§10.605παντάπασι μὲν οὖν.
全くその通りです。
ὁ δὴ μιμητικὸς ποιητὴς δῆλον ὅτι οὐ πρὸς τὸ τοιοῦτον τῆς ψυχῆς πέφυκέ τε καὶ ἡ σοφία αὐτοῦ τούτῳ ἀρέσκειν πέπηγεν, εἰ μέλλει εὐδοκιμήσειν ἐν τοῖς πολλοῖς, ἀλλὰ πρὸς τὸ ἀγανακτητικόν τε καὶ ποικίλον ἦθος διὰ τὸ εὐμίμητον εἶναι.
それなら、模倣詩人は、本性上、魂のそうした部分に向けられてはおらず、また彼の知恵も、彼が大衆の間で評判を得ようとするなら、その部分を喜ばせるように設定されてはいないのは明らかだ。 そうではなく、模倣しやすいがゆえに、憤慨しやすく多様な性格に向けられているのだ。
δῆλον.
明らかです。
οὐκοῦν δικαίως ἂν αὐτοῦ ἤδη ἐπιλαμβανοίμεθα, καὶ τιθεῖμεν ἀντίστροφον αὐτὸν τῷ ζωγράφῳ·
それゆえ、私たちは今や正当に彼を非難し、彼を画家と同列に置くことができるだろう。
καὶ γὰρ τῷ φαῦλα ποιεῖν πρὸς ἀλήθειαν ἔοικεν αὐτῷ, καὶ τῷ πρὸς ἕτερον τοιοῦτον ὁμιλεῖν τῆς ψυχῆς ἀλλὰ μὴ πρὸς τὸ βέλτιστον, καὶ ταύτῃ ὡμοίωται.
なぜなら、真理に対抗して劣ったものを作り出すという点でも彼に似ており、また、魂の最善の部分ではなく、それとは別の同じような部分と交わるという点でも、そのように似ているからだ。
καὶ οὕτως ἤδη ἂν ἐν δίκῃ οὐ παραδεχοίμεθα εἰς μέλλουσαν εὐνομεῖσθαι πόλιν, ὅτι τοῦτο ἐγείρει τῆς ψυχῆς καὶ τρέφει καὶ ἰσχυρὸν ποιῶν ἀπόλλυσι τὸ λογιστικόν, ὥσπερ ἐν πόλει ὅταν τις μοχθηροὺς ἐγκρατεῖς ποιῶν παραδιδῷ τὴν πόλιν, τοὺς δὲ χαριεστέρους φθείρῃ·
したがって、私たちは今や正当に、彼をこれから良き秩序を持とうとする国家に受け入れないだろう。 なぜなら、彼は魂のこの部分を目覚めさせ、養い、そして強くすることによって、理性的部分を滅ぼしてしまうからだ。 それはちょうど、国家において、誰かが邪悪な者たちを強力にして国家を明け渡し、より優れた人々を破滅させるようなものだ。
ταὐτὸν καὶ τὸν μιμητικὸν ποιητὴν φήσομεν κακὴν πολιτείαν ἰδίᾳ ἑκάστου τῇ ψυχῇ ἐμποιεῖν, τῷ ἀνοήτῳ αὐτῆς χαριζόμενον καὶ οὔτε τὰ μείζω οὔτε τὰ ἐλάττω διαγιγνώσκοντι, ἀλλὰ τὰ αὐτὰ τοτὲ μὲν μεγάλα ἡγουμένῳ, τοτὲ δὲ σμικρά, εἴδωλα εἰδωλοποιοῦντα, τοῦ δὲ ἀληθοῦς πόρρω πάνυ ἀφεστῶτα.
同じように、模倣詩人も、個々の人間の魂の中に悪い国制を植え付け、魂の愚かな部分に阿るのだと言おう。 その部分は、大きいものと小さいものを識別できず、同じものをある時には大きいとみなし、またある時には小さいとみなし、似姿を作り出すだけで、真理からは非常に遠く離れている。
πάνυ μὲν οὖν.
全くその通りです。
οὐ μέντοι πω τό γε μέγιστον κατηγορήκαμεν αὐτῆς.
しかし、私たちは彼女についての最大の告発をまだおこなっていない。
τὸ γὰρ καὶ τοὺς ἐπιεικεῖς ἱκανὴν εἶναι λωβᾶσθαι, ἐκτὸς πάνυ τινῶν ὀλίγων, πάνδεινόν που.
極めて少数の例外を除いて、立派な人々をも十分に害することができるというのは、実に恐るべきことだ。
τί δʼ οὐ μέλλει, εἴπερ γε δρᾷ αὐτό;
もし本当にそれを行うなら、どうしてそうでないことがありましょう。
ἀκούων σκόπει.
聞いて検討してくれ。
οἱ γάρ που βέλτιστοι ἡμῶν ἀκροώμενοι Ὁμήρου ἢ ἄλλου τινὸς τῶν τραγῳδοποιῶν μιμουμένου τινὰ τῶν ἡρώων ἐν πένθει ὄντα καὶ μακρὰν ῥῆσιν ἀποτείνοντα ἐν τοῖς ὀδυρμοῖς ἢ καὶ ᾄδοντάς τε καὶ κοπτομένους, οἶσθʼ ὅτι χαίρομέν τε καὶ ἐνδόντες ἡμᾶς αὐτοὺς ἑπόμεθα συμπάσχοντες καὶ σπουδάζοντες ἐπαινοῦμεν ὡς ἀγαθὸν ποιητήν, ὃς ἂν ἡμᾶς ὅτι μάλιστα οὕτω διαθῇ.
私たちのうちの最善の者たちでさえ、ホメロスや他の悲劇詩人の誰かが、悲嘆に暮れ、哀悼の中で長い演説を引きのばしたり、歌いながら胸を叩いて嘆いたりしている英雄を模倣しているのを聞くとき、私たちが喜び、自分自身を委ねて感情移入し、共感し、私たちをそのように最も強く揺り動かす詩人を優れた詩人として熱心に称賛することを、君は知っているね。
οἶδα·
知っています。
πῶς δʼ οὔ;
どうしてそうでないことがありましょう。
ὅταν δὲ οἰκεῖόν τινι ἡμῶν κῆδος γένηται, ἐννοεῖς αὖ ὅτι ἐπὶ τῷ ἐναντίῳ καλλωπιζόμεθα, ἂν δυνώμεθα ἡσυχίαν ἄγειν καὶ καρτερεῖν, ὡς τοῦτο μὲν ἀνδρὸς ὄν, ἐκεῖνο δὲ γυναικός, ὃ τότε ἐπῃνοῦμεν.
しかし、私たち自身の身内に不幸が生じたとき、私たちが反対の行動を誇りとし、もし静粛を保ち耐えることができるなら、それを男らしいこととし、あのとき称賛していたことを女々しいこととするのを、君はまた意識しているね。
ἐννοῶ, ἔφη.
意識しています、と彼は言った。
ἦ καλῶς οὖν, ἦν δʼ ἐγώ, οὗτος ὁ ἔπαινος ἔχει, τὸ ὁρῶντα τοιοῦτον ἄνδρα, οἷον ἑαυτόν τις μὴ ἀξιοῖ εἶναι ἀλλʼ αἰσχύνοιτο ἄν, μὴ βδελύττεσθαι ἀλλὰ χαίρειν τε καὶ ἐπαινεῖν;
それなら、と私は言った。 自分自身がそうでありたいとは思わず、むしろ恥じるような男の姿を見て、それを嫌悪するどころか、喜び称賛するというこの称賛のあり方は、良いことだろうか。
οὐ μὰ τὸν Δίʼ, ἔφη, οὐκ εὐλόγῳ ἔοικεν.
ゼウスにかけて違います、と彼は言った。 それは合理的であるとは思われません。
§10.606ναί, ἦν δʼ ἐγώ, εἰ ἐκείνῃ γʼ αὐτὸ σκοποίης.
そうだ、と私は言った。 もしそれをあのような見方で検討するならね。
πῇ;
どのようにですか。
εἰ ἐνθυμοῖο ὅτι τὸ βίᾳ κατεχόμενον τότε ἐν ταῖς οἰκείαις συμφοραῖς καὶ πεπεινηκὸς τοῦ δακρῦσαί τε καὶ ἀποδύρασθαι ἱκανῶς καὶ ἀποπλησθῆναι, φύσει ὂν τοιοῦτον οἷον τούτων ἐπιθυμεῖν, τότʼ ἐστὶν τοῦτο τὸ ὑπὸ τῶν ποιητῶν πιμπλάμενον καὶ χαῖρον·
もし君が次のことを心に留めるならだ。 すなわち、あのとき身内の不幸に際して力ずくで抑え込まれ、十分に涙を流し嘆き悲しんで満足することを渇望していた部分、本来そのようなことを欲する性質を持っているその部分こそが、詩人たちによって満たされ、喜んでいるのだということだ。
τὸ δὲ φύσει βέλτιστον ἡμῶν, ἅτε οὐχ ἱκανῶς πεπαιδευμένον λόγῳ οὐδὲ ἔθει, ἀνίησιν τὴν φυλακὴν τοῦ θρηνώδους τούτου, ἅτε ἀλλότρια πάθη θεωροῦν καὶ ἑαυτῷ οὐδὲν αἰσχρὸν ὂν εἰ ἄλλος ἀνὴρ ἀγαθὸς φάσκων εἶναι ἀκαίρως πενθεῖ, τοῦτον ἐπαινεῖν καὶ ἐλεεῖν, ἀλλʼ ἐκεῖνο κερδαίνειν ἡγεῖται, τὴν ἡδονήν, καὶ οὐκ ἂν δέξαιτο αὐτῆς στερηθῆναι καταφρονήσας ὅλου τοῦ ποιήματος.
他方、私たちの内にある本性上最善の部分は、理法や習慣によって十分に教育されていないため、この哀悼を好む部分の監視を緩めてしまう。 なぜなら、他人の受難を観照しているだけであり、自分が優れた男であると主張する他の誰かが不適切に嘆いているのを見て、彼を称賛し同情することは、自分自身にとって何も恥ずべきことではないと考え、むしろあの利益、すなわち快楽を得ていると考え、詩作全体を軽蔑してその快楽を奪われることを望まないからだ。
λογίζεσθαι γὰρ οἶμαι ὀλίγοις τισὶν μέτεστιν ὅτι ἀπολαύειν ἀνάγκη ἀπὸ τῶν ἀλλοτρίων εἰς τὰ οἰκεῖα·
なぜなら、他人のものから受ける影響が、自分自身のものへと必然的に及ぶということを推量できる人は、ごく少数の者に限られていると私は思うからだ。
θρέψαντα γὰρ ἐν ἐκείνοις ἰσχυρὸν τὸ ἐλεινὸν οὐ ῥᾴδιον ἐν τοῖς αὑτοῦ πάθεσι κατέχειν.
すなわち、他人の不幸において哀れみの部分を強く育ててしまうと、自分自身の不幸の際にそれを抑え込むことは容易ではなくなるのだ。
ἀληθέστατα, ἔφη.
全くその通りです、と彼は言った。
ἆρʼ οὖν οὐχ ὁ αὐτὸς λόγος καὶ περὶ τοῦ γελοίου;
それでは、滑稽なものについても同じ議論が成り立たないだろうか。
ὅτι, ἃν αὐτὸς αἰσχύνοιο γελωτοποιῶν, ἐν μιμήσει δὲ κωμῳδικῇ ἢ καὶ ἰδίᾳ ἀκούων σφόδρα χαρῇς καὶ μὴ μισῇς ὡς πονηρά, ταὐτὸν ποιεῖς ὅπερ ἐν τοῖς ἐλέοις;
すなわち、もし君自身が道化を演じることを恥じるとしても、喜劇の模倣や個人的な場でそれを聞いて非常に喜び、不道徳なものとして嫌悪しないなら、哀れみの場合と全く同じことをしているのではないか。
ὃ γὰρ τῷ λόγῳ αὖ κατεῖχες ἐν σαυτῷ βουλόμενον γελωτοποιεῖν, φοβούμενος δόξαν βωμολοχίας, τότʼ αὖ ἀνιεῖς, καὶ ἐκεῖ νεανικὸν ποιήσας ἔλαθες πολλάκις ἐν τοῖς οἰκείοις ἐξενεχθεὶς ὥστε κωμῳδοποιὸς γενέσθαι.
なぜなら、下品だと思われる評判を恐れて、君がロゴスによって自分の中に抑え込んでいた、おどけたいと欲する部分を、あの時には再び解き放ち、そこ(劇の中)でその部分を活発にさせた結果、自分自身の生活においてもしばしば気づかぬうちに引きずられ、喜劇作者になってしまうからだ。
καὶ μάλα, ἔφη.
確かにその通りです、と彼は言った。
καὶ περὶ ἀφροδισίων δὴ καὶ θυμοῦ καὶ περὶ πάντων τῶν ἐπιθυμητικῶν τε καὶ λυπηρῶν καὶ ἡδέων ἐν τῇ ψυχῇ, ἃ δή φαμεν πάσῃ πράξει ἡμῖν ἕπεσθαι, ὅτι τοιαῦτα ἡμᾶς ἡ ποιητικὴ μίμησις ἐργάζεται·
そして、性愛や怒り、あるいは魂の中のあらゆる欲望、苦痛、快楽、すなわち私たちのあらゆる行為に随伴すると私たちが言うものについても、詩的模倣が私たちに同様のことをもたらすのだ。
τρέφει γὰρ ταῦτα ἄρδουσα, δέον αὐχμεῖν, καὶ ἄρχοντα ἡμῖν καθίστησιν, δέον ἄρχεσθαι αὐτὰ ἵνα βελτίους τε καὶ εὐδαιμονέστεροι ἀντὶ χειρόνων καὶ ἀθλιωτέρων γιγνώμεθα.
なぜなら、それらを枯らすべきであるのに、水を注いで育ててしまい、それらが支配されるべきであるのに、私たちの支配者にしてしまうからだ。 私たちが、より悪くより不幸になる代わりに、より良くより幸福になるためにね。
οὐκ ἔχω ἄλλως φάναι, ἦ δʼ ὅς.
それ以外には言いようがありません、と彼は言った。
οὐκοῦν, εἶπον, ὦ Γλαύκων, ὅταν Ὁμήρου ἐπαινέταις ἐντύχῃς λέγουσιν ὡς τὴν Ἑλλάδα πεπαίδευκεν οὗτος ὁ ποιητὴς καὶ πρὸς διοίκησίν τε καὶ παιδείαν τῶν ἀνθρωπίνων πραγμάτων ἄξιος ἀναλαβόντι μανθάνειν τε καὶ κατὰ τοῦτον τὸν ποιητὴν πάντα τὸν αὑτοῦ βίον κατασκευασάμενον ζῆν, φιλεῖν μὲν χρὴ καὶ ἀσπάζεσθαι ὡς ὄντας βελτίστους εἰς ὅσον δύνανται, καὶ συγχωρεῖν Ὅμηρον ποιητικώτατον εἶναι καὶ πρῶτον τῶν τραγῳδοποιῶν, εἰδέναι δὲ ὅτι ὅσον μόνον ὕμνους θεοῖς καὶ ἐγκώμια τοῖς ἀγαθοῖς ποιήσεως παραδεκτέον εἰς πόλιν·
それゆえ、と私は言った。 グラウコンよ、この詩人がギリシアを教育したのだと言い、人間の事柄の管理と教育のために、彼を取り上げて学び、この詩人に従って自分自身の全生涯を設計して生きる価値がある、と言うホメロスの賛美者たちに出会ったときには、彼らが自分たちにできる限りで最善の人々であるとして、愛し歓迎すべきであり、またホメロスが最も詩的であり悲劇詩人たちの第一人者であることを認めるべきだ。 しかし同時に、神々への讃歌と優れた人々への賛辞だけが、詩作として国家に受け入れられるべきものである、ということを知っておくべきだ。