Humanitext Reader

柏拉图 · 理想国 §10.605-10.606

驱逐模仿诗人的理由与诗歌对心灵的戕害

第 145 段,共 153 段 · 希腊语

内容简介

苏格拉底论证了为什么要将模仿诗人(他取悦的是灵魂中卑劣、易怒的部分而非理智部分)排除在善政城邦之外。他进而指出诗歌模仿的最大危害:它能使通情达理的人也沉溺于情感宣泄,从而丧失道德上的自制力。

§10.605παντάπασι μὲν οὖν.
完全如此。
ὁ δὴ μιμητικὸς ποιητὴς δῆλον ὅτι οὐ πρὸς τὸ τοιοῦτον τῆς ψυχῆς πέφυκέ τε καὶ ἡ σοφία αὐτοῦ τούτῳ ἀρέσκειν πέπηγεν, εἰ μέλλει εὐδοκιμήσειν ἐν τοῖς πολλοῖς, ἀλλὰ πρὸς τὸ ἀγανακτητικόν τε καὶ ποικίλον ἦθος διὰ τὸ εὐμίμητον εἶναι.
那么,显而易见,模仿诗人在天性上并不指向灵魂的这部分,如果我们要在众人中获得好名声,他的智慧也不是为了取悦这部分而设定的,而是由于易于模仿,而指向那易怒和多变的性格。
δῆλον.
显然。
οὐκοῦν δικαίως ἂν αὐτοῦ ἤδη ἐπιλαμβανοίμεθα, καὶ τιθεῖμεν ἀντίστροφον αὐτὸν τῷ ζωγράφῳ·
因此,我们现在可以正当地谴责他,并将他与画家置于同等地位。
καὶ γὰρ τῷ φαῦλα ποιεῖν πρὸς ἀλήθειαν ἔοικεν αὐτῷ, καὶ τῷ πρὸς ἕτερον τοιοῦτον ὁμιλεῖν τῆς ψυχῆς ἀλλὰ μὴ πρὸς τὸ βέλτιστον, καὶ ταύτῃ ὡμοίωται.
因为他在制造违背真理的卑劣事物上与画家相似,而在与灵魂的另一个这样的部分交往而不是与最好的部分交往上,也在这方面与他相似。
καὶ οὕτως ἤδη ἂν ἐν δίκῃ οὐ παραδεχοίμεθα εἰς μέλλουσαν εὐνομεῖσθαι πόλιν, ὅτι τοῦτο ἐγείρει τῆς ψυχῆς καὶ τρέφει καὶ ἰσχυρὸν ποιῶν ἀπόλλυσι τὸ λογιστικόν, ὥσπερ ἐν πόλει ὅταν τις μοχθηροὺς ἐγκρατεῖς ποιῶν παραδιδῷ τὴν πόλιν, τοὺς δὲ χαριεστέρους φθείρῃ·
因此,我们现在可以正当地拒绝将他接纳进一个即将实行善政的城邦,因为他唤醒并滋养了灵魂的这部分,并通过使其强壮而毁灭了理智的部分,正如在城邦中,当有人让恶人掌权并交出城邦,同时毁灭了更优秀的人一样。
ταὐτὸν καὶ τὸν μιμητικὸν ποιητὴν φήσομεν κακὴν πολιτείαν ἰδίᾳ ἑκάστου τῇ ψυχῇ ἐμποιεῖν, τῷ ἀνοήτῳ αὐτῆς χαριζόμενον καὶ οὔτε τὰ μείζω οὔτε τὰ ἐλάττω διαγιγνώσκοντι, ἀλλὰ τὰ αὐτὰ τοτὲ μὲν μεγάλα ἡγουμένῳ, τοτὲ δὲ σμικρά, εἴδωλα εἰδωλοποιοῦντα, τοῦ δὲ ἀληθοῦς πόρρω πάνυ ἀφεστῶτα.
同样,我们要说模仿诗人也在每个人的灵魂中植入了一种坏的政体,通过取悦灵魂的愚蠢部分,这部分不能辨别大和小,而是把相同的事物一时视为大,一时视为小,制造出似姿,而远离真理。
πάνυ μὲν οὖν.
完全如此。
οὐ μέντοι πω τό γε μέγιστον κατηγορήκαμεν αὐτῆς.
然而,我们还没有对她提出最大的指控。
τὸ γὰρ καὶ τοὺς ἐπιεικεῖς ἱκανὴν εἶναι λωβᾶσθαι, ἐκτὸς πάνυ τινῶν ὀλίγων, πάνδεινόν που.
因为,除了极少数人之外,它甚至能够伤害通情达理的人,这确实是极其可怕的。
τί δʼ οὐ μέλλει, εἴπερ γε δρᾷ αὐτό;
如果它确实做到了这一点,怎么会不可怕呢?
ἀκούων σκόπει.
请听并考虑。
οἱ γάρ που βέλτιστοι ἡμῶν ἀκροώμενοι Ὁμήρου ἢ ἄλλου τινὸς τῶν τραγῳδοποιῶν μιμουμένου τινὰ τῶν ἡρώων ἐν πένθει ὄντα καὶ μακρὰν ῥῆσιν ἀποτείνοντα ἐν τοῖς ὀδυρμοῖς ἢ καὶ ᾄδοντάς τε καὶ κοπτομένους, οἶσθʼ ὅτι χαίρομέν τε καὶ ἐνδόντες ἡμᾶς αὐτοὺς ἑπόμεθα συμπάσχοντες καὶ σπουδάζοντες ἐπαινοῦμεν ὡς ἀγαθὸν ποιητήν, ὃς ἂν ἡμᾶς ὅτι μάλιστα οὕτω διαθῇ.
因为我们中最优秀的人,在听荷马或悲剧诗人的其他人模仿某个处于悲痛中并在哀悼中拉长长篇大论的英雄,或者甚至听他们唱歌和捶胸痛哭时,你知道我们感到快乐,并放纵自己跟着同情,并在我们受到如此强烈影响时,热切地赞美那能最强烈地打动我们的诗人为优秀的诗人。
οἶδα· πῶς δʼ οὔ;
我知道,怎么会不呢?
ὅταν δὲ οἰκεῖόν τινι ἡμῶν κῆδος γένηται, ἐννοεῖς αὖ ὅτι ἐπὶ τῷ ἐναντίῳ καλλωπιζόμεθα, ἂν δυνώμεθα ἡσυχίαν ἄγειν καὶ καρτερεῖν, ὡς τοῦτο μὲν ἀνδρὸς ὄν, ἐκεῖνο δὲ γυναικός, ὃ τότε ἐπῃνοῦμεν.
但是,当我们自己家里发生不幸时,你又注意到,我们为相反的表现而感到自豪,如果我们能够保持安静并忍耐,因为我们认为这是男人的行为,而我们在那时赞美的另一种表现则是女人的。
ἐννοῶ, ἔφη.
我注意到了,他说。
ἦ καλῶς οὖν, ἦν δʼ ἐγώ, οὗτος ὁ ἔπαινος ἔχει, τὸ ὁρῶντα τοιοῦτον ἄνδρα, οἷον ἑαυτόν τις μὴ ἀξιοῖ εἶναι ἀλλʼ αἰσχύνοιτο ἄν, μὴ βδελύττεσθαι ἀλλὰ χαίρειν τε καὶ ἐπαινεῖν;
那么,我说,这种赞美是否正确? 当一个人看到这样一个他不认为自己应当成为、反而会感到羞愧的男人时,不仅不感到厌恶,反而感到快乐并加以赞美?
οὐ μὰ τὸν Δίʼ, ἔφη, οὐκ εὐλόγῳ ἔοικεν.
不,凭宙斯起誓,他说,这似乎不合理。
§10.606ναί, ἦν δʼ ἐγώ, εἰ ἐκείνῃ γʼ αὐτὸ σκοποίης.
是地,我说,如果你从那个角度来考虑它。
πῇ;
从哪个角度?
εἰ ἐνθυμοῖο ὅτι τὸ βίᾳ κατεχόμενον τότε ἐν ταῖς οἰκείαις συμφοραῖς καὶ πεπεινηκὸς τοῦ δακρῦσαί τε καὶ ἀποδύρασθαι ἱκανῶς καὶ ἀποπλησθῆναι, φύσει ὂν τοιοῦτον οἷον τούτων ἐπιθυμεῖν, τότʼ ἐστὶν τοῦτο τὸ ὑπὸ τῶν ποιητῶν πιμπλάμενον καὶ χαῖρον· τὸ δὲ φύσει βέλτιστον ἡμῶν, ἅτε οὐχ ἱκανῶς πεπαιδευμένον λόγῳ οὐδὲ ἔθει, ἀνίησιν τὴν φυλακὴν τοῦ θρηνώδους τούτου, ἅτε ἀλλότρια πάθη θεωροῦν καὶ ἑαυτῷ οὐδὲν αἰσχρὸν ὂν εἰ ἄλλος ἀνὴρ ἀγαθὸς φάσκων εἶναι ἀκαίρως πενθεῖ, τοῦτον ἐπαινεῖν καὶ ἐλεεῖν, ἀλλʼ ἐκεῖνο κερδαίνειν ἡγεῖται, τὴν ἡδονήν, καὶ οὐκ ἂν δέξαιτο αὐτῆς στερηθῆναι καταφρονήσας ὅλου τοῦ ποιήματος.
如果你能记住,那个在当时面对家庭不幸时被强行压抑、渴望充分流泪哀悼以求满足的部分——它天生就渴望这些事物——在那时正是被诗人所填满并感到快乐的部分;而我们内部天生最好的部分,由于没有受到理性或习惯的充分教育,放松了对这个哀悼部分的看守,因为它在观照他人的痛苦,而且它认为,如果另一个自称为好人的人不合时宜地悲伤,自己去赞美和同情他并不是什么可耻的事,反而认为自己获得了这种利益,即快乐,并且绝不愿因鄙视整首诗而失去这种快乐。
λογίζεσθαι γὰρ οἶμαι ὀλίγοις τισὶν μέτεστιν ὅτι ἀπολαύειν ἀνάγκη ἀπὸ τῶν ἀλλοτρίων εἰς τὰ οἰκεῖα·
因为我认为,只有少数人能推想到,我们必然会把从他人事务中得到的受动影响引向自己的事务中。
θρέψαντα γὰρ ἐν ἐκείνοις ἰσχυρὸν τὸ ἐλεινὸν οὐ ῥᾴδιον ἐν τοῖς αὑτοῦ πάθεσι κατέχειν.
因为在那些情况下把怜悯的部分滋养得强壮之后,在面对自己的痛苦时就很难克制它了。
ἀληθέστατα, ἔφη.
确实如此,他说。
ἆρʼ οὖν οὐχ ὁ αὐτὸς λόγος καὶ περὶ τοῦ γελοίου;
那么,关于滑稽的事物,难道不是同样的道理吗?
ὅτι, ἃν αὐτὸς αἰσχύνοιο γελωτοποιῶν, ἐν μιμήσει δὲ κωμῳδικῇ ἢ καὶ ἰδίᾳ ἀκούων σφόδρα χαρῇς καὶ μὴ μισῇς ὡς πονηρά, ταὐτὸν ποιεῖς ὅπερ ἐν τοῖς ἐλέοις;
也就是说,如果你自己以扮演小丑为耻,但听了喜剧的模仿或在私人场合听到时却非常高兴,而不像嫌恶恶行那样去嫌恶它,你不是在做着与在同情中所做的完全相同的事吗?
ὃ γὰρ τῷ λόγῳ αὖ κατεῖχες ἐν σαυτῷ βουλόμενον γελωτοποιεῖν, φοβούμενος δόξαν βωμολοχίας, τότʼ αὖ ἀνιεῖς, καὶ ἐκεῖ νεανικὸν ποιήσας ἔλαθες πολλάκις ἐν τοῖς οἰκείοις ἐξενεχθεὶς ὥστε κωμῳδοποιὸς γενέσθαι.
因为那个你曾用理智在内心压抑的、想要逗乐的部分(由于害怕落得粗俗的声名),在那时你又释放了它,并且由于在剧院里使它活跃起来,你常常不知不觉地在自己的私人生活中被带偏,以至于成了喜剧作者。
καὶ μάλα, ἔφη.
确实如此,他说。
καὶ περὶ ἀφροδισίων δὴ καὶ θυμοῦ καὶ περὶ πάντων τῶν ἐπιθυμητικῶν τε καὶ λυπηρῶν καὶ ἡδέων ἐν τῇ ψυχῇ, ἃ δή φαμεν πάσῃ πράξει ἡμῖν ἕπεσθαι, ὅτι τοιαῦτα ἡμᾶς ἡ ποιητικὴ μίμησις ἐργάζεται· τρέφει γὰρ ταῦτα ἄρδουσα, δέον αὐχμεῖν, καὶ ἄρχοντα ἡμῖν καθίστησιν, δέον ἄρχεσθαι αὐτὰ ἵνα βελτίους τε καὶ εὐδαιμονέστεροι ἀντὶ χειρόνων καὶ ἀθλιωτέρων γιγνώμεθα.
关于性爱、愤怒以及灵魂中所有欲望、痛苦和快乐的事物,也就是我们说陪伴我们每一次行动的那些事物,诗歌模仿对我们也造成了同样的影响:因为它们本该枯萎,它却浇灌并滋养了它们;它们本该被统治,它却将它们立为我们的统治者,使我们变得更坏、更痛苦,而不是更好、更幸福。
οὐκ ἔχω ἄλλως φάναι, ἦ δʼ ὅς.
我没有别的话可说,他说。
οὐκοῦν, εἶπον, ὦ Γλαύκων, ὅταν Ὁμήρου ἐπαινέταις ἐντύχῃς λέγουσιν ὡς τὴν Ἑλλάδα πεπαίδευκεν οὗτος ὁ ποιητὴς καὶ πρὸς διοίκησίν τε καὶ παιδείαν τῶν ἀνθρωπίνων πραγμάτων ἄξιος ἀναλαβόντι μανθάνειν τε καὶ κατὰ τοῦτον τὸν ποιητὴν πάντα τὸν αὑτοῦ βίον κατασκευασάμενον ζῆν, φιλεῖν μὲν χρὴ καὶ ἀσπάζεσθαι ὡς ὄντας βελτίστους εἰς ὅσον δύνανται, καὶ συγχωρεῖν Ὅμηρον ποιητικώτατον εἶναι καὶ πρῶτον τῶν τραγῳδοποιῶν, εἰδέναι δὲ ὅτι ὅσον μόνον ὕμνους θεοῖς καὶ ἐγκώμια τοῖς ἀγαθοῖς ποιήσεως παραδεκτέον εἰς πόλιν·
那么,我说,葛劳康,当你遇到荷马的赞美者,他们说这位诗人教育了希腊,并且为了管理和教育人类的事务,值得将他取来进行研究,并按照这位诗人来规划自己的整个生活而活着的时候,我们应当爱戴并欢迎他们,认为他们是尽其所能的最好的人,并且承认荷马是最具诗才的,也是悲剧诗人的第一人,但我们也必须知道,只有对神明的颂歌和对善人的赞美诗,才是城邦中应当接纳的诗歌。

词汇与语法注释

  1. 605aπέφυκέ — πέφυκε 与 πρός(接宾格)连用,表示“天生适合于……”或“天生指向……”。δῆλον ὅτι(显然)作为插入语使用,而主语仍然是 ὁ μιμητικὸς ποιητής(模仿诗人)。
  2. 605cτὸ γὰρ καὶ τοὺς ἐπιεικεῖς — 句首的冠词 τὸ 使整个不定式短语 ἱκανὴν εἶναι λωβᾶσθαι(有能力伤害……)名词化,作为谓语 πάνδεινόν που(确实是极其可怕的)的主语。τοὺς ἐπιεικεῖς 是不定式 λωβᾶσθαι 的宾格宾语。女性单数宾格的 ἱκανήν 与省略的不定式逻辑主语(即诗歌 ἡ ποιητική)在性、数、格上保持一致。
  3. 606aτὸ βίᾳ κατεχόμενον τότε — 中性名词短语 τὸ βίᾳ κατεχόμενον...(当时被强行压抑的部分)作为 τότʼ ἐστὶν τοῦτο τὸ ... πιμπλάμενον καὶ χαῖρον(在那时正是被……填满并感到快乐的部分)的主语。需要注意第一个 τότε(指“当时发生私人不幸时”)与第二个 τότʼ(指“在那时,即听诗歌时”)之间的时态和语境对比。
  4. 606bὀλίγοις τισὶν μέτεστιν — 无人称动词 μέτεστι 表示“(与格)分有(属格/不定式)/ 能够做某事”。这里与格为 ὀλίγοις τισὶν(少数人),修饰作主语的不定式 λογίζεσθαι(推想、思考)。ὅτι 从句表达了 λογίζεσθαι 的具体内容。
  5. 606dδέον αὐχμεῖν — δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,用作“宾格绝对(分词绝对)”结构,表示让步或对比(“尽管应该……”或“本该……却……”)。αὐχμεῖν(使其枯萎)是其补充不定式。

引用这一段

柏拉图, 理想国 §10.605-10.606. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:10.605-10.606

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。