Humanitext Reader

柏拉图 · 理想国 §2.363-2.364

阿德曼托斯论世俗对正义的赞美与对诗人的批判

第 23 段,共 153 段 · 希腊语

内容简介

阿德曼托斯指出,世俗的父母和监护人赞美正义并非因其自身价值,而是为了由此带来的世俗声誉、神明恩赐和赏赐。他进一步批判了当时的言论和诗人的观点,他们将美德描绘为困难、将不正义描绘为轻松且有利,甚至声称神明也可以通过祭祀和祈祷被收买,这在实质上助长了不正义。

§2.363λέγουσι δέ που καὶ παρακελεύονται πατέρες τε ὑέσιν, καὶ πάντες οἱ τινῶν κηδόμενοι, ὡς χρὴ δίκαιον εἶναι, οὐκ αὐτὸ δικαιοσύνην ἐπαινοῦντες ἀλλὰ τὰς ἀπʼ αὐτῆς εὐδοκιμήσεις, ἵνα δοκοῦντι δικαίῳ εἶναι γίγνηται ἀπὸ τῆς δόξης ἀρχαί τε καὶ γάμοι καὶ ὅσαπερ Γλαύκων διῆλθεν ἄρτι, ἀπὸ τοῦ εὐδοκιμεῖν ὄντα τῷ δικαίῳ.
我想,父亲们对儿子,以及所有关心他人的人,都在叮咛和劝诫说必须成为正义的人,他们所赞美的并不是正义本身,而是由正义带来的声誉,以便让那个被显得是正义的人,凭借这种名声获得官职、婚姻以及格劳孔刚才所列举的那些,由于有了好声誉而带给正义者的好处。
ἐπὶ πλέον δὲ οὗτοι τὰ τῶν δοξῶν λέγουσιν.
而这些人还将声誉带来的好处说得更为夸张。
τὰς γὰρ παρὰ θεῶν εὐδοκιμήσεις ἐμβάλλοντες ἄφθονα ἔχουσι λέγειν ἀγαθά, τοῖς ὁσίοις ἅ φασι θεοὺς διδόναι·
因为通过引入来自神明的声望,他们有滔滔不绝的好事可讲,即他们所说神明会赐予虔敬之人的那些恩惠;正如高尚的赫西俄德和荷马所说。
ὥσπερ ὁ γενναῖος Ἡσίοδός τε καὶ Ὅμηρός φασιν, ὁ μὲν τὰς δρῦς τοῖς δικαίοις τοὺς θεοὺς ποιεῖν "ἄκρας μέν τε φέρειν βαλάνους, μέσσας δὲ μελίσσας· εἰροπόκοι δʼ ὄιες, φησίν, μαλλοῖς καταβεβρίθασι" , καὶ ἄλλα δὴ πολλὰ ἀγαθὰ τούτων ἐχόμενα.
前者说神明为正义的人使橡树 “梢头结出橡子,树干中藏着蜜蜂;多毛的绵羊”,他说,“因羊毛而沉重下垂”,以及许多其他与之相关的福祉。
παραπλήσια δὲ καὶ ὁ ἕτερος· "ὥς τέ τευ" γάρ φησιν " ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα " " πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ, τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς.
而另一位也说了类似的话;因为他说:“正如某位无瑕的国王,敬畏神明,坚持公义,黑色的土地便长出小麦和大麦,树木挂满果实,牲畜繁衍不绝,海洋提供游鱼。
" Μουσαῖος δὲ τούτων νεανικώτερα τἀγαθὰ καὶ ὁ ὑὸς αὐτοῦ παρὰ θεῶν διδόασιν τοῖς δικαίοις·
” 而缪塞奥斯和他的儿子则把神明赐给正义者的好处说得比这还要更带劲。
εἰς Ἅιδου γὰρ ἀγαγόντες τῷ λόγῳ καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσιν τὸν ἅπαντα χρόνον ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον.
因为他们在言说中把他们带入哈得斯,让他们躺下,为虔敬者排设宴席,让他们戴着花冠,在余下的所有时间里都处于醉酒状态,认为美德最美好的赏赐就是永久的沉醉。
οἱ δʼ ἔτι τούτων μακροτέρους ἀποτείνουσιν μισθοὺς παρὰ θεῶν· παῖδας γὰρ παίδων φασὶ καὶ γένος κατόπισθεν λείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου.
而另一些人则把来自神明的赏赐拉得比这还要长久;因为他们说,虔敬而守誓的人会留下子子孙孙以及后代。
ταῦτα δὴ καὶ ἄλλα τοιαῦτα ἐγκωμιάζουσιν δικαιοσύνην·
正是通过这些及其他类似的事,他们赞美正义。
τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνῳ ὕδωρ ἀναγκάζουσι φέρειν, ἔτι τε ζῶντας εἰς κακὰς δόξας ἄγοντες, ἅπερ Γλαύκων περὶ τῶν δικαίων δοξαζομένων δὲ ἀδίκων διῆλθε τιμωρήματα, ταῦτα περὶ τῶν ἀδίκων λέγουσιν, ἄλλα δὲ οὐκ ἔχουσιν.
而相反,他们把那些不虔敬和不正义的人埋在哈得斯的某种泥沼中,强迫他们用筛子打水;并且在他们还活着的时候,让他们背负恶名,而格劳孔刚才就那些实际上正义却被视为不正义的人所列举的种种惩罚,他们就把这些安在不正义者的头上,而说不出别的事来。
ὁ μὲν οὖν ἔπαινος καὶ ὁ ψόγος οὗτος ἑκατέρων.
因此,这就是对这两类人的赞美和谴责。
§2.364πρὸς δὲ τούτοις σκέψαι, ὦ Σώκρατες, ἄλλο αὖ εἶδος λόγων περὶ δικαιοσύνης τε καὶ ἀδικίας ἰδίᾳ τε λεγόμενον καὶ ὑπὸ ποιητῶν.
除此之外,苏格拉底,请再看另一种关于正义和不正义的言论,它们既存在于民间的私下言谈中,也见于诗人们的笔下。
πάντες γὰρ ἐξ ἑνὸς στόματος ὑμνοῦσιν ὡς καλὸν μὲν ἡ σωφροσύνη τε καὶ δικαιοσύνη, χαλεπὸν μέντοι καὶ ἐπίπονον, ἀκολασία δὲ καὶ ἀδικία ἡδὺ μὲν καὶ εὐπετὲς κτήσασθαι, δόξῃ δὲ μόνον καὶ νόμῳ αἰσχρόν·
因为他们异口同声地宣扬:节制和正义固然是美好的,但却是困难且费力的;而放纵和不正义则是快乐且容易获得的,仅仅在声誉和法律上是可耻的。
λυσιτελέστερα δὲ τῶν δικαίων τὰ ἄδικα ὡς ἐπὶ τὸ πλῆθος λέγουσι, καὶ πονηροὺς πλουσίους καὶ ἄλλας δυνάμεις ἔχοντας εὐδαιμονίζειν καὶ τιμᾶν εὐχερῶς ἐθέλουσιν δημοσίᾳ τε καὶ ἰδίᾳ, τοὺς δὲ ἀτιμάζειν καὶ ὑπερορᾶν, οἳ ἄν πῃ ἀσθενεῖς τε καὶ πένητες ὦσιν, ὁμολογοῦντες αὐτοὺς ἀμείνους εἶναι τῶν ἑτέρων.
他们还说,不正义的事往往比正义的事更有利,并且他们极乐意在公私场合祝贺并尊敬那些富有且拥有其他势力的恶人,却去蔑视和看轻那些软弱且贫穷的人,尽管他们承认后者比前者更好。
τούτων δὲ πάντων οἱ περὶ θεῶν τε λόγοι καὶ ἀρετῆς θαυμασιώτατοι λέγονται, ὡς ἄρα καὶ θεοὶ πολλοῖς μὲν ἀγαθοῖς δυστυχίας τε καὶ βίον κακὸν ἔνειμαν, τοῖς δʼ ἐναντίοις ἐναντίαν μοῖραν.
但在所有这些言论中,关于神明和美德的说法是最令人惊异的,即神明似乎也将不幸和悲惨的生活分派给了许多好人,却把相反的命运分派给他们的对立面。
ἀγύρται δὲ καὶ μάντεις ἐπὶ πλουσίων θύρας ἰόντες πείθουσιν ὡς ἔστι παρὰ σφίσι δύναμις ἐκ θεῶν ποριζομένη θυσίαις τε καὶ ἐπῳδαῖς, εἴτε τι ἀδίκημά του γέγονεν αὐτοῦ ἢ προγόνων, ἀκεῖσθαι μεθʼ ἡδονῶν τε καὶ ἑορτῶν, ἐάν τέ τινα ἐχθρὸν πημῆναι ἐθέλῃ, μετὰ σμικρῶν δαπανῶν ὁμοίως δίκαιον ἀδίκῳ βλάψει ἐπαγωγαῖς τισιν καὶ καταδέσμοις, τοὺς θεούς, ὥς φασιν, πείθοντές σφισιν ὑπηρετεῖν.
江湖术士和占卜者来到富人的门前,说服他们,说自己拥有通过祭祀和咒语从神明那里求得的力量,这样,即使某人自己或其祖先犯下了什么不正义的事,也能够伴随着娱乐和节日得以消除;而且,如果他想伤害某个敌人,只需花很少的费用,就能通过某些法术和符咒,无论对正义者还是不正义者都同样予以伤害,正如他们所说,能说服神明为他们效劳。
τούτοις δὲ πᾶσιν τοῖς λόγοις μάρτυρας ποιητὰς ἐπάγονται οἱ μὲν κακίας πέρι, εὐπετείας διδόντες, ὡς " τὴν μὲν κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι " " ῥηϊδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει· τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν " καί τινα ὁδὸν μακράν τε καὶ τραχεῖαν καὶ ἀνάντη· οἱ δὲ τῆς τῶν θεῶν ὑπʼ ἀνθρώπων παραγωγῆς τὸν Ὅμηρον μαρτύρονται, ὅτι καὶ ἐκεῖνος εἶπεν— " λιστοὶ δέ τε καὶ θεοὶ αὐτοί, καὶ τοὺς μὲν θυσίαισι καὶ εὐχωλαῖς ἀγαναῖσιν " " λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
对于所有这些论调,他们引证诗人们作为证人,有些人针对恶行,指出其容易,正如“邪恶可以成群结队地去选择,极其容易;道路平坦,而且它就住在极近处;但在美德之前,神明设下了汗水”以及一条漫长、坎坷且陡峭的道路;而另一些人则引证荷马,证明神明是可以被人类改变心意的,因为他也曾说:“神明自身也是可被恳求的,当有人越轨和犯错时,人类可以通过祭祀、温柔的祈祷、奠酒和牲脂之香来劝导他们,向他们哀求。
"

词汇与语法注释

  1. 363aἵνα δοκοῦντι δικαίῳ εἶναι γίγνηται ἀπὸ τῆς δόξης ἀρχαί τε καὶ γάμοι — 现在分词 δοκοῦντι(源自 δοκέω)为与格,作为不及物动词 γίγνηται(源自 γίγνομαι)的关系与格(或所有与格)起作用。不定式 εἶναι 的逻辑主语与 δοκοῦντι 一致。整句结构为“以便让那个被显得是正义的人(凭此名声)获得官职和婚姻”。
  2. 363bὁ μὲν τὰς δρῦς τοῖς δικαίοις τοὺς θεοὺς ποιεῖν — 这是承接 φασίν 的间接引语中的“对格加不定式”结构(Oratio Obliqua)。不定式 ποιεῖν 的逻辑主语是宾格的 τοὺς θεοὺς,而其直接宾语是宾格的 τὰς δρῦς。与格的 τοῖς δικαίοις 作为利益与格(表示“为了正义的人”)。
  3. 364eτῆς τῶν θεῶν ὑπʼ ἀνθρώπων παραγωγῆς — 动作名词 παραγωγή(意为“改变心意”、“导正”)带有属格 τῶν θεῶν 作为宾格性属格(表示“使神明改变心意”),而介词短语 ὑπʼ ἀνθρώπων 则表示施事者(意为“被人类”)。这一紧密的名词短语结构表明了神明可被人类说服和引导的性质。

引用这一段

柏拉图, 理想国 §2.363-2.364. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.363-2.364

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。