Humanitext Reader

プラトン · 国家 §2.359-2.360

正義の契約起源説とギュゲスの指輪

21 / 153 箇所 · ギリシア語

要旨

グラウコンは、正義が社会契約に基づく「互いに不正を行わない合意」にすぎないと語り、透明になる「ギュゲスの指輪」の寓話を用いて、人間が自発的にではなく強制されて正義を行うにすぎないことを論じる。

§2.359πεφυκέναι γὰρ δή φασιν τὸ μὲν ἀδικεῖν ἀγαθόν, τὸ δὲ ἀδικεῖσθαι κακόν, πλέονι δὲ κακῷ ὑπερβάλλειν τὸ ἀδικεῖσθαι ἢ ἀγαθῷ τὸ ἀδικεῖν, ὥστʼ ἐπειδὰν ἀλλήλους ἀδικῶσί τε καὶ ἀδικῶνται καὶ ἀμφοτέρων γεύωνται, τοῖς μὴ δυναμένοις τὸ μὲν ἐκφεύγειν τὸ δὲ αἱρεῖν δοκεῖ λυσιτελεῖν συνθέσθαι ἀλλήλοις μήτʼ ἀδικεῖν μήτʼ ἀδικεῖσθαι·
なぜなら人々は、不正を行うことは本来は善であり、不正を被ることは悪であるが、不正を被る悪の方が、不正を行う善よりもはるかに大きいと言っている。 そのため、人々が互いに不正を行い、また行われ、両方を経験したとき、一方を避けて他方を選ぶ力を持たない人々にとっては、互いに不正を行わず、行われもしないという契約を結ぶことが、利益になると判断される。
καὶ ἐντεῦθεν δὴ ἄρξασθαι νόμους τίθεσθαι καὶ συνθήκας αὑτῶν, καὶ ὀνομάσαι τὸ ὑπὸ τοῦ νόμου ἐπίταγμα νόμιμόν τε καὶ δίκαιον·
そしてここから人々は、自らのために法を定め契約を結ぶようになり、法によって命じられたことを「適法」かつ「正しい」と名づけるようになったのだという。
καὶ εἶναι δὴ ταύτην γένεσίν τε καὶ οὐσίαν δικαιοσύνης, μεταξὺ οὖσαν τοῦ μὲν ἀρίστου ὄντος, ἐὰν ἀδικῶν μὴ διδῷ δίκην, τοῦ δὲ κακίστου, ἐὰν ἀδικούμενος τιμωρεῖσθαι ἀδύνατος ᾖ·
そして、これこそが正義の起源であり、その本質であるとされる。 それは、不正を行っても罰を受けないという最善の状態と、不正を被っても復讐する力がないという最悪の状態との、中間にある。
τὸ δὲ δίκαιον ἐν μέσῳ ὂν τούτων ἀμφοτέρων ἀγαπᾶσθαι οὐχ ὡς ἀγαθόν, ἀλλʼ ὡς ἀρρωστίᾳ τοῦ ἀδικεῖν τιμώμενον·
そして、正義はこれら両者の中間にあって、好まれている。 それは、善として好まれているのではなく、不正を行う力がないゆえに尊重されているにすぎない。
ἐπεὶ τὸν δυνάμενον αὐτὸ ποιεῖν καὶ ὡς ἀληθῶς ἄνδρα οὐδʼ ἂν ἑνί ποτε συνθέσθαι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι·
なぜなら、実際にそれを行う能力のある、真の意味で男である者なら、誰とも、不正を行わず行われもしないという契約を結ぶことなど決してないだろうからだ。
μαίνεσθαι γὰρ ἄν.
そんなことをすれば、狂気の沙汰だからである。
ἡ μὲν οὖν δὴ φύσις δικαιοσύνης, ὦ Σώκρατες, αὕτη τε καὶ τοιαύτη, καὶ ἐξ ὧν πέφυκε τοιαῦτα, ὡς ὁ λόγος.
ソクラテスよ、正義の性質とはまさにこのようなものであり、その起源は議論の語るところでは、これらに由来する。
ὡς δὲ καὶ οἱ ἐπιτηδεύοντες ἀδυναμίᾳ τοῦ ἀδικεῖν ἄκοντες αὐτὸ ἐπιτηδεύουσι, μάλιστʼ ἂν αἰσθοίμεθα, εἰ τοιόνδε ποιήσαιμεν τῇ διανοίᾳ·
他方、それを実践する人々が、不正を行う力がないために本意ではなく行っているのだということは、私たちが思考の中で次のようなことをしてみれば、最もよく理解できるだろう。
δόντες ἐξουσίαν ἑκατέρῳ ποιεῖν ὅτι ἂν βούληται, τῷ τε δικαίῳ καὶ τῷ ἀδίκῳ, εἶτʼ ἐπακολουθήσαιμεν θεώμενοι ποῖ ἡ ἐπιθυμία ἑκάτερον ἄξει.
すなわち、正しい者と不正な者の両方に、それぞれ望むことを行う自由を与え、その後に彼らの後を追い、彼らの欲求がそれぞれをどこに導くかを観察するのだ。
ἐπʼ αὐτοφώρῳ οὖν λάβοιμεν ἂν τὸν δίκαιον τῷ ἀδίκῳ εἰς ταὐτὸν ἰόντα διὰ τὴν πλεονεξίαν, ὃ πᾶσα φύσις διώκειν πέφυκεν ὡς ἀγαθόν, νόμῳ δὲ βίᾳ παράγεται ἐπὶ τὴν τοῦ ἴσου τιμήν.
そうすれば、正しい者が「多くを得ようとすること」を求めて、不正な者と同じ場所へ向かうのを現場で押さえることができるだろう。 多くを得ようとすることこそは、すべての本性が善として追求するように生まれついているものであるが、法によって強制されて、平等の尊重へと方向をそらされているのだ。
εἴη δʼ ἂν ἡ ἐξουσία ἣν λέγω τοιάδε μάλιστα, εἰ αὐτοῖς γένοιτο οἵαν ποτέ φασιν δύναμιν τῷ τοῦ Λυδοῦ προγόνῳ γενέσθαι.
私が言う自由とは、次のようなものであれば最もよい。 すなわち、かつてリュディアの者の先祖に、次のような力が生じたと人々が語るようなものである。
εἶναι μὲν γὰρ αὐτὸν ποιμένα θητεύοντα παρὰ τῷ τότε Λυδίας ἄρχοντι, ὄμβρου δὲ πολλοῦ γενομένου καὶ σεισμοῦ ῥαγῆναί τι τῆς γῆς καὶ γενέσθαι χάσμα κατὰ τὸν τόπον ᾗ ἔνεμεν.
彼は当時リュディアを支配していた王に仕える羊飼い(傭われ人)であった。 大雨が降り、地震が起きて、彼が羊を放牧していた場所の地面が裂け、大きな裂け目ができた。
ἰδόντα δὲ καὶ θαυμάσαντα καταβῆναι καὶ ἰδεῖν ἄλλα τε δὴ ἃ μυθολογοῦσιν θαυμαστὰ καὶ ἵππον χαλκοῦν, κοῖλον, θυρίδας ἔχοντα, καθʼ ἃς ἐγκύψαντα ἰδεῖν ἐνόντα νεκρόν, ὡς φαίνεσθαι μείζω ἢ κατʼ ἄνθρωπον, τοῦτον δὲ ἄλλο μὲν οὐδέν, περὶ δὲ τῇ χειρὶ χρυσοῦν δακτύλιον ὄντα περιελόμενον ἐκβῆναι.
彼はこれを見て驚き、そこへ降りていき、人々が神話で語るような様々な不思議なものとともに、中が空洞で、窓のついた青銅の馬を見た。 その窓から覗き込むと、中に人間の大きさを超えると思われる死体が横たわっているのが見えた。 この死体は他には何も身につけていなかったが、手に金の指輪をはめていた。 彼はそれを抜き取って、地上に登ってきた。
συλλόγου δὲ γενομένου τοῖς ποιμέσιν εἰωθότος, ἵνʼ ἐξαγγέλλοιεν κατὰ μῆνα τῷ βασιλεῖ τὰ περὶ τὰ ποίμνια, ἀφικέσθαι καὶ ἐκεῖνον ἔχοντα τὸν δακτύλιον·
羊飼いたちの定例の集まりがあり、王へ毎月の羊の様子を報告するために彼もその指輪をはめて集まりに赴いた。
§2.360καθήμενον οὖν μετὰ τῶν ἄλλων τυχεῖν τὴν σφενδόνην τοῦ δακτυλίου περιαγαγόντα πρὸς ἑαυτὸν εἰς τὸ εἴσω τῆς χειρός, τούτου δὲ γενομένου >ἀφανῆ αὐτὸν γενέσθαι τοῖς παρακαθημένοις, καὶ διαλέγεσθαι ὡς περὶ οἰχομένου.
彼が他の羊飼いたちと共に座っていたとき、たまたま指輪の印台を自分の手の内側へと回した。 これが行われると、彼は隣に座っていた人々から見えなくなり、彼らは彼がもう立ち去ったかのように話し始めた。
καὶ τὸν θαυμάζειν τε καὶ πάλιν ἐπιψηλαφῶντα τὸν δακτύλιον στρέψαι ἔξω τὴν σφενδόνην, καὶ στρέψαντα φανερὸν γενέσθαι.
彼は驚き、再び指輪に触れて印台を外側へと回すと、見えるようになった。
καὶ τοῦτο ἐννοήσαντα ἀποπειρᾶσθαι τοῦ δακτυλίου εἰ ταύτην ἔχοι τὴν δύναμιν, καὶ αὐτῷ οὕτω συμβαίνειν, στρέφοντι μὲν εἴσω τὴν σφενδόνην ἀδήλῳ γίγνεσθαι, ἔξω δὲ δήλῳ·
これに気づいた彼は、指輪にそのような力があるかどうかを試してみた。 すると彼にとってまさにその通りになり、印台を内側に回すと見えなくなり、外側に回すと見えるようになった。
αἰσθόμενον δὲ εὐθὺς διαπράξασθαι τῶν ἀγγέλων γενέσθαι τῶν παρὰ τὸν βασιλέα, ἐλθόντα δὲ καὶ τὴν γυναῖκα αὐτοῦ μοιχεύσαντα, μετʼ ἐκείνης ἐπιθέμενον τῷ βασιλεῖ ἀποκτεῖναι καὶ τὴν ἀρχὴν οὕτω κατασχεῖν.
これに気づくとすぐに、彼は王のもとへ行く使者の一人に加わるように手配し、王宮へ行くと、王の妃を誘惑して姦通し、妃と共謀して王を襲って殺害し、このようにして王位を奪い取った。
εἰ οὖν δύο τοιούτω δακτυλίω γενοίσθην, καὶ τὸν μὲν ὁ δίκαιος περιθεῖτο, τὸν δὲ ὁ ἄδικος, οὐδεὶς ἂν γένοιτο, ὡς δόξειεν, οὕτως ἀδαμάντινος, ὃς ἂν μείνειεν ἐν τῇ δικαιοσύνῃ καὶ τολμήσειεν ἀπέχεσθαι τῶν ἀλλοτρίων καὶ μὴ ἅπτεσθαι, ἐξὸν αὐτῷ καὶ ἐκ τῆς ἀγορᾶς ἀδεῶς ὅτι βούλοιτο λαμβάνειν, καὶ εἰσιόντι εἰς τὰς οἰκίας συγγίγνεσθαι ὅτῳ βούλοιτο, καὶ ἀποκτεινύναι καὶ ἐκ δεσμῶν λύειν οὕστινας βούλοιτο, καὶ τἆλλα πράττειν ἐν τοῖς ἀνθρώποις ἰσόθεον ὄντα.
もしこのような指輪が二つあり、一つを正しい者がはめ、もう一つを不正な者がはめるとしたならば、誰もが思うように、正義にとどまり、他人のものに手を触れずに控えているほど金剛石のように堅固な者は一人もいないだろう。 市場から恐れることなく自分の望むものを何でも取ることができ、家々に入って自分の望む誰とでも交わることができ、望む者を殺し、望む者を牢獄から釈放することができ、その他の点でも人間たちの間で神と同等の存在として振る舞うことができるのに。
οὕτω δὲ δρῶν οὐδὲν ἂν διάφορον τοῦ ἑτέρου ποιοῖ, ἀλλʼ ἐπὶ ταὔτʼ ἂν ἴοιεν ἀμφότεροι.
このように振る舞うなら、正しい者も他方と全く異ならない行動をすることになり、両者ともに同じ道を進むことになるだろう。
καίτοι μέγα τοῦτο τεκμήριον ἂν φαίη τις ὅτι οὐδεὶς ἑκὼν δίκαιος ἀλλʼ ἀναγκαζόμενος, ὡς οὐκ ἀγαθοῦ ἰδίᾳ ὄντος, ἐπεὶ ὅπου γʼ ἂν οἴηται ἕκαστος οἷός τε ἔσεσθαι ἀδικεῖν, ἀδικεῖν.
しかし、まさにこのことこそは、誰も自発的に正しいのではなく、強制されて正しいのだという強力な証拠であると、人は言うだろう。 正義は個々の人間にとって固有の善ではないと考えられているからである。 実際、自分が不正を行うことができると各自が思うところでは、どこであれ不正を行う。
λυσιτελεῖν γὰρ δὴ οἴεται πᾶς ἀνὴρ πολὺ μᾶλλον ἰδίᾳ τὴν ἀδικίαν τῆς δικαιοσύνης, ἀληθῆ οἰόμενος, ὡς φήσει ὁ περὶ τοῦ τοιούτου λόγου λέγων·
なぜなら、すべての人は、個人にとっては、不公正である方が公正であるよりもはるかに利益になると考えているからであり、そのような議論を語る者によれば、その考えは正しい。
ἐπεὶ εἴ τις τοιαύτης ἐξουσίας ἐπιλαβόμενος μηδέν ποτε ἐθέλοι ἀδικῆσαι μηδὲ ἅψαιτο τῶν ἀλλοτρίων, ἀθλιώτατος μὲν ἂν δόξειεν εἶναι τοῖς αἰσθανομένοις καὶ ἀνοητότατος, ἐπαινοῖεν δʼ ἂν αὐτὸν ἀλλήλων ἐναντίον ἐξαπατῶντες ἀλλήλους διὰ τὸν τοῦ ἀδικεῖσθαι φόβον.
なぜなら、もしこのような自由を得ながら、何一つ不正を行おうとせず、他人のものに手を触れない者がいるとしたら、事情を知っている人々からは、彼はこの上なく惨めで、極めて愚かな者と思われるだろう。 しかし彼らは、互いに不正を被ることを恐れるがゆえに、お互いの前では彼を騙し合いながら称賛することだろう。
ταῦτα μὲν οὖν δὴ οὕτω.
この点については以上の通りである。
τὴν δὲ κρίσιν αὐτὴν τοῦ βίου πέρι ὧν λέγομεν, ἐὰν διαστησώμεθα τόν τε δικαιότατον καὶ τὸν ἀδικώτατον, οἷοί τʼ ἐσόμεθα κρῖναι ὀρθῶς·
他方、私たちが論じている二つの生き方の判定そのものは、最も正しい者と最も不正な者をそれぞれ極端に引き離して(対比させて)みれば、正しく判定することができる。
εἰ δὲ μή, οὔ.
そうでなければ判定できない。
τίς οὖν δὴ ἡ διάστασις;
では、その引き離し方とはどのようなものか。
ἥδε·
それは次の通りである。
μηδὲν ἀφαιρῶμεν μήτε τοῦ ἀδίκου ἀπὸ τῆς ἀδικίας, μήτε τοῦ δικαίου ἀπὸ τῆς δικαιοσύνης, ἀλλὰ τέλεον ἑκάτερον εἰς τὸ ἑαυτοῦ ἐπιτήδευμα τιθῶμεν.
不正な者からその不正を何一つ差し引かず、正しい者からその正義を何一つ差し引くことなく、それぞれを自分の生き方において完全な者とみなすのである。

語釈・文法注

  1. 359πλέονι δὲ κακῷ ὑπερβάλλειν τὸ ἀδικεῖσθαι ἢ ἀγαθῷ τὸ ἀδικεῖν — 「不正を被る悪(が上回る程度)は、不正を行う善よりも、より大きな悪をもって上回っている」の意。比較の ἤ に続く ἢ ἀγαθῷ τὸ ἀδικεῖν(不定詞 τὸ ἀδικεῖν とその述語の役割を果たす与格 ἀγαθῷ)が、主節の τὸ ἀδικεῖσθαι および πλέονι κακῷ に対応しており、πλέονι κακῷ は差の与格である。
  2. 359bἂν ἑνί ποτε συνθέσθαι — 対格不定詞に ἄν が伴う構文で、間接話法に入る前の直接法における潜在の希求法 ἂν συνθεῖτο を不定詞化したもの。「(能力のある者なら)誰とも決して契約を結ばないだろう」という潜在的な帰結を表す。
  3. 359cὃ πᾶσα φύσις διώκειν πέφυκεν ὡς ἀγαθόν, νόμῳ δὲ βίᾳ παράγεται... — 関係代名詞 ὃ の先行詞は直前の πλεονεξίαν(多欲・より多く得ること)。πᾶσα φύσις が主語で、διώκειν は πέφυκεν(〜する性質を本性上持っている)にかかる不定詞。関係代名詞 ὃ は διώκειν の目的語であり、同時に後半の受動態 παράγεται の主語でもある。
  4. 360cἐξὸν αὐτῷ καὶ ἐκ τῆς ἀγορᾶς ἀδεῶς ὅτι βούλοιτο λαμβάνειν — 非人称動詞 ἔξεστι の分詞中性対格を用いた「対格絶対」の構文で、「彼にとって〜することが可能(許されて)であるのに」という譲歩や付帯状況を表す副詞句として機能している。

この箇所を引用する

プラトン, 国家 §2.359-2.360. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.359-2.360

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。