§2.363λέγουσι δέ που καὶ παρακελεύονται πατέρες τε ὑέσιν, καὶ πάντες οἱ τινῶν κηδόμενοι, ὡς χρὴ δίκαιον εἶναι, οὐκ αὐτὸ δικαιοσύνην ἐπαινοῦντες ἀλλὰ τὰς ἀπʼ αὐτῆς εὐδοκιμήσεις, ἵνα δοκοῦντι δικαίῳ εἶναι γίγνηται ἀπὸ τῆς δόξης ἀρχαί τε καὶ γάμοι καὶ ὅσαπερ Γλαύκων διῆλθεν ἄρτι, ἀπὸ τοῦ εὐδοκιμεῖν ὄντα τῷ δικαίῳ.
思うに、父親たちが息子たちに、またおよそ誰かを気づかうすべての者たちが勧めるのは、正しい者であるべきだということだが、彼らは正義そのものを称賛しているのではなく、それから生じる評判を称賛しているのだ。 それは、正しい者と思われることによって、その評判から、支配の座や婚姻、そしてグラウコンが先ほど並べ立てたすべてのものが、正しい者にとって評判から得られるようになるためである。
ἐπὶ πλέον δὲ οὗτοι τὰ τῶν δοξῶν λέγουσιν.
さらに彼らは、評判による恩恵をより拡大して語る。
τὰς γὰρ παρὰ θεῶν εὐδοκιμήσεις ἐμβάλλοντες ἄφθονα ἔχουσι λέγειν ἀγαθά, τοῖς ὁσίοις ἅ φασι θεοὺς διδόναι·
神々からの評判を持ち出すことで、彼らは、神々が敬虔な人々に与えるという多くの善いものを豊富に語ることができるからだ。
ὥσπερ ὁ γενναῖος Ἡσίοδός τε καὶ Ὅμηρός φασιν, ὁ μὲν τὰς δρῦς τοῖς δικαίοις τοὺς θεοὺς ποιεῖν
"ἄκρας μέν τε φέρειν βαλάνους, μέσσας δὲ μελίσσας·
気高きヘシオドスやホメロスが言うように。 前者は、神々が正しい者たちのためにオークの木に「梢にはどんぐりを実らせ、幹の真ん中には蜂を宿らせる。
εἰροπόκοι δʼ ὄιες, φησίν, μαλλοῖς καταβεβρίθασι"
, καὶ ἄλλα δὴ πολλὰ ἀγαθὰ τούτων ἐχόμενα.
毛深い羊たちは、彼が言うには、羊毛の重みでたわんでいる」ようにしてくださり、またこれに類する多くの善いものを与えてくださると言う。
παραπλήσια δὲ καὶ ὁ ἕτερος·
後者も似たようなことを言っている。
"ὥς τέ τευ"
γάρ φησιν
"
ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς
εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
"
"
πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς.
なぜなら、彼は言う。 「神を畏れ、公正な裁判を維持する非の打ち所のない王のようであれば、黒い大地は小麦や大麦をもたらし、木々は果実をたわわに実らせ、家畜は確実に子を産み、海は魚を提供する」と。
"
Μουσαῖος δὲ τούτων νεανικώτερα τἀγαθὰ καὶ ὁ ὑὸς αὐτοῦ παρὰ θεῶν διδόασιν τοῖς δικαίοις·
ムサイオスとその息子は、正しい者たちに対して、神々からこれらよりもさらに威勢のよい善いものが与えられるとする。
εἰς Ἅιδου γὰρ ἀγαγόντες τῷ λόγῳ καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσιν τὸν ἅπαντα χρόνον ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον.
すなわち、彼らは正しい者たちを言論によってハデスの国へと導き、彼らを宴の席に横たわらせ、敬虔な者たちの饗宴を用意して、花冠を戴いた彼らが残りの全生涯を酔いしれて過ごすようにし、卓越性の最高の報酬は永遠の泥酔であると考えているのだ。
οἱ δʼ ἔτι τούτων μακροτέρους ἀποτείνουσιν μισθοὺς παρὰ θεῶν·
また別の者たちは、神々からの報酬をこれらよりもさらに長く引き延ばす。
παῖδας γὰρ παίδων φασὶ καὶ γένος κατόπισθεν λείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου.
なぜなら、敬虔で誓いを守る者の後には、子の子らや子孫が残される、と彼らは言うからだ。
ταῦτα δὴ καὶ ἄλλα τοιαῦτα ἐγκωμιάζουσιν δικαιοσύνην·
これらや他のこのようなことによって彼らは正義を賛美する。
τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνῳ ὕδωρ ἀναγκάζουσι φέρειν, ἔτι τε ζῶντας εἰς κακὰς δόξας ἄγοντες, ἅπερ Γλαύκων περὶ τῶν δικαίων δοξαζομένων δὲ ἀδίκων διῆλθε τιμωρήματα, ταῦτα περὶ τῶν ἀδίκων λέγουσιν, ἄλλα δὲ οὐκ ἔχουσιν.
これに対して不敬虔な者や不正な者たちは、ハデスの国の泥の中に埋め、ふるいで水を運ぶことを強いる。 また彼らが生きて流転する間にも悪評に陥れ、グラウコンが「実際は正しいが不正だと思われている者」について列挙した懲罰を、これら不正な者たちに被せ、それ以外のことは語ることができない。
ὁ μὲν οὖν ἔπαινος καὶ ὁ ψόγος οὗτος ἑκατέρων.
このように、両者に対する称賛と非難は行われるのである。
§2.364πρὸς δὲ τούτοις σκέψαι, ὦ Σώκρατες, ἄλλο αὖ εἶδος λόγων περὶ δικαιοσύνης τε καὶ ἀδικίας ἰδίᾳ τε λεγόμενον καὶ ὑπὸ ποιητῶν.
これらに加えて、ソクラテスよ、正義と不正について、私的にも詩人たちによっても語られている、別の一種の議論を観察してほしい。
πάντες γὰρ ἐξ ἑνὸς στόματος ὑμνοῦσιν ὡς καλὸν μὲν ἡ σωφροσύνη τε καὶ δικαιοσύνη, χαλεπὸν μέντοι καὶ ἐπίπονον, ἀκολασία δὲ καὶ ἀδικία ἡδὺ μὲν καὶ εὐπετὲς κτήσασθαι, δόξῃ δὲ μόνον καὶ νόμῳ αἰσχρόν·
彼らは皆、口を揃えて、節制や正義は美しいが、困難で骨の折れるものであり、放縦や不正は快く、手に入れるのも容易であるが、評判や慣習においてのみ恥ずべきものである、と称えるからだ。
λυσιτελέστερα δὲ τῶν δικαίων τὰ ἄδικα ὡς ἐπὶ τὸ πλῆθος λέγουσι, καὶ πονηροὺς πλουσίους καὶ ἄλλας δυνάμεις ἔχοντας εὐδαιμονίζειν καὶ τιμᾶν εὐχερῶς ἐθέλουσιν δημοσίᾳ τε καὶ ἰδίᾳ, τοὺς δὲ ἀτιμάζειν καὶ ὑπερορᾶν, οἳ ἄν πῃ ἀσθενεῖς τε καὶ πένητες ὦσιν, ὁμολογοῦντες αὐτοὺς ἀμείνους εἶναι τῶν ἑτέρων.
そして彼らは大抵、正しい事柄よりも不正な事柄の方が得になると言い、悪人であっても富やその他の権力を持つ者たちを公私ともに進んで幸運な者と呼び、敬う一方で、弱くて貧しい者たちを、彼らの方が悪人たちよりも優れた人間であることを認めつつも、軽蔑し、見下すのだ。
τούτων δὲ πάντων οἱ περὶ θεῶν τε λόγοι καὶ ἀρετῆς θαυμασιώτατοι λέγονται, ὡς ἄρα καὶ θεοὶ πολλοῖς μὲν ἀγαθοῖς δυστυχίας τε καὶ βίον κακὸν ἔνειμαν, τοῖς δʼ ἐναντίοις ἐναντίαν μοῖραν.
これらのすべてのうちで、神々と徳について語られる言葉が最も驚くべきものである。 すなわち、神々さえも多くの善良な人々に不幸と悲惨な生を割り当て、その逆の者たちには逆の運命を割り当てるというのだ。
ἀγύρται δὲ καὶ μάντεις ἐπὶ πλουσίων θύρας ἰόντες πείθουσιν ὡς ἔστι παρὰ σφίσι δύναμις ἐκ θεῶν ποριζομένη θυσίαις τε καὶ ἐπῳδαῖς, εἴτε τι ἀδίκημά του γέγονεν αὐτοῦ ἢ προγόνων, ἀκεῖσθαι μεθʼ ἡδονῶν τε καὶ ἑορτῶν, ἐάν τέ τινα ἐχθρὸν πημῆναι ἐθέλῃ, μετὰ σμικρῶν δαπανῶν ὁμοίως δίκαιον ἀδίκῳ βλάψει ἐπαγωγαῖς τισιν καὶ καταδέσμοις, τοὺς θεούς, ὥς φασιν, πείθοντές σφισιν ὑπηρετεῖν.
放浪の呪術師や占い師たちは、富豪の門口にやってきて、自分たちには、犠牲祭や呪文によって神々から得られた力があり、もしその人自身や先祖に何か不正な行いがあったとしても、それを快楽や祝祭とともに贖うことができると説得する。 また、もし誰か敵に害を加えたいと望むなら、わずかな費用で、正しい者であれ不正な者であれ同様に、呪詛や束縛の魔術によって害を与えることができ、彼らの言うところでは、神々を説得して自分たちに仕えさせることができるのだという。
τούτοις δὲ πᾶσιν τοῖς λόγοις μάρτυρας ποιητὰς ἐπάγονται οἱ μὲν κακίας πέρι, εὐπετείας διδόντες, ὡς
"
τὴν μὲν κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
"
"
ῥηϊδίως·
これらすべての議論に、彼らは詩人たちを証人として引き合いに出す。 悪徳については、それが容易であることを示すために、「悪徳は群れをなして選ぶことが容易にできる。
λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·
道は平らで、極めて近くにある。
τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
"
καί τινα ὁδὸν μακράν τε καὶ τραχεῖαν καὶ ἀνάντη·
しかし、美徳の前には、神々は汗を置かれた」とし、またその道は長くて険しく、登り坂であるとする。
οἱ δὲ τῆς τῶν θεῶν ὑπʼ ἀνθρώπων παραγωγῆς τὸν Ὅμηρον μαρτύρονται, ὅτι καὶ ἐκεῖνος εἶπεν—
"
λιστοὶ δέ τε καὶ θεοὶ αὐτοί,
καὶ τοὺς μὲν θυσίαισι καὶ εὐχωλαῖς ἀγαναῖσιν
"
"
λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι
λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. "
また他の者たちは、神々が人間によって心変わりさせられることの証人としてホメロスを引き合いに出す。 なぜなら、彼もまたこう言ったからである。 「神々ご自身も懇願されうるものであり、人々は、誰かが踏み外し過ちを犯したとき、懇願しつつ、犠牲祭や優しい祈り、そして注ぎ物と獣脂の匂いによって、彼らを宥めるのだ」と。