§2.359πεφυκέναι γὰρ δή φασιν τὸ μὲν ἀδικεῖν ἀγαθόν, τὸ δὲ ἀδικεῖσθαι κακόν, πλέονι δὲ κακῷ ὑπερβάλλειν τὸ ἀδικεῖσθαι ἢ ἀγαθῷ τὸ ἀδικεῖν, ὥστʼ ἐπειδὰν ἀλλήλους ἀδικῶσί τε καὶ ἀδικῶνται καὶ ἀμφοτέρων γεύωνται, τοῖς μὴ δυναμένοις τὸ μὲν ἐκφεύγειν τὸ δὲ αἱρεῖν δοκεῖ λυσιτελεῖν συνθέσθαι ἀλλήλοις μήτʼ ἀδικεῖν μήτʼ ἀδικεῖσθαι·
因为人们说,在天性上,行不正义是善,受不正义是恶,但受不正义之恶远超过行不正义之善;因此,当人们互相施加和遭受不正义,并尝到了这两者的滋味后,对于那些没有能力既逃避后者又选择前者的人来说,他们认为彼此达成互不侵害、互不受害的契约是有利的。
καὶ ἐντεῦθεν δὴ ἄρξασθαι νόμους τίθεσθαι καὶ συνθήκας αὑτῶν, καὶ ὀνομάσαι τὸ ὑπὸ τοῦ νόμου ἐπίταγμα νόμιμόν τε καὶ δίκαιον·
由此,他们开始制定法律和彼此的盟约,并把法律的命令称为“合法的”和“公正的”。
καὶ εἶναι δὴ ταύτην γένεσίν τε καὶ οὐσίαν δικαιοσύνης, μεταξὺ οὖσαν τοῦ μὲν ἀρίστου ὄντος, ἐὰν ἀδικῶν μὴ διδῷ δίκην, τοῦ δὲ κακίστου, ἐὰν ἀδικούμενος τιμωρεῖσθαι ἀδύνατος ᾖ·
这便是正义的起源和本质:它介于最美满的状态——即做了不正义的事而不受惩罚——与最恶劣的状态——即遭受了不正义而无力报复——之间。
τὸ δὲ δίκαιον ἐν μέσῳ ὂν τούτων ἀμφοτέρων ἀγαπᾶσθαι οὐχ ὡς ἀγαθόν, ἀλλʼ ὡς ἀρρωστίᾳ τοῦ ἀδικεῖν τιμώμενον·
正义处于这两者之中,因而受到珍爱,并不是因为它本身是善,而是因为人们由于缺乏行不正义的能力而尊重它。
ἐπεὶ τὸν δυνάμενον αὐτὸ ποιεῖν καὶ ὡς ἀληθῶς ἄνδρα οὐδʼ ἂν ἑνί ποτε συνθέσθαι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι· μαίνεσθαι γὰρ ἄν.
因为一个有能力行不正义、且是个真正男子汉的人,绝不会同任何人达成互不侵害、互不受害的契约,因为那无异于发疯。
ἡ μὲν οὖν δὴ φύσις δικαιοσύνης, ὦ Σώκρατες, αὕτη τε καὶ τοιαύτη, καὶ ἐξ ὧν πέφυκε τοιαῦτα, ὡς ὁ λόγος.
苏格拉底,正义的性质就是样,而根据上述说法,其产生的源头也正是如此。
ὡς δὲ καὶ οἱ ἐπιτηδεύοντες ἀδυναμίᾳ τοῦ ἀδικεῖν ἄκοντες αὐτὸ ἐπιτηδεύουσι, μάλιστʼ ἂν αἰσθοίμεθα, εἰ τοιόνδε ποιήσαιμεν τῇ διανοίᾳ· δόντες ἐξουσίαν ἑκατέρῳ ποιεῖν ὅτι ἂν βούληται, τῷ τε δικαίῳ καὶ τῷ ἀδίκῳ, εἶτʼ ἐπακολουθήσαιμεν θεώμενοι ποῖ ἡ ἐπιθυμία ἑκάτερον ἄξει.
至于那些践行正义的人,是因为没有能力行不正义才违心地这样做,如果我们通过思想实验来做以下的事情,就能最清楚地察觉到这一点:给正义者和不正义者两者各自随心所欲的权力(自由),然后尾随他们,观察他们的欲望会将他们带向何方。
ἐπʼ αὐτοφώρῳ οὖν λάβοιμεν ἂν τὸν δίκαιον τῷ ἀδίκῳ εἰς ταὐτὸν ἰόντα διὰ τὴν πλεονεξίαν, ὃ πᾶσα φύσις διώκειν πέφυκεν ὡς ἀγαθόν, νόμῳ δὲ βίᾳ παράγεται ἐπὶ τὴν τοῦ ἴσου τιμήν.
我们将会当场抓住正义者与不正义者走向同一条道路,这是由于他们对“多得”的追求,而一切天性都把这视为善来追求,只是被法律强行扭转,引向对平等的尊重。
εἴη δʼ ἂν ἡ ἐξουσία ἣν λέγω τοιάδε μάλιστα, εἰ αὐτοῖς γένοιτο οἵαν ποτέ φασιν δύναμιν τῷ τοῦ Λυδοῦ προγόνῳ γενέσθαι.
我所说的这种自由最好是这样的,即如果他们获得了人们传说中曾经赐予那个吕底亚人祖先的力量。
εἶναι μὲν γὰρ αὐτὸν ποιμένα θητεύοντα παρὰ τῷ τότε Λυδίας ἄρχοντι, ὄμβρου δὲ πολλοῦ γενομένου καὶ σεισμοῦ ῥαγῆναί τι τῆς γῆς καὶ γενέσθαι χάσμα κατὰ τὸν τόπον ᾗ ἔνεμεν.
据说他当时是一个牧羊人,在当时的吕底亚统治者那里做雇工。 一次,天降暴雨并发生地震,他放牧的地方地面开裂,出现了一个深渊。
ἰδόντα δὲ καὶ θαυμάσαντα καταβῆναι καὶ ἰδεῖν ἄλλα τε δὴ ἃ μυθολογοῦσιν θαυμαστὰ καὶ ἵππον χαλκοῦν, κοῖλον, θυρίδας ἔχοντα, καθʼ ἃς ἐγκύψαντα ἰδεῖν ἐνόντα νεκρόν, ὡς φαίνεσθαι μείζω ἢ κατʼ ἄνθρωπον, τοῦτον δὲ ἄλλο μὲν οὐδέν, περὶ δὲ τῇ χειρὶ χρυσοῦν δακτύλιον ὄντα περιελόμενον ἐκβῆναι. συλλόγου δὲ γενομένου τοῖς ποιμέσιν εἰωθότος, ἵνʼ ἐξαγγέλλοιεν κατὰ μῆνα τῷ βασιλεῖ τὰ περὶ τὰ ποίμνια, ἀφικέσθαι καὶ ἐκεῖνον ἔχοντα τὸν δακτύλιον·
他看到后感到惊奇,便走了下。 据说他看到了神话中所说的各种奇妙事物,其中有一匹空心的青铜马,上面有小窗户,他探头向内看,发现里面有一具尸体,看起来比常人的身材要大。 这具尸体身上没有任何其他东西,只有手上戴着一只金指轮(戒指),他摘下指轮便上去了。
§2.360καθήμενον οὖν μετὰ τῶν ἄλλων τυχεῖν τὴν σφενδόνην τοῦ δακτυλίου περιαγαγόντα πρὸς ἑαυτὸν εἰς τὸ εἴσω τῆς χειρός, τούτου δὲ γενομένου >ἀφανῆ αὐτὸν γενέσθαι τοῖς παρακαθημένοις, καὶ διαλέγεσθαι ὡς περὶ οἰχομένου.
后来到了牧羊人们惯常集会的日子,以便每月向国王呈报牧群的情况,他也戴着那只指轮参加了集会。 当他与其他牧羊人坐在一起时,他无意中把指轮的印台转到了手掌内侧。 当这件事发生时,坐在他旁边的人便看不见他了,并且像谈论一个已经离去的人那样谈论他。
καὶ τὸν θαυμάζειν τε καὶ πάλιν ἐπιψηλαφῶντα τὸν δακτύλιον στρέψαι ἔξω τὴν σφενδόνην, καὶ στρέψαντα φανερὸν γενέσθαι.
他感到惊讶,再次摸索指轮,将印台转回外侧,转过之后,他就重新显现了。
καὶ τοῦτο ἐννοήσαντα ἀποπειρᾶσθαι τοῦ δακτυλίου εἰ ταύτην ἔχοι τὴν δύναμιν, καὶ αὐτῷ οὕτω συμβαίνειν, στρέφοντι μὲν εἴσω τὴν σφενδόνην ἀδήλῳ γίγνεσθαι, ἔξω δὲ δήλῳ·
注意到这一点后,他便试验这只指轮是否具有这种力量,结果确实如此:当他把印台转到内侧时,他就变得隐形;转到外侧时,就变得可见。
αἰσθόμενον δὲ εὐθὺς διαπράξασθαι τῶν ἀγγέλων γενέσθαι τῶν παρὰ τὸν βασιλέα, ἐλθόντα δὲ καὶ τὴν γυναῖκα αὐτοῦ μοιχεύσαντα, μετʼ ἐκείνης ἐπιθέμενον τῷ βασιλεῖ ἀποκτεῖναι καὶ τὴν ἀρχὴν οὕτω κατασχεῖν.
察觉到这一点后,他立即设法使自己成为去见国王的使者之一。 他来到王宫后,勾引了王后,并与她合谋袭击并杀害了国王,从而夺取了王位。
εἰ οὖν δύο τοιούτω δακτυλίω γενοίσθην, καὶ τὸν μὲν ὁ δίκαιος περιθεῖτο, τὸν δὲ ὁ ἄδικος, οὐδεὶς ἂν γένοιτο, ὡς δόξειεν, οὕτως ἀδαμάντινος, ὃς ἂν μείνειεν ἐν τῇ δικαιοσύνῃ καὶ τολμήσειεν ἀπέχεσθαι τῶν ἀλλοτρίων καὶ μὴ ἅπτεσθαι, ἐξὸν αὐτῷ καὶ ἐκ τῆς ἀγορᾶς ἀδεῶς ὅτι βούλοιτο λαμβάνειν, καὶ εἰσιόντι εἰς τὰς οἰκίας συγγίγνεσθαι ὅτῳ βούλοιτο, καὶ ἀποκτεινύναι καὶ ἐκ δεσμῶν λύειν οὕστινας βούλοιτο, καὶ τἆλλα πράττειν ἐν τοῖς ἀνθρώποις ἰσόθεον ὄντα.
因此,如果有两只这样的指轮,正义者戴上一只,不正义者戴上另一只,正如人们所认为的,恐怕没有任何人会如此坚贞如钢,以至于能坚守正义,并敢于拒绝触碰他人的财物,尤其是当他可以毫无畏惧地从市场上拿走任何他想要的物品,随意进入住宅与他想要的任何人同床,随意杀人或释放囚犯,并且在人世间行事如同神明一般。
οὕτω δὲ δρῶν οὐδὲν ἂν διάφορον τοῦ ἑτέρου ποιοῖ, ἀλλʼ ἐπὶ ταὔτʼ ἂν ἴοιεν ἀμφότεροι.
如果这样做了,正义者的行为将与另一人毫无区别,两人都会走上同一条道路。
καίτοι μέγα τοῦτο τεκμήριον ἂν φαίη τις ὅτι οὐδεὶς ἑκὼν δίκαιος ἀλλʼ ἀναγκαζόμενος, ὡς οὐκ ἀγαθοῦ ἰδίᾳ ὄντος, ἐπεὶ ὅπου γʼ ἂν οἴηται ἕκαστος οἷός τε ἔσεσθαι ἀδικεῖν, ἀδικεῖν.
然而,有人会说,这正是任何人不是自愿而是被迫成为正义者的有力证据,因为正义在个人看来并不是什么好东西。 因为无论每个人认为自己在哪里能够行不正义,他就会去行不正义。
λυσιτελεῖν γὰρ δὴ οἴεται πᾶς ἀνὴρ πολὺ μᾶλλον ἰδίᾳ τὴν ἀδικίαν τῆς δικαιοσύνης, ἀληθῆ οἰόμενος, ὡς φήσει ὁ περὶ τοῦ τοιούτου λόγου λέγων·
因为每个人都认为,不正义比正义对个人来说要有利得多。 而根据讲述这种观点的人的说法,这个想法是正确的。
ἐπεὶ εἴ τις τοιαύτης ἐξουσίας ἐπιλαβόμενος μηδέν ποτε ἐθέλοι ἀδικῆσαι μηδὲ ἅψαιτο τῶν ἀλλοτρίων, ἀθλιώτατος μὲν ἂν δόξειεν εἶναι τοῖς αἰσθανομένοις καὶ ἀνοητότατος, ἐπαινοῖεν δʼ ἂν αὐτὸν ἀλλήλων ἐναντίον ἐξαπατῶντες ἀλλήλους διὰ τὸν τοῦ ἀδικεῖσθαι φόβον.
因为如果有谁获得了这种权力,却从不愿行任何不正义,也不触碰他人的财产,在知情者看来,他将显得极其悲惨和愚蠢,尽管他们会在彼此面前虚伪地赞美他,这是因为他们害怕自己遭受不正义。
ταῦτα μὲν οὖν δὴ οὕτω.
这些情况就是这样。
τὴν δὲ κρίσιν αὐτὴν τοῦ βίου πέρι ὧν λέγομεν, ἐὰν διαστησώμεθα τόν τε δικαιότατον καὶ τὸν ἀδικώτατον, οἷοί τʼ ἐσόμεθα κρῖναι ὀρθῶς· εἰ δὲ μή, οὔ.
至于对我们所说的这两种生活的评判本身,如果我们把最公正的人和最不公正的人分别推向极端,我们就能做出正确的评判;否则就不能。
τίς οὖν δὴ ἡ διάστασις;
那么,这种极端的对比是什么呢?
ἥδε· μηδὲν ἀφαιρῶμεν μήτε τοῦ ἀδίκου ἀπὸ τῆς ἀδικίας, μήτε τοῦ δικαίου ἀπὸ τῆς δικαιοσύνης, ἀλλὰ τέλεον ἑκάτερον εἰς τὸ ἑαυτοῦ ἐπιτήδευμα τιθῶμεν.
那就是:我们不要从不正义者的不正义中削减任何东西,也不要从正义者的正义中削减任何东西,而是把他们各自在自己的行为方式上置于完美境地。