Humanitext Reader

柏拉图 · 理想国 §10.598-10.599

对现象的模仿与关于诗人知识的检视

第 141 段,共 153 段 · 希腊语

内容简介

苏格拉底论证了模仿术因其仅以显现的幻象而非存在本身为目标,因而离真理极远;他进提议考察荷马等诗人是否也是缺乏真理知识的模仿者。

§10.598τὸν μὲν δὴ μιμητὴν ὡμολογήκαμεν.
“那么,关于模仿者我们已经达成一致了。
εἰπὲ δέ μοι περὶ τοῦ ζωγράφου τόδε· πότερα ἐκεῖνο αὐτὸ τὸ ἐν τῇ φύσει ἕκαστον δοκεῖ σοι ἐπιχειρεῖν μιμεῖσθαι ἢ τὰ τῶν δημιουργῶν ἔργα;
但是,请告诉我关于画家的这件事:你认为他是试图模仿自然中那每一个事物本身,还是模仿手艺人的作品?
τὰ τῶν δημιουργῶν, ἔφη.
” “模仿手艺人的作品,”他说。
ἆρα οἷα ἔστιν ἢ οἷα φαίνεται;
“是模仿它们真实的样子,还是模仿它们看起来的样子?
τοῦτο γὰρ ἔτι διόρισον.
关于点请你再作进一步规定。
πῶς λέγεις;
” “您的意思是什么?
ἔφη.
”他说。
ὧδε· κλίνη, ἐάντε ἐκ πλαγίου αὐτὴν θεᾷ ἐάντε καταντικρὺ ἢ ὁπῃοῦν, μή τι διαφέρει αὐτὴ ἑαυτῆς, ἢ διαφέρει μὲν οὐδέν, φαίνεται δὲ ἀλλοία;
“是这样:一张床,如果你从侧面看、从正面看或从其他任何角度看,它自身有什么不同吗? 或者说它本身毫无不同,只是看起来不同?
καὶ τἆλλα ὡσαύτως;
其他事物也是如此吗?
οὕτως, ἔφη· φαίνεται, διαφέρει δʼ οὐδέν.
” “是的,”他说,“它只是看起来不同,实际上毫无不同。
τοῦτο δὴ αὐτὸ σκόπει· πρὸς πότερον ἡ γραφικὴ πεποίηται περὶ ἕκαστον;
” “这正是我们要思考的问题:绘画在针对每一件事物时,究竟是朝向哪一个方向制作的?
πότερα πρὸς τὸ ὄν, ὡς ἔχει, μιμήσασθαι, ἢ πρὸς τὸ φαινόμενον, ὡς φαίνεται, φαντάσματος ἢ ἀληθείας οὖσα μίμησις;
是朝向模仿存在者的真实面貌,还是朝向模仿显现者的显现面貌,它究竟是对幻象的模仿,还是对真理的模仿?
φαντάσματος, ἔφη.
” “是对幻象的模仿,”他说。
πόρρω ἄρα που τοῦ ἀληθοῦς ἡ μιμητική ἐστιν καί, ὡς ἔοικεν, διὰ τοῦτο πάντα ἀπεργάζεται, ὅτι σμικρόν τι ἑκάστου ἐφάπτεται, καὶ τοῦτο εἴδωλον.
“因此,模仿术离真理确实非常遥远。 而且看来,它之所以能制作一切,正是因为它只触及了每件事物的一小部分,而那一部分只是一个影像。
οἷον ὁ ζωγράφος, φαμέν, ζωγραφήσει ἡμῖν σκυτοτόμον, τέκτονα, τοὺς ἄλλους δημιουργούς, περὶ οὐδενὸς τούτων ἐπαΐων τῶν τεχνῶν· ἀλλʼ ὅμως παῖδάς γε καὶ ἄφρονας ἀνθρώπους, εἰ ἀγαθὸς εἴη ζωγράφος, γράψας ἂν τέκτονα καὶ πόρρωθεν ἐπιδεικνὺς ἐξαπατῷ ἂν τῷ δοκεῖν ὡς ἀληθῶς τέκτονα εἶναι.
例如,我们说,画家会为我们画出鞋匠、木匠以及其他手艺人,尽管他考量这些技术时其实一无所知;然而,如果他是个优秀的画家,他画出木匠并在远处展示时,就能欺骗儿童和愚蠢的人,使他们以为那真的是一个木匠。
τί δʼ οὔ;
” “怎么会不呢?
ἀλλὰ γὰρ οἶμαι ὦ φίλε, τόδε δεῖ περὶ πάντων τῶν τοιούτων διανοεῖσθαι· ἐπειδάν τις ἡμῖν ἀπαγγέλλῃ περί του, ὡς ἐνέτυχεν ἀνθρώπῳ πάσας ἐπισταμένῳ τὰς δημιουργίας καὶ τἆλλα πάντα ὅσα εἷς ἕκαστος οἶδεν, οὐδὲν ὅτι οὐχὶ ἀκριβέστερον ὁτουοῦν ἐπισταμένῳ, ὑπολαμβάνειν δεῖ τῷ τοιούτῳ ὅτι εὐήθης τις ἄνθρωπος, καί, ὡς ἔοικεν, ἐντυχὼν γόητί τινι καὶ μιμητῇ ἐξηπατήθη, ὥστε ἔδοξεν αὐτῷ πάσσοφος εἶναι, διὰ τὸ αὐτὸς μὴ οἷός τʼ εἶναι ἐπιστήμην καὶ ἀνεπιστημοσύνην καὶ μίμησιν ἐξετάσαι.
” “但是,朋友,我认为对于所有这类事情,我们都必须这样思考:当有人向我们报告,说他遇到了一个懂得所有手工艺,并且懂得每个单个人所懂得的其他一切,而且没有任何事情他不比任何人懂得更精确时,我们必须对这样的人说,他是一个天真的人,而且看来,他是遇到了一位魔术师和模仿者,因而被欺骗了,以至于认为那个人无所不知,这是因为他自己无法检验知识、无知以及模仿。
ἀληθέστατα, ἔφη.
” “确实如此,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, μετὰ τοῦτο ἐπισκεπτέον τήν τε τραγῳδίαν καὶ τὸν ἡγεμόνα αὐτῆς Ὅμηρον, ἐπειδή τινων ἀκούομεν ὅτι οὗτοι πάσας μὲν τέχνας ἐπίστανται, πάντα δὲ τὰ ἀνθρώπεια τὰ πρὸς ἀρετὴν καὶ κακίαν, καὶ τά γε θεῖα·
“那么,”我说,“在此之后我们必须考察悲剧以及它的引领者荷马,因为我们听到一些人说,这些人懂得所有的技术,以及所有关于德性与邪恶的人类事务,乃至神圣的事务。
ἀνάγκη γὰρ τὸν ἀγαθὸν ποιητήν, εἰ μέλλει περὶ ὧν ἂν ποιῇ καλῶς ποιήσειν, εἰδότα ἄρα ποιεῖν, ἢ μὴ οἷόν τε εἶναι ποιεῖν.
因为,优秀的诗人如果要在写诗时写得好,必然是在有知识的情况下进行创作,否则他就无法创作。
§10.599δεῖ δὴ ἐπισκέψασθαι πότερον μιμηταῖς τούτοις οὗτοι ἐντυχόντες ἐξηπάτηνται καὶ τὰ ἔργα αὐτῶν ὁρῶντες οὐκ αἰσθάνονται τριττὰ ἀπέχοντα τοῦ ὄντος καὶ ῥᾴδια ποιεῖν μὴ εἰδότι τὴν ἀλήθειαν—φαντάσματα γὰρ ἀλλʼ οὐκ ὄντα ποιοῦσιν—ἤ τι καὶ λέγουσιν καὶ τῷ ὄντι οἱ ἀγαθοὶ ποιηταὶ ἴσασιν περὶ ὧν δοκοῦσιν τοῖς πολλοῖς εὖ λέγειν.
” “因此,我们必须考察,这些人遇到这些模仿者时是否被欺骗了,并且在看到他们的作品时,没能觉察到这些作品与存在相隔三代,而且对于不知道真理的人来说也很容易制作(因为他们制作的是幻象而非存在者),或者他们是否确实说出了一些有价值的东西,而优秀的诗人们也真正懂得那些在众人看来他们说得很好的事情。
πάνυ μὲν οὖν, ἔφη, ἐξεταστέον.
” “完全如此,”他说,“必须予以考察。
οἴει οὖν, εἴ τις ἀμφότερα δύναιτο ποιεῖν, τό τε μιμηθησόμενον καὶ τὸ εἴδωλον, ἐπὶ τῇ τῶν εἰδώλων δημιουργίᾳ ἑαυτὸν ἀφεῖναι ἂν σπουδάζειν καὶ τοῦτο προστήσασθαι τοῦ ἑαυτοῦ βίου ὡς βέλτιστον ἔχοντα;
” “那么,你认为,如果有人能够制作这两者——即被模仿的对象和它的影像,他会让自己沉湎于制作影像的行当,并把这作为自己生活的最高追求吗?
οὐκ ἔγωγε.
” “我不会。
ἀλλʼ εἴπερ γε οἶμαι ἐπιστήμων εἴη τῇ ἀληθείᾳ τούτων πέρι ἅπερ καὶ μιμεῖται, πολὺ πρότερον ἐν τοῖς ἔργοις ἂν σπουδάσειεν ἢ ἐπὶ τοῖς μιμήμασι, καὶ πειρῷτο ἂν πολλὰ καὶ καλὰ ἔργα ἑαυτοῦ καταλιπεῖν μνημεῖα, καὶ εἶναι προθυμοῖτʼ ἂν μᾶλλον ὁ ἐγκωμιαζόμενος ἢ ὁ ἐγκωμιάζων.
” “但是,我想,如果他在真理上确实懂得他所模仿的那些事物,他会远比对模仿物更加热心地投身于实际的作品中,并尝试留下许多美丽的实际作品作为自己的纪念碑,并且更愿意成为被颂扬者,而不是颂扬者。
οἶμαι, ἔφη· οὐ γὰρ ἐξ ἴσου ἥ τε τιμὴ καὶ ἡ ὠφελία.
” “我想是的,”他说,“因为名誉和益处并不是对等的。
τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λόγον Ὅμηρον ἢ ἄλλον ὁντινοῦν τῶν ποιητῶν, ἐρωτῶντες εἰ ἰατρικὸς ἦν τις αὐτῶν ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιός, ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐκγόνους, μηδʼ αὖ περὶ τὰς ἄλλας τέχνας αὐτοὺς ἐρωτῶμεν, ἀλλʼ ἐῶμεν·
” “那么,关于其他技术,我们就不向荷马或任何其他诗人追究了。 我们不问他们中是否有人是医生,而不仅是医学言论的模仿者——我们可以问:古代或现代的哪位诗人曾像阿斯克勒庇俄斯那样使人健康,或者像他留给后代那样留下了医学弟子? 我们也不必在其他技术上询问他们,而是放过他们。
περὶ δὲ ὧν μεγίστων τε καὶ καλλίστων ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων, καὶ παιδείας πέρι ἀνθρώπου, δίκαιόν που ἐρωτᾶν αὐτὸν πυνθανομένους· ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι, εἰδώλου δημιουργός, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γιγνώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ διʼ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί;
但是,对于荷马试图谈论的最重大、最美好的事情,即关于战争、将帅之术、城邦治理以及关于人类教育的事情,我们去询问和探究他显然是公正的: ‘亲爱的荷马,如果你在德性方面不是与真理相隔三代的第三者,也就是我们定义为模仿者的那个影像的制作者,而是第二者,并且能够懂得什么样的生活方式使人在私人和公共生活中变得更好或更坏,那么请告诉我们,哪一个城邦因为你而得到了更好的治理? 就像拉刻代蒙因为莱库古,以及许多其他大小城邦因为许多其他人那样?
σὲ δὲ τίς αἰτιᾶται πόλις νομοθέτην ἀγαθὸν γεγονέναι καὶ σφᾶς ὠφεληκέναι;
哪一个城邦归功于你,认为你是一个优秀的立法者并使他们受益?
Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς;
因为意大利和西西里归功于哈隆达斯,我们归功于梭伦;但谁归功于你呢?
ἕξει τινὰ εἰπεῖν;
’他能说出任何人吗?
οὐκ οἶμαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδʼ ὑπʼ αὐτῶν Ὁμηριδῶν.
” “我想不能,”格劳孔说,“至少连荷马的后裔自己也没有提起过这样的人。 ”

词汇与语法注释

  1. 598aμή τι διαφέρει αὐτὴ ἑαυτῆς — 此处使用比较属格 ἑαυτῆς 与动词 διαφέρει 搭配,意为“(床本身)是否与自身有所不同”,提出了同一事物是否会因为视角的改变而在本质上变得与自身相异这一问题。
  2. 598bφαντάσματος ἢ ἀληθείας οὖσα μίμησις — 属格 φαντάσματος 和 ἀληθείας 作为名词 μίμησις 的客观属格(宾格性属格),构成了“对幻象的模仿,或对真理的模仿”之意。
  3. 598cγράψας ἂν τέκτονα καὶ πόρρωθεν ἐπιδεικνὺς ἐξαπατῷ ἂν — 助词 ἂν 同时出现在分词 γράψας 和主控动词希求式 ἐξαπατῷ 上。这种 ἂν 的重复将潜在希求式的假设/可能语气延伸到整个句子,尤其是表示条件的分词短语上。
  4. 598dοὐδὲν ὅτι οὐχὶ — 这是 οὐδέν ἐστιν ὅτι οὐχί(“没有什么不是……”)省略了非人称动词 ἐστιν 的习惯表达,整体上表示强烈的双重否定,意为“(比任何人更精确地知道)一切事物”。
  5. 599aτριττὰ ἀπέχοντα τοῦ ὄντος — 分词 ἀπέχοντα 伴随着表示起点/分离的属格 τοῦ ὄντος(“离存在”),并由充当副词的中性复数宾格 τριττά(“第三个地/相隔三代地”)修饰。这一表达清晰地指出了理式(第一)、实体产品(第二)和模仿物(第三)与真实存在之间的层级距离。

引用这一段

柏拉图, 理想国 §10.598-10.599. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:10.598-10.599

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。