Humanitext Reader

柏拉图 · 理想国 §10.609-10.610

固有的恶与灵魂不朽的证明

第 147 段,共 153 段 · 希腊语

内容简介

苏格拉底论证万物仅能被其固有的“恶(害)”所毁灭,进而指出,由于不正义等灵魂固有的恶并不能毁灭灵魂,因此灵魂是不朽的。

§10.609τί δέ;
“那么怎样呢?
κακὸν ἑκάστῳ τι καὶ ἀγαθὸν λέγεις;
”我说,“你是否认为每种事物都有其特定的恶与善?
οἷον ὀφθαλμοῖς ὀφθαλμίαν καὶ σύμπαντι τῷ σώματι νόσον, σίτῳ τε ἐρυσίβην, σηπεδόνα τε ξύλοις, χαλκῷ δὲ καὶ σιδήρῳ ἰόν, καί, ὅπερ λέγω, σχεδὸν πᾶσι σύμφυτον ἑκάστῳ κακόν τε καὶ νόσημα;
例如,眼睛有眼炎,整个身体有疾病,谷物有麦角,木材有腐烂,铜和铁有锈,并且正如我所说,几乎每一件单一体都有其固有的恶和病痛?
ἔγωγʼ, ἔφη.
” “是的,”他说。
οὐκοῦν ὅταν τῴ τι τούτων προσγένηται, πονηρόν τε ποιεῖ ᾧ προσεγένετο, καὶ τελευτῶν ὅλον διέλυσεν καὶ ἀπώλεσεν;
“那么,当这些恶中的某一种产生于某物时,它是否会使它所产生于的那个事物变得恶劣,并最终将其完全分解和毁灭?
πῶς γὰρ οὔ;
” “怎么会不呢?
τὸ σύμφυτον ἄρα κακὸν ἑκάστου καὶ ἡ πονηρία ἕκαστον ἀπόλλυσιν, ἢ εἰ μὴ τοῦτο ἀπολεῖ, οὐκ ἂν ἄλλο γε αὐτὸ ἔτι διαφθείρειεν.
” “因此,每种事物固有的恶和恶劣毁灭了每种事物,或者说,如果这不能毁灭它,那么别的任何东西也就绝不会破坏它。
οὐ γὰρ τό γε ἀγαθὸν μή ποτέ τι ἀπολέσῃ, οὐδὲ αὖ τὸ μήτε κακὸν μήτε ἀγαθόν.
因为善绝不会毁灭任何东西,同样,既非恶也非善的东西也不会。
πῶς γὰρ ἄν;
” “确实怎么会呢?
ἔφη.
”他说。
ἐὰν ἄρα τι εὑρίσκωμεν τῶν ὄντων, ᾧ ἔστι μὲν κακὸν ὃ ποιεῖ αὐτὸ μοχθηρόν, τοῦτο μέντοι οὐχ οἷόν τε αὐτὸ λύειν ἀπολλύον, οὐκ ἤδη εἰσόμεθα ὅτι τοῦ πεφυκότος οὕτως ὄλεθρος οὐκ ἦν;
“那么,如果我们发现在存在的事物中,有什么东西确实具有使其恶劣的恶,然而这种恶却无法将其分解并毁灭,我们不就会立刻知道,对于这样构造的事物来说,是不存在毁灭的吗?
οὕτως, ἔφη, εἰκός.
” “这看起来是可能的,”他说。
τί οὖν; ἦν δʼ ἐγώ·
“那又怎样呢?
ψυχῇ ἆρʼ οὐκ ἔστιν ὃ ποιεῖ αὐτὴν αὐτὴν κακήν;
”我说,“难道没有使灵魂变恶的东西吗?
καὶ μάλα, ἔφη· ἃ νυνδὴ διῇμεν πάντα, ἀδικία τε καὶ ἀκολασία καὶ δειλία καὶ ἀμαθία.
” “非常如此,”他说,“就是我们刚才列举的所有那些东西:不正义、放纵、懦弱和无知。
ἦ οὖν τι τούτων αὐτὴν διαλύει τε καὶ ἀπόλλυσι;
” “那么,这些东西中的任何一种会分解并毁灭灵魂吗?
καὶ ἐννόει μὴ ἐξαπατηθῶμεν οἰηθέντες τὸν ἄδικον ἄνθρωπον καὶ ἀνόητον, ὅταν ληφθῇ ἀδικῶν, τότε ἀπολωλέναι ὑπὸ τῆς ἀδικίας, πονηρίας οὔσης ψυχῆς.
让我们思考一下,唯恐我们被欺骗,以为不正义且愚蠢的人在作恶被捕时,是被不正义——即灵魂的恶劣——在那个时候毁灭的。
ἀλλʼ ὧδε ποίει· ὥσπερ σῶμα ἡ σώματος πονηρία νόσος οὖσα τήκει καὶ διόλλυσι καὶ ἄγει εἰς τὸ μηδὲ σῶμα εἶναι, καὶ ἃ νυνδὴ ἐλέγομεν ἅπαντα ὑπὸ τῆς οἰκείας κακίας, τῷ προσκαθῆσθαι καὶ ἐνεῖναι διαφθειρούσης, εἰς τὸ μὴ εἶναι ἀφικνεῖται—οὐχ οὕτω;
相反,要这样想:正如身体的恶劣(即疾病)使身体消耗、毁灭,并导致它不再是身体,而且我们刚才所说的所有东西都由于它们自身的恶——这种恶通过依附并存在于它们之中而破坏它们——从而走向非存在。
ναί.
不也是这样吗?
ἴθι δή, καὶ ψυχὴν κατὰ τὸν αὐτὸν τρόπον σκόπει.
” “是的。
ἆρα ἐνοῦσα ἐν αὐτῇ ἀδικία καὶ ἡ ἄλλη κακία τῷ ἐνεῖναι καὶ προσκαθῆσθαι φθείρει αὐτὴν καὶ μαραίνει, ἕως ἂν εἰς θάνατον ἀγαγοῦσα τοῦ σώματος χωρίσῃ;
” “来吧,也以同样的方式观察灵魂。
οὐδαμῶς, ἔφη, τοῦτό γε.
那存在于灵魂之中的不正义和其他恶,是否通过存在并依附于其中而破坏它、使它枯萎,直到将它导向死亡并使它与身体分离?
ἀλλὰ μέντοι ἐκεῖνό γε ἄλογον, ἦν δʼ ἐγώ, τὴν μὲν ἄλλου πονηρίαν ἀπολλύναι τι, τὴν δὲ αὑτοῦ μή.
” “绝非如此,”他说,“绝不是那样。
ἄλογον.
” “但确实,这是不合理的,”我说,“别的事物的恶会毁灭某物,而它自己的恶却不会。
ἐννόει γάρ, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, ὅτι οὐδʼ ὑπὸ τῆς τῶν σιτίων πονηρίας, ἣ ἂν ᾖ αὐτῶν ἐκείνων, εἴτε παλαιότης εἴτε σαπρότης εἴτε ἡτισοῦν οὖσα, οὐκ οἰόμεθα δεῖν σῶμα ἀπόλλυσθαι·
” “不合理。
§10.610ἀλλʼ ἐὰν μὲν ἐμποιῇ ἡ αὐτῶν πονηρία τῶν σιτίων τῷ σώματι σώματος μοχθηρίαν, φήσομεν αὐτὸ διʼ ἐκεῖνα ὑπὸ τῆς αὑτοῦ κακίας νόσου οὔσης ἀπολωλέναι·
” “因为,葛劳康,你想想,”我说,“我们并不认为身体会由于食物的恶而被毁灭,无论那是那些食物自身的什么恶,是陈旧还是腐烂,还是其他任何东西;但是,如果食物自身的恶在身体中产生了身体的恶劣(即疾病),我们会说身体是因为那些食物,由于其自身的恶(即疾病)而走向毁灭。
ὑπὸ δὲ σιτίων πονηρίας ἄλλων ὄντων ἄλλο ὂν τὸ σῶμα, ὑπʼ ἀλλοτρίου κακοῦ μὴ ἐμποιήσαντος τὸ ἔμφυτον κακόν, οὐδέποτε ἀξιώσομεν διαφθείρεσθαι.
但是,我们绝不认为,由于作为别的事物的食物的恶,身体这个与食物不同的事物,会因为一种未能产生其固有恶的外在恶而被破坏。
ὀρθότατʼ αὖ, ἔφη, λέγεις.
” “你说的又非常正确,”他说。
κατὰ τὸν αὐτὸν τοίνυν λόγον, ἦν δʼ ἐγώ, ἐὰν μὴ σώματος πονηρία ψυχῇ ψυχῆς πονηρίαν ἐμποιῇ, μή ποτε ἀξιῶμεν ὑπὸ ἀλλοτρίου κακοῦ ἄνευ τῆς ἰδίας πονηρίας ψυχὴν ἀπόλλυσθαι, τῷ ἑτέρου κακῷ ἕτερον.
“那么,根据同样的道理,”我说,“除非身体的恶在灵魂中产生灵魂的恶劣,否则我们绝不认为灵魂会在没有其自身恶劣的情况下,被一种外在的恶所毁灭,即一个事物被另一个事物的恶所毁灭。
ἔχει γάρ, ἔφη, λόγον.
” “这很有道理,”他说。
ἢ τοίνυν ταῦτα ἐξελέγξωμεν ὅτι οὐ καλῶς λέγομεν, ἢ ἕως ἂν ᾖ ἀνέλεγκτα, μή ποτε φῶμεν ὑπὸ πυρετοῦ μηδʼ αὖ ὑπʼ ἄλλης νόσου μηδʼ αὖ ὑπὸ σφαγῆς, μηδʼ εἴ τις ὅτι σμικρότατα ὅλον τὸ σῶμα κατατέμοι, ἕνεκα τούτων μηδὲν μᾶλλόν ποτε ψυχὴν ἀπόλλυσθαι, πρὶν ἄν τις ἀποδείξῃ ὡς διὰ ταῦτα τὰ παθήματα τοῦ σώματος αὐτὴ ἐκείνη ἀδικωτέρα καὶ ἀνοσιωτέρα γίγνεται·
“那么,要么我们证明这些说法是不对的,要么在它们未被驳倒之前,我们绝不要说,灵魂会因为发热、或任何其他疾病、或被杀戮而有丝毫更多的毁灭,哪怕有人把整个身体切成最小的碎片,直到有人证明,由于身体的这些受苦,灵魂自身变得更加不正义和更加不虔敬。
ἀλλοτρίου δὲ κακοῦ ἐν ἄλλῳ γιγνομένου, τοῦ δὲ ἰδίου ἑκάστῳ μὴ ἐγγιγνομένου, μήτε ψυχὴν μήτε ἄλλο μηδὲν ἐῶμεν φάναι τινὰ ἀπόλλυσθαι.
但是,当外在的恶发生在别的事物中,而每种事物固有的恶并不在其中产生时,我们绝不允许任何人说,灵魂或任何其他东西会被毁灭。
ἀλλὰ μέντοι, ἔφη, τοῦτό γε οὐδείς ποτε δείξει, ὡς τῶν ἀποθνῃσκόντων ἀδικώτεραι αἱ ψυχαὶ διὰ τὸν θάνατον γίγνονται.
” “但确实,”他说,“绝不会有人证明这一点,即死去的人的灵魂会因为死亡而变得更加不正义。
ἐὰν δέ γέ τις, ἔφην ἐγώ, ὁμόσε τῷ λόγῳ τολμᾷ ἰέναι καὶ λέγειν ὡς πονηρότερος καὶ ἀδικώτερος γίγνεται ὁ ἀποθνῄσκων, ἵνα δὴ μὴ ἀναγκάζηται ἀθανάτους τὰς ψυχὰς ὁμολογεῖν, ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα λέγων, τὴν ἀδικίαν εἶναι θανάσιμον τῷ ἔχοντι ὥσπερ νόσον, καὶ ὑπʼ αὐτοῦ, τοῦ ἀποκτεινύντος τῇ ἑαυτοῦ φύσει, ἀποθνῄσκειν τοὺς λαμβάνοντας αὐτό, τοὺς μὲν μάλιστα θᾶττον, τοὺς δʼ ἧττον σχολαίτερον, ἀλλὰ μὴ ὥσπερ νῦν διὰ τοῦτο ὑπʼ ἄλλων δίκην ἐπιτιθέντων ἀποθνῄσκουσιν οἱ ἄδικοι.
” “但是,如果有人,”我说,“敢于迎合这种论点,并宣称死去的人变得更加恶劣、更加不正义——这大概是为了避免被迫承认灵魂是不朽的——那么,如果说这话的人说的是真话,我们大概就会认为,不正义对于拥有它的人来说是致命的,就像疾病一样,并且那些染上不正义的人是因为这件因其自身性质而杀人的事物本身而死去的,有的死得极快,有的则较慢,而不是像现在这样,不正义的人是因为这个原因,由于他人施加惩罚而死去的。
μὰ Δίʼ, ἦ δʼ ὅς, οὐκ ἄρα πάνδεινον φανεῖται ἡ ἀδικία, εἰ θανάσιμον ἔσται τῷ λαμβάνοντι—ἀπαλλαγὴ γὰρ ἂν εἴη κακῶν—ἀλλὰ μᾶλλον οἶμαι αὐτὴν φανήσεσθαι πᾶν τοὐναντίον τοὺς ἄλλους ἀποκτεινῦσαν, εἴπερ οἷόν τε, τὸν δʼ ἔχοντα καὶ μάλα ζωτικὸν παρέχουσαν, καὶ πρός γʼ ἔτι τῷ ζωτικῷ ἄγρυπνον· οὕτω πόρρω που, ὡς ἔοικεν, ἐσκήνηται τοῦ θανάσιμος εἶναι.
” “凭宙斯起誓,”他说,“那么不正义如果对染上它的人是致命的,它就不会显得那么可怕了——因为那将是脱离痛苦的解脱——相反,我认为,它会显得完全相反,并尽可能地杀死其他人,却使拥有它的人非常有生命力,而且除了有生命力之外还保持警觉;看来,不正义距离成为致命之物是如此之远。
καλῶς, ἦν δʼ ἐγώ, λέγεις.
” “你说的对,”我说,“因为,当灵魂自身固有的恶劣和固有的恶都不足以杀死和毁灭它时,那被指定用来毁灭别的事物的恶,就更难毁灭灵魂或任何其他东西了,除非是它被指定要毁灭的对象。
ὁπότε γὰρ δὴ μὴ ἱκανὴ ἥ γε οἰκεία πονηρία καὶ τὸ οἰκεῖον κακὸν ἀποκτεῖναι καὶ ἀπολέσαι ψυχήν, σχολῇ τό γε ἐπʼ ἄλλου ὀλέθρῳ τεταγμένον κακὸν ψυχὴν ἤ τι ἄλλο ἀπολεῖ, πλὴν ἐφʼ ᾧ τέτακται.
” “确实极难,”他说,“这很符合常理。
σχολῇ γʼ, ἔφη, ὥς γε τὸ εἰκός.

词汇与语法注释

  1. 609aσχεδὸν πᾶσι σύμφυτον ἑκάστῳ κακόν τε καὶ νόσημα — 与格的 `πᾶσι`(所有事物)与 `ἑκάστῳ`(每个事物)以同格形式并列,用于强调个体化的语气。这一结构表明几乎所有事物都有其固有且生来(`σύμφυτον`)的特定恶与病痛。
  2. 609bᾧ ἔστι μὲν κακὸν ὃ ποιεῖ αὐτὸ μοχθηρόν — 关系代名词 `ᾧ`(与格)指代先行词 `τῶν ὄντων`,表示“对于该事物存在着某种恶”。该 `κακὸν`(恶)由关系从句 `ὃ ποιεῖ αὐτὸ μοχθηρόν`(使其恶劣的东西)进一步修饰。其中 `αὐτὸ` 是指代先行词的宾格,作 `ποιεῖ` 的宾语,而 `μοχθηρόν` 是宾语补足语。
  3. 610aτῷ ἑτέρου κακῷ ἕτερον — 这是一个高度紧凑的对比表达,句末省略了前文的动词/不定式 `ἀπόλλυσθαι`(毁灭)。应补全理解为“一个事物因另一个事物的恶[而毁灭]”。
  4. 610bπρὶν ἄν τις ἀποδείξῃ ὡς διὰ ταῦτα τὰ παθήματα τοῦ σώματος αὐτὴ ἐκείνη ἀδικωτέρα καὶ ἀνοσιωτέρα γίγνεται — 在否定主句(`μή πο带 φῶμεν... μηδὲν μᾶλλόν ποτε ψυχὴν ἀπόλλυσθαι`)的影响下,`πρὶν ἄν` 加上虚拟式(`ἀποδείξῃ`)的构文表示限度条件:“在有人证明……之前[绝不要说灵魂因此毁灭]”。`ὡς` 从句是作 `ἀποδείξῃ` 宾语的名词性从句。
  5. 610eσχολῇ τό γε ἐπʼ ἄλλου ὀλέθρῳ τεταγμένον κακὸν ψυχὴν ἤ τι ἄλλο ἀπολεῖ — 此处应理解为强烈的否定陈述而非疑问。副词 `σχολῇ`(字面意为“悠闲地”,引申为“绝不”、“断无可能”)表达强烈的否定语气,引导出“被指定用来毁灭别的事物的恶,断无可能毁灭灵魂”的否定性结论。

引用这一段

柏拉图, 理想国 §10.609-10.610. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:10.609-10.610

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。