§10.598τὸν μὲν δὴ μιμητὴν ὡμολογήκαμεν.
「それなら、模倣者については合意したわけだ。
εἰπὲ δέ μοι περὶ τοῦ ζωγράφου τόδε·
ところで、画家について次のことを教えてほしい。
πότερα ἐκεῖνο αὐτὸ τὸ ἐν τῇ φύσει ἕκαστον δοκεῖ σοι ἐπιχειρεῖν μιμεῖσθαι ἢ τὰ τῶν δημιουργῶν ἔργα;
彼は自然のうちにあるあの個々のもの自体を模倣しようとすると思うかね、それとも職人たちの作品かね?
τὰ τῶν δημιουργῶν, ἔφη.
」「職人たちの作品です」と彼は言った。
ἆρα οἷα ἔστιν ἢ οἷα φαίνεται;
「それは、それがあるがままの姿かね、それとも、見えるままの姿かね?
τοῦτο γὰρ ἔτι διόρισον.
これをさらに規定してくれたまえ。
πῶς λέγεις;
」「どういう意味ですか?
ἔφη.
」と彼は言った。
ὧδε·
「こういうことだ。
κλίνη, ἐάντε ἐκ πλαγίου αὐτὴν θεᾷ ἐάντε καταντικρὺ ἢ ὁπῃοῦν, μή τι διαφέρει αὐτὴ ἑαυτῆς, ἢ διαφέρει μὲν οὐδέν, φαίνεται δὲ ἀλλοία;
寝台を斜めから眺めようと、正面から眺めようと、あるいはどのように眺めようと、寝台自体がそれ自体と何か異なるだろうか。 それとも、何ら異ならないのに、違って見えるだけだろうか。
καὶ τἆλλα ὡσαύτως;
他のものについても同様ではないかね?
οὕτως, ἔφη·
」「その通りです」と彼は言った。
φαίνεται, διαφέρει δʼ οὐδέν.
「違って見えるだけで、何ら異なりません。
τοῦτο δὴ αὐτὸ σκόπει·
」「まさにこの点そのものを考えてみてほしい。
πρὸς πότερον ἡ γραφικὴ πεποίηται περὶ ἕκαστον;
絵画は、個々のものについて、どちらを対象として制作されているだろうか。
πότερα πρὸς τὸ ὄν, ὡς ἔχει, μιμήσασθαι, ἢ πρὸς τὸ φαινόμενον, ὡς φαίνεται, φαντάσματος ἢ ἀληθείας οὖσα μίμησις;
あるがままの実在を、その通りに模倣することか、それとも見えるままの現象を、見える通りに模倣することか。 それは映像の模倣なのか、それとも真理の模倣なのか。
φαντάσματος, ἔφη.
」「映像の模倣です」と彼は言った。
πόρρω ἄρα που τοῦ ἀληθοῦς ἡ μιμητική ἐστιν καί, ὡς ἔοικεν, διὰ τοῦτο πάντα ἀπεργάζεται, ὅτι σμικρόν τι ἑκάστου ἐφάπτεται, καὶ τοῦτο εἴδωλον.
「すると、模倣術は真理からひどく遠く離れたところにある。 記述から察するに、それがすべてのものを制作するのは、個々のもののほんのわずかな部分、それも幻影にすぎない部分に触れているからにすぎないようだ。
οἷον ὁ ζωγράφος, φαμέν, ζωγραφήσει ἡμῖν σκυτοτόμον, τέκτονα, τοὺς ἄλλους δημιουργούς, περὶ οὐδενὸς τούτων ἐπαΐων τῶν τεχνῶν·
たとえば、画家は、靴職人や大工、その他の職人たちを、彼らの技術について何も知らなくても、私たちに描いて見せる、と私たちは言うわけだ。
ἀλλʼ ὅμως παῖδάς γε καὶ ἄφρονας ἀνθρώπους, εἰ ἀγαθὸς εἴη ζωγράφος, γράψας ἂν τέκτονα καὶ πόρρωθεν ἐπιδεικνὺς ἐξαπατῷ ἂν τῷ δοκεῖν ὡς ἀληθῶς τέκτονα εἶναι.
だがそれでも、優れた画家なら、大工を描いてそれを遠くから見せることで、子供たちや思慮のない人々を、本当にそれが大工であると思わせて欺くことができるだろう。
τί δʼ οὔ;
」「そうですね。
ἀλλὰ γὰρ οἶμαι ὦ φίλε, τόδε δεῖ περὶ πάντων τῶν τοιούτων διανοεῖσθαι·
」「しかし、わが友よ、私たちはこのようなすべてのことについて、次のように考えるべきだと思う。
ἐπειδάν τις ἡμῖν ἀπαγγέλλῃ περί του, ὡς ἐνέτυχεν ἀνθρώπῳ πάσας ἐπισταμένῳ τὰς δημιουργίας καὶ τἆλλα πάντα ὅσα εἷς ἕκαστος οἶδεν, οὐδὲν ὅτι οὐχὶ ἀκριβέστερον ὁτουοῦν ἐπισταμένῳ, ὑπολαμβάνειν δεῖ τῷ τοιούτῳ ὅτι εὐήθης τις ἄνθρωπος, καί, ὡς ἔοικεν, ἐντυχὼν γόητί τινι καὶ μιμητῇ ἐξηπατήθη, ὥστε ἔδοξεν αὐτῷ πάσσοφος εἶναι, διὰ τὸ αὐτὸς μὴ οἷός τʼ εἶναι ἐπιστήμην καὶ ἀνεπιστημοσύνην καὶ μίμησιν ἐξετάσαι.
もし誰かが私たちに、すべての職人仕事を知り、個々の人が知っている他のすべての事柄を誰よりも正確に知っているような、そんな人に出会ったと告げるなら、そのように告げる者に対して、私たちは彼が何らしらおめでたい人間であり、どうやら何らかの魔術師や模倣者に出会って騙され、その相手が万能の知恵者であると思い込んでしまったのだ、と受け取るべきだ。 それは、彼自身が知識と無知と模倣を吟味することができないためなのだ。
ἀληθέστατα, ἔφη.
」「全くその通りです」と彼は言った。
οὐκοῦν, ἦν δʼ ἐγώ, μετὰ τοῦτο ἐπισκεπτέον τήν τε τραγῳδίαν καὶ τὸν ἡγεμόνα αὐτῆς Ὅμηρον, ἐπειδή τινων ἀκούομεν ὅτι οὗτοι πάσας μὲν τέχνας ἐπίστανται, πάντα δὲ τὰ ἀνθρώπεια τὰ πρὸς ἀρετὴν καὶ κακίαν, καὶ τά γε θεῖα·
「それでは」と私は言った。 「この次に吟味すべきは、悲劇であり、その指導者であるホメロスだ。 というのも、ある人々から、彼らはすべての技術を、また徳と悪徳に関するすべての人間事や、神々のことまでをも知っている、と私たちは聞かされているからだ。
ἀνάγκη γὰρ τὸν ἀγαθὸν ποιητήν, εἰ μέλλει περὶ ὧν ἂν ποιῇ καλῶς ποιήσειν, εἰδότα ἄρα ποιεῖν, ἢ μὴ οἷόν τε εἶναι ποιεῖν.
なぜなら、優れた詩人が、自分が作るものについて美しく作ろうとするならば、知って作らねばならず、そうでなければ作ることができないのは必然だからだ。
§10.599δεῖ δὴ ἐπισκέψασθαι πότερον μιμηταῖς τούτοις οὗτοι ἐντυχόντες ἐξηπάτηνται καὶ τὰ ἔργα αὐτῶν ὁρῶντες οὐκ αἰσθάνονται τριττὰ ἀπέχοντα τοῦ ὄντος καὶ ῥᾴδια ποιεῖν μὴ εἰδότι τὴν ἀλήθειαν—φαντάσματα γὰρ ἀλλʼ οὐκ ὄντα ποιοῦσιν—ἤ τι καὶ λέγουσιν καὶ τῷ ὄντι οἱ ἀγαθοὶ ποιηταὶ ἴσασιν περὶ ὧν δοκοῦσιν τοῖς πολλοῖς εὖ λέγειν.
」「そこで、人々がこのような模倣者たちに出会って騙され、彼らの作品を見ても、それが実在から三番目に離れたものであり、真理を知らない者にも容易に作れるもの(なぜなら彼らが作るのは実在ではなく、幻影なのだから)であることに気づいていないのか、それとも、優れた詩人たちが、大衆にうまく語っていると思われることについて、実際にも知っており、何らかの真実を語っているのかを、吟味しなければならない。
πάνυ μὲν οὖν, ἔφη, ἐξεταστέον.
」「全くその通りです、是非とも吟味しなければなりません」と彼は言った。
οἴει οὖν, εἴ τις ἀμφότερα δύναιτο ποιεῖν, τό τε μιμηθησόμενον καὶ τὸ εἴδωλον, ἐπὶ τῇ τῶν εἰδώλων δημιουργίᾳ ἑαυτὸν ἀφεῖναι ἂν σπουδάζειν καὶ τοῦτο προστήσασθαι τοῦ ἑαυτοῦ βίου ὡς βέλτιστον ἔχοντα;
「それでは、もし誰かが、模倣されるべきものと、その映像との、両方を作ることができるとしたら、映像の制作に熱中して自らをそれに委ね、自分の生涯の最高の目的としてこれを掲げると思うかね?
οὐκ ἔγωγε.
」「私はそうは思いません。
ἀλλʼ εἴπερ γε οἶμαι ἐπιστήμων εἴη τῇ ἀληθείᾳ τούτων πέρι ἅπερ καὶ μιμεῖται, πολὺ πρότερον ἐν τοῖς ἔργοις ἂν σπουδάσειεν ἢ ἐπὶ τοῖς μιμήμασι, καὶ πειρῷτο ἂν πολλὰ καὶ καλὰ ἔργα ἑαυτοῦ καταλιπεῖν μνημεῖα, καὶ εἶναι προθυμοῖτʼ ἂν μᾶλλον ὁ ἐγκωμιαζόμενος ἢ ὁ ἐγκωμιάζων.
」「だが、もし彼が模倣する対象について、真理において本当に知識を持っているならば、彼は模倣物よりも、はるかにまずその作品自体に熱中するだろうし、自らの多くの美しい作品を記念碑として残そうと試みるだろう。 そして、称賛する者よりも、むしろ称賛される者になりたいと望むだろう。
οἶμαι, ἔφη·
」「私もそう思います。
οὐ γὰρ ἐξ ἴσου ἥ τε τιμὴ καὶ ἡ ὠφελία.
名誉も益も、決して同等ではありませんからね。
τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λόγον Ὅμηρον ἢ ἄλλον ὁντινοῦν τῶν ποιητῶν, ἐρωτῶντες εἰ ἰατρικὸς ἦν τις αὐτῶν ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιός, ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐκγόνους, μηδʼ αὖ περὶ τὰς ἄλλας τέχνας αὐτοὺς ἐρωτῶμεν, ἀλλʼ ἐῶμεν·
」「それでは、他の技術については、ホメロスや他のいかなる詩人に対しても、彼らが医者であったのか、それとも単に医学的な言葉の模倣者にすぎなかったのかと問い質して、古代あるいは現代の詩人で、アスクレピオスのように、誰かを健康にしたと言われている者がいるか、あるいは彼のように医術の弟子たちを後世に残した者がいるか、といった議論を求めるのはやめることにしよう。 他の技術についても彼らに尋ねることはせず、そのままにしておこう。
περὶ δὲ ὧν μεγίστων τε καὶ καλλίστων ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων, καὶ παιδείας πέρι ἀνθρώπου, δίκαιόν που ἐρωτᾶν αὐτὸν πυνθανομένους·
しかし、ホメロスが最も重大で最も美しいこと、すなわち戦争や将帥の術、都市の統治、そして人間の教育について語ろうと企てていることについては、彼に尋ねて確かめるのが当然だろう。
ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι, εἰδώλου δημιουργός, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γιγνώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ διʼ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί;
『友よホメロスよ、もし君が徳について、真理から三番目の存在、すなわち私たちが模倣者と定義したあの映像の制作者ではなく、二番目の存在であって、どのような営みが個人にとっても社会にとっても人間をより良く、あるいはより悪くするのかを知ることができたというなら、一体どの都市が君のおかげでより良く治められたのか、教えてほしい。 リュクルゴスのおかげでラケダイモンが、また他の多くの人々のおかげで、多くの大小の都市がそのようになったように。
σὲ δὲ τίς αἰτιᾶται πόλις νομοθέτην ἀγαθὸν γεγονέναι καὶ σφᾶς ὠφεληκέναι;
君のおかげで優れた立法者が生まれ、自らが益されたとする都市はどこなのか。
Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς;
イタリアやシケリアならカロンダスを、私たちならソロンを挙げるが、君については誰が挙げるのか。
ἕξει τινὰ εἰπεῖν;
君には誰か言える者がいるかね。
οὐκ οἶμαι, ἔφη ὁ Γλαύκων·
』」「いないと思います」とグラウコンは言った。
οὔκουν λέγεταί γε οὐδʼ ὑπʼ αὐτῶν Ὁμηριδῶν.
「少なくとも、ホメロス信奉者たち自身によっても、そのようなことは語られていませんから。 」