用,其逻辑主语是 αὐτὸ ἑκάτερον(它们各自本身)。它修饰“在占有者的灵魂中”(τῇ τοῦ ἔχοντος ψυχῇ),询问它们各自凭其自身的力量,在存在于拥有者的灵魂中时究竟起什么作用。

引用这一段

柏拉图, 理想国 §2.365-2.366. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.365-2.366

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。