Humanitext Reader

プラトン · 国家 §10.609-10.610

固有の悪と魂の不死性の証明

147 / 153 箇所 · ギリシア語

要旨

ソクラテスは、すべてのものに固有の「悪(害)」のみがそのものを滅ぼしうると論じた上で、魂固有の悪である「不正」等の悪徳は魂を滅ぼすことができないため、魂は不死であると主張する。

§10.609τί δέ;
「どうだね。
κακὸν ἑκάστῳ τι καὶ ἀγαθὸν λέγεις;
それぞれのものに何か悪と善があると君は言うかね。
οἷον ὀφθαλμοῖς ὀφθαλμίαν καὶ σύμπαντι τῷ σώματι νόσον, σίτῳ τε ἐρυσίβην, σηπεδόνα τε ξύλοις, χαλκῷ δὲ καὶ σιδήρῳ ἰόν, καί, ὅπερ λέγω, σχεδὸν πᾶσι σύμφυτον ἑκάστῳ κακόν τε καὶ νόσημα; ἔγωγʼ, ἔφη.
たとえば、両の目には眼炎、身体全体には病気、穀物には麦角、木材には腐朽、銅や鉄には錆。 そして今私が言うように、ほぼすべてのものに、それぞれ固有の悪と病気がある、と」「そのように言います」と彼は言った。
οὐκοῦν ὅταν τῴ τι τούτων προσγένηται, πονηρόν τε ποιεῖ ᾧ προσεγένετο, καὶ τελευτῶν ὅλον διέλυσεν καὶ ἀπώλεσεν; πῶς γὰρ οὔ; τὸ σύμφυτον ἄρα κακὸν ἑκάστου καὶ ἡ πονηρία ἕκαστον ἀπόλλυσιν, ἢ εἰ μὴ τοῦτο ἀπολεῖ, οὐκ ἂν ἄλλο γε αὐτὸ ἔτι διαφθείρειεν.
「それなら、これらのいずれかが何かに生じたとき、それはそれが生じたものを損ない、最後には全体を分解して滅ぼしてしまうのではないかね」「どうしてそうでなくてありましょう」「したがって、それぞれのものに固有の悪、すなわち害悪こそがそれぞれのものを滅ぼすのであって、もしこれが滅ぼさないのだとしたら、他のものがそれを破壊することなど決してないだろう。
οὐ γὰρ τό γε ἀγαθὸν μή ποτέ τι ἀπολέσῃ, οὐδὲ αὖ τὸ μήτε κακὸν μήτε ἀγαθόν. πῶς γὰρ ἄν; ἔφη.
というのも、善いものが何かを滅ぼすことなど決してないし、また善でも悪でもないものが滅ぼすこともないからだ」「どうしてありえましょう」と彼は言った。
ἐὰν ἄρα τι εὑρίσκωμεν τῶν ὄντων, ᾧ ἔστι μὲν κακὸν ὃ ποιεῖ αὐτὸ μοχθηρόν, τοῦτο μέντοι οὐχ οἷόν τε αὐτὸ λύειν ἀπολλύον, οὐκ ἤδη εἰσόμεθα ὅτι τοῦ πεφυκότος οὕτως ὄλεθρος οὐκ ἦν; οὕτως, ἔφη, εἰκός.
「それでは、もし私たちが、存在するもののうちに、それを悪くする悪を持っているにもかかわらず、その悪がそれを分解して滅ぼすことができないようなものを見出すとしたら、そのような性質を持つものには滅亡が存在しないということが、直ちにわかるのではないかね」「そのように思われます」と彼は言った。
τί οὖν; ἦν δʼ ἐγώ·
「それならどうだね」と私は言った。
ψυχῇ ἆρʼ οὐκ ἔστιν ὃ ποιεῖ αὐτὴν αὐτὴν κακήν; καὶ μάλα, ἔφη·
「魂には、それを悪くするものが存在しないかね」「大いにあります」と彼は言った。
ἃ νυνδὴ διῇμεν πάντα, ἀδικία τε καὶ ἀκολασία καὶ δειλία καὶ ἀμαθία. ἦ οὖν τι τούτων αὐτὴν διαλύει τε καὶ ἀπόλλυσι;
「私たちが先ほど一通り挙げたすべてのもの、すなわち、不正、放縦、臆病、無知です」「では、これらの何かが魂を分解し、滅ぼすだろうか。
καὶ ἐννόει μὴ ἐξαπατηθῶμεν οἰηθέντες τὸν ἄδικον ἄνθρωπον καὶ ἀνόητον, ὅταν ληφθῇ ἀδικῶν, τότε ἀπολωλέναι ὑπὸ τῆς ἀδικίας, πονηρίας οὔσης ψυχῆς.
ここで、不正で愚かな人間が、悪事を働いて捕らえられたとき、魂の害悪である不正によってその時に滅ぼされたのだ、などと考えて騙されないようにしよう。
ἀλλʼ ὧδε ποίει·
むしろ、このように考えたまえ。
ὥσπερ σῶμα ἡ σώματος πονηρία νόσος οὖσα τήκει καὶ διόλλυσι καὶ ἄγει εἰς τὸ μηδὲ σῶμα εἶναι, καὶ ἃ νυνδὴ ἐλέγομεν ἅπαντα ὑπὸ τῆς οἰκείας κακίας, τῷ προσκαθῆσθαι καὶ ἐνεῖναι διαφθειρούσης, εἰς τὸ μὴ εἶναι ἀφικνεῖται—οὐχ οὕτω;
身体においては、身体の害悪である病気が身体を消耗させ、破壊し、もはや身体でさえない状態へと導く。 また、私たちが先ほど挙げたすべてのものは、それらに固有の悪が取り憑き、内在することによって破壊され、非存在へと至る。
ναί. ἴθι δή, καὶ ψυχὴν κατὰ τὸν αὐτὸν τρόπον σκόπει.
そうではないかね」「そうです」「さあ、魂についても同じように考えてみたまえ。
ἆρα ἐνοῦσα ἐν αὐτῇ ἀδικία καὶ ἡ ἄλλη κακία τῷ ἐνεῖναι καὶ προσκαθῆσθαι φθείρει αὐτὴν καὶ μαραίνει, ἕως ἂν εἰς θάνατον ἀγαγοῦσα τοῦ σώματος χωρίσῃ; οὐδαμῶς, ἔφη, τοῦτό γε.
はたして、その内にある不正やその他の悪が、内在し取り憑くことによって魂を破壊し衰弱させ、ついに死へと導いて、身体から分離させるだろうか」「決してそんなことはありません」と彼は言った。
ἀλλὰ μέντοι ἐκεῖνό γε ἄλογον, ἦν δʼ ἐγώ, τὴν μὲν ἄλλου πονηρίαν ἀπολλύναι τι, τὴν δὲ αὑτοῦ μή. ἄλογον.
「だがしかし、他者の悪が何かを滅ぼすのに、自分自身の悪が滅ぼさないというのは、不合理なことだ」と私は言った。
ἐννόει γάρ, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, ὅτι οὐδʼ ὑπὸ τῆς τῶν σιτίων πονηρίας, ἣ ἂν ᾖ αὐτῶν ἐκείνων, εἴτε παλαιότης εἴτε σαπρότης εἴτε ἡτισοῦν οὖσα, οὐκ οἰόμεθα δεῖν σῶμα ἀπόλλυσθαι·
「不合理です」「なぜなら、グラウコンよ、考えてもみたまえ」と私は言った。 「食べ物の悪、すなわち古さであれ腐敗であれ、その食べ物自体のいかなる悪であっても、それによって身体が滅ぼされるべきだとは私たちは思わない。
§10.610ἀλλʼ ἐὰν μὲν ἐμποιῇ ἡ αὐτῶν πονηρία τῶν σιτίων τῷ σώματι σώματος μοχθηρίαν, φήσομεν αὐτὸ διʼ ἐκεῖνα ὑπὸ τῆς αὑτοῦ κακίας νόσου οὔσης ἀπολωλέναι·
しかし、食べ物自体のその悪が、身体に身体の悪、すなわち病気をもたらすならば、私たちは身体がそれらのせいで、自身の悪である病気によって滅びたと言うだろう。
ὑπὸ δὲ σιτίων πονηρίας ἄλλων ὄντων ἄλλο ὂν τὸ σῶμα, ὑπʼ ἀλλοτρίου κακοῦ μὴ ἐμποιήσαντος τὸ ἔμφυτον κακόν, οὐδέποτε ἀξιώσομεν διαφθείρεσθαι. ὀρθότατʼ αὖ, ἔφη, λέγεις.
だが、食べ物の悪は他者の悪であり、身体はそれとは別のものであるから、この他者の悪が身体に固有の悪を生じさせない限り、身体がそれによって破壊されるとは決して考えないだろう」「全くその通りです」と彼は言った。
κατὰ τὸν αὐτὸν τοίνυν λόγον, ἦν δʼ ἐγώ, ἐὰν μὴ σώματος πονηρία ψυχῇ ψυχῆς πονηρίαν ἐμποιῇ, μή ποτε ἀξιῶμεν ὑπὸ ἀλλοτρίου κακοῦ ἄνευ τῆς ἰδίας πονηρίας ψυχὴν ἀπόλλυσθαι, τῷ ἑτέρου κακῷ ἕτερον. ἔχει γάρ, ἔφη, λόγον.
「それなら、同じ理路に従って」と私は言った。 「身体の悪が魂に魂の悪を生じさせない限り、他者の悪によって、固有の悪なしに魂が滅びること、すなわち、他方の悪によって一方が滅びるということは、決して認めてはならない」「筋が通っています」と彼は言った。
ἢ τοίνυν ταῦτα ἐξελέγξωμεν ὅτι οὐ καλῶς λέγομεν, ἢ ἕως ἂν ᾖ ἀνέλεγκτα, μή ποτε φῶμεν ὑπὸ πυρετοῦ μηδʼ αὖ ὑπʼ ἄλλης νόσου μηδʼ αὖ ὑπὸ σφαγῆς, μηδʼ εἴ τις ὅτι σμικρότατα ὅλον τὸ σῶμα κατατέμοι, ἕνεκα τούτων μηδὲν μᾶλλόν ποτε ψυχὴν ἀπόλλυσθαι, πρὶν ἄν τις ἀποδείξῃ ὡς διὰ ταῦτα τὰ παθήματα τοῦ σώματος αὐτὴ ἐκείνη ἀδικωτέρα καὶ ἀνοσιωτέρα γίγνεται·
「それなら、私たちのこの主張が正しくないということを論破するか、あるいは、これが論破されない限りは、熱病や他の病気、あるいは斬殺によっても、たとえ身体全体をどれほど細切れに切り刻んだとしても、それらのために魂が少しでも余計に滅びるなどとは決して言ってはならない。 誰かが、これらの身体の受苦のゆえに、魂それ自体がより不正になり、より不虔になると証明するまではね。
ἀλλοτρίου δὲ κακοῦ ἐν ἄλλῳ γιγνομένου, τοῦ δὲ ἰδίου ἑκάστῳ μὴ ἐγγιγνομένου, μήτε ψυχὴν μήτε ἄλλο μηδὲν ἐῶμεν φάναι τινὰ ἀπόλλυσθαι. ἀλλὰ μέντοι, ἔφη, τοῦτό γε οὐδείς ποτε δείξει, ὡς τῶν ἀποθνῃσκόντων ἀδικώτεραι αἱ ψυχαὶ διὰ τὸν θάνατον γίγνονται.
他者の悪が他方のもののうちに生じるだけで、それぞれのものに固有の悪がそこに生じない限りは、魂であれ、他の何であれ、滅びるなどとは誰にも言わせてはならない」「しかしながら」と彼は言った。
ἐὰν δέ γέ τις, ἔφην ἐγώ, ὁμόσε τῷ λόγῳ τολμᾷ ἰέναι καὶ λέγειν ὡς πονηρότερος καὶ ἀδικώτερος γίγνεται ὁ ἀποθνῄσκων, ἵνα δὴ μὴ ἀναγκάζηται ἀθανάτους τὰς ψυχὰς ὁμολογεῖν, ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα λέγων, τὴν ἀδικίαν εἶναι θανάσιμον τῷ ἔχοντι ὥσπερ νόσον, καὶ ὑπʼ αὐτοῦ, τοῦ ἀποκτεινύντος τῇ ἑαυτοῦ φύσει, ἀποθνῄσκειν τοὺς λαμβάνοντας αὐτό, τοὺς μὲν μάλιστα θᾶττον, τοὺς δʼ ἧττον σχολαίτερον, ἀλλὰ μὴ ὥσπερ νῦν διὰ τοῦτο ὑπʼ ἄλλων δίκην ἐπιτιθέντων ἀποθνῄσκουσιν οἱ ἄδικοι. μὰ Δίʼ, ἦ δʼ ὅς, οὐκ ἄρα πάνδεινον φανεῖται ἡ ἀδικία, εἰ θανάσιμον ἔσται τῷ λαμβάνοντι—ἀπαλλαγὴ γὰρ ἂν εἴη κακῶν—ἀλλὰ μᾶλλον οἶμαι αὐτὴν φανήσεσθαι πᾶν τοὐναντίον τοὺς ἄλλους ἀποκτεινῦσαν, εἴπερ οἷόν τε, τὸν δʼ ἔχοντα καὶ μάλα ζωτικὸν παρέχουσαν, καὶ πρός γʼ ἔτι τῷ ζωτικῷ ἄγρυπνον·
「死んでいく人々の魂が、死のせいでより不正になるなどということは、誰も決して証明できないでしょう」「だがもし」と私は言った。 「この議論に立ち向かい、死にゆく者がより邪悪でより不正になるとあえて主張する者がいるなら――それは、魂が不死であることを認めざるをえなくなるのを避けるためだろうが――その主張をする者の言うことが真実であるなら、私たちは次のように考えるべきだろう。 すなわち、不正とはそれを持つ者にとって、いわば病気のように致命的なものであり、その自らの性質によって死をもたらすこの不正によって、それに罹った人々は死んでいくのだと。 ある者は極めて速く、またある者はそれより緩やかに。 しかし、現在の不正な者たちが、彼らに刑罰を科す他者の手によって死んでいるようには、死ぬのではないのだと」「ゼウスにかけて」と彼は言った。 「それなら、不正というものは、それに罹った者にとって致命的であるなら、恐るべきものとは見えないでしょう。 なぜなら、それは悪からの解放となるでしょうから。 むしろ反対に、不正は他の人々を殺す一方で、それを持つ者には極めて強靭な生命力を与え、その生命力に加えてさらに、不眠不休さえも与えるものとして見えるでしょう。
οὕτω πόρρω που, ὡς ἔοικεν, ἐσκήνηται τοῦ θανάσιμος εἶναι. καλῶς, ἦν δʼ ἐγώ, λέγεις.
このように、不正が致命的なものであることからは、どうやら極めて遠いところに位置しているようです」「その通りだ」と私は言った。
ὁπότε γὰρ δὴ μὴ ἱκανὴ ἥ γε οἰκεία πονηρία καὶ τὸ οἰκεῖον κακὸν ἀποκτεῖναι καὶ ἀπολέσαι ψυχήν, σχολῇ τό γε ἐπʼ ἄλλου ὀλέθρῳ τεταγμένον κακὸν ψυχὴν ἤ τι ἄλλο ἀπολεῖ, πλὴν ἐφʼ ᾧ τέτακται. σχολῇ γʼ, ἔφη, ὥς γε τὸ εἰκός.
「なぜなら、自らに固有の害悪や固有の悪が、魂を殺し滅ぼすのに十分でないとすれば、他者の滅亡のために定められた悪が、魂であれ他の何であれ、それが定められた対象以外のものである魂を滅ぼすことなど、到底ありえないからだ」「到底ありえませんね、蓋然性からしても」と彼は言った。

語釈・文法注

  1. 609aσχεδὸν πᾶσι σύμφυτον ἑκάστῳ κακόν τε καὶ νόσημα — 与格の `πᾶσι`(すべてのもの)と `ἑκάστῳ`(それぞれのもの)が同格的に、あるいは個別化のニュアンスを強めて並置されている。ほぼすべての対象に、それに固有・生得的な(`σύμφυτον`)悪と病気が存在するという論理を示す。
  2. 609bᾧ ἔστι μὲν κακὸν ὃ ποιεῖ αὐτὸ μοχθηρόν — 関係代名詞 `ᾧ`(与格)は先行詞 `τῶν ὄντων` を指し、「それに対して悪が存在するようなもの」を示す。さらにその `κακὸν` が関係節 `ὃ ποιεῖ αὐτὸ μοχθηρόν`(それを劣悪にするもの)によって説明されている。`αὐτὸ` は先行詞を指す対格で `ποιεῖ` の目的語、`μοχθηρόν` は目的格補語。
  3. 610aτῷ ἑτέρου κακῷ ἕτερον — 非常に簡潔な対比表現であり、文末に直前の動詞・不定詞 `ἀπόλλυσθαι`(滅びること、破壊されること)が省略されている。「他者の悪によって他方のものが(滅びること)」と補って解釈する。
  4. 610bπρὶν ἄν τις ἀποδείξῃ ὡς διὰ ταῦτα τὰ παθήματα τοῦ σώματος αὐτὴ ἐκείνη ἀδικωτέρα καὶ ἀνοσιωτέρα γίγνεται — 否定の主節(`μή ποτε φῶμεν... μηδὲν μᾶλλόν ποτε ψυχὴν ἀπόλλυσθαι`)を受けた `πρὶν ἄν` +接続法(`ἀποδείξῃ`)の構文で、「…するまでは(決して…と言ってはならない)」という限界条件を表す。`ὡς` 節は `ἀποδείξῃ` の内容(目的語)を表す名詞節。
  5. 610eσχολῇ τό γε ἐπʼ ἄλλου ὀλέθρῳ τεταγμένον κακὸν ψυχὴν ἤ τι ἄλλο ἀπολεῖ — 疑問文ではなく断定として読まれる。副詞 `σχολῇ`(「ゆっくりと」から転じて「到底…ない」「…するはずがない」)が否定のニュアンスを強く打ち出し、「他者の滅亡のために定められた悪が、魂を滅ぼすことなど到底あり得ない」という反語的・否定的な帰結を導く。

この箇所を引用する

プラトン, 国家 §10.609-10.610. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:10.609-10.610

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。