§1.336ἀλλʼ οἶσθα, ἦν δʼ ἐγώ, οὗ μοι δοκεῖ εἶναι τὸ ῥῆμα, τὸ φάναι δίκαιον εἶναι τοὺς μὲν φίλους ὠφελεῖν, τοὺς δʼ ἐχθροὺς βλάπτειν;
「しかし、」と私は言った。 「『友人を助け、敵を害することが正しい』という言葉が、誰に由来するものだと私に思われるか、君は知っているかね。
τίνος; ἔφη.
」「誰のものですか」と彼は言った。
οἶμαι αὐτὸ Περιάνδρου εἶναι ἢ Περδίκκου ἢ Ξέρξου ἢ Ἰσμηνίου τοῦ Θηβαίου ἤ τινος ἄλλου μέγα οἰομένου δύνασθαι πλουσίου ἀνδρός.
「それはペリアンドロスか、ペルディッカスか、クセルクセスか、あるいはテーバイ人のイスメニアス、あるいは自分が大きな力を持っていると思い込んでいる他の富裕な人間の誰かのものだと、私は思うのだ。
ἀληθέστατα, ἔφη, λέγεις.
」「極めて正しいことをおっしゃっています」と彼は言った。
εἶεν, ἦν δʼ ἐγώ·
「よろしい、」と私は言った。
ἐπειδὴ δὲ οὐδὲ τοῦτο ἐφάνη ἡ δικαιοσύνη ὂν οὐδὲ τὸ δίκαιον, τί ἂν ἄλλο τις αὐτὸ φαίη εἶναι;
「しかし、これもまた正義でも正しいことでもないことが明らかになった以上、誰かがそれを他に何であると言うだろうか。
καὶ ὁ Θρασύμαχος πολλάκις μὲν καὶ διαλεγομένων ἡμῶν μεταξὺ ὥρμα ἀντιλαμβάνεσθαι τοῦ λόγου, ἔπειτα ὑπὸ τῶν παρακαθημένων διεκωλύετο βουλομένων διακοῦσαι τὸν λόγον·
」そしてトラシュマコスは、私たちが対話している間も、途中で何度も議論に割り込もうと身を乗り出していたが、その都度、議論を最後まで聞きたいと思った傍らに座っている人々によって制止されていた。
ὡς δὲ διεπαυσάμεθα καὶ ἐγὼ ταῦτʼ εἶπον, οὐκέτι ἡσυχίαν ἦγεν, ἀλλὰ συστρέψας ἑαυτὸν ὥσπερ θηρίον ἧκεν ἐφʼ ἡμᾶς ὡς διαρπασόμενος.
しかし、私たちが話を終え、私がこれらのことを言うと、彼はもはやじっとしていられず、猛獣のように自らを丸めて、私たちを引き裂かんばかりに襲いかかってきた。
καὶ ἐγώ τε καὶ ὁ Πολέμαρχος δείσαντες διεπτοήθημεν·
私もポレマルコスも恐怖に駆られて震え上がった。
ὁ δʼ εἰς τὸ μέσον φθεγξάμενος, τίς, ἔφη, ὑμᾶς πάλαι φλυαρία ἔχει, ὦ Σώκρατες;
彼は一座の真ん中で声を大にして言った。 「ソクラテス、さっきから君たちを捉えているそのくだらないおしゃべりは一体何なのだ?
καὶ τί εὐηθίζεσθε πρὸς ἀλλήλους ὑποκατακλινόμενοι ὑμῖν αὐτοῖς;
そして、なぜ君たちは互いに譲り合って、馬鹿げた振る舞いをしているのか?
ἀλλʼ εἴπερ ὡς ἀληθῶς βούλει εἰδέναι τὸ δίκαιον ὅτι ἔστι, μὴ μόνον ἐρώτα μηδὲ φιλοτιμοῦ ἐλέγχων ἐπειδάν τίς τι ἀποκρίνηται, ἐγνωκὼς τοῦτο, ὅτι ῥᾷον ἐρωτᾶν ἢ ἀποκρίνεσθαι, ἀλλὰ καὶ αὐτὸς ἀπόκριναι καὶ εἰπὲ τί φῂς εἶναι τὸ δίκαιον.
もし君が本当に正しいこととは何かを知りたいと思うなら、質問するばかりでなく、また誰かが答えたときにそれを論駁することに名誉欲を燃やすな。 質問することの方が答えることよりも容易だということをわきまえた上で、自らも答え、君自身が正義を何であると主張するのかを言いなさい。
καὶ ὅπως μοι μὴ ἐρεῖς ὅτι τὸ δέον ἐστὶν μηδʼ ὅτι τὸ ὠφέλιμον μηδʼ ὅτι τὸ λυσιτελοῦν μηδʼ ὅτι τὸ κερδαλέον μηδʼ ὅτι τὸ συμφέρον, ἀλλὰ σαφῶς μοι καὶ ἀκριβῶς λέγε ὅτι ἂν λέγῃς·
そして、私に対して、それが『なされるべきこと』だとか、『有益なこと』だとか、『得になること』だとか、『儲かること』だとか、『ためになること』だとか言ってはならない。 君の言うことは何であれ、私に明瞭かつ正確に言いなさい。
ὡς ἐγὼ οὐκ ἀποδέξομαι ἐὰν ὕθλους τοιούτους λέγῃς.
そのようなくだらない戯言を君が言うなら、私は受け入れないからな。
καὶ ἐγὼ ἀκούσας ἐξεπλάγην καὶ προσβλέπων αὐτὸν ἐφοβούμην, καί μοι δοκῶ, εἰ μὴ πρότερος ἑωράκη αὐτὸν ἢ ἐκεῖνος ἐμέ, ἄφωνος ἂν γενέσθαι.
」私はこれを聞いて愕然とし、彼を見つめながら恐怖を感じた。 もし彼が私を見るよりも先に私が彼を見ていなかったなら、私は声を失っていただろうと思う。
νῦν δὲ ἡνίκα ὑπὸ τοῦ λόγου ἤρχετο ἐξαγριαίνεσθαι, προσέβλεψα αὐτὸν πρότερος, ὥστε αὐτῷ οἷός τʼ ἐγενόμην ἀποκρίνασθαι, καὶ εἶπον ὑποτρέμων·
しかし今や、彼が議論によって猛り立ち始めたまさにその時、私が彼を先に見つめたので、彼に答えることができたのだ。 そこで私は少し震えながら言った。
ὦ Θρασύμαχε, μὴ χαλεπὸς ἡμῖν ἴσθι·
「トラシュマコスよ、どうか私たちに腹を立てないでほしい。
εἰ γάρ τι ἐξαμαρτάνομεν ἐν τῇ τῶν λόγων σκέψει ἐγώ τε καὶ ὅδε, εὖ ἴσθι ὅτι ἄκοντες ἁμαρτάνομεν.
もし私とこの男が議論の検討において何らかの過ちを犯しているなら、それは本意ではなく犯している過ちであることをよく知ってほしい。
μὴ γὰρ δὴ οἴου, εἰ μὲν χρυσίον ἐζητοῦμεν, οὐκ ἄν ποτε ἡμᾶς ἑκόντας εἶναι ὑποκατακλίνεσθαι ἀλλήλοις ἐν τῇ ζητήσει καὶ διαφθείρειν τὴν εὕρεσιν αὐτοῦ, δικαιοσύνην δὲ ζητοῦντας, πρᾶγμα πολλῶν χρυσίων τιμιώτερον, ἔπειθʼ οὕτως ἀνοήτως ὑπείκειν ἀλλήλοις καὶ οὐ σπουδάζειν ὅτι μάλιστα φανῆναι αὐτό.
なぜなら、もし私たちが金を捜していたとしたら、捜索の途中で互いに譲り合って金の発見を台無しにするようなことは、決して好んではしなかったはずだと思うからだ。 それなのに、多くの金よりもはるかに貴重なものである正義を捜していながら、これほど愚かにも互いに譲り合い、それが何よりも明らかになるように真剣に努力しないなどということがあろうか。
§1.337οἴου γε σύ, ὦ φίλε.
そう思ってくれるかね、友よ。
ἀλλʼ οἶμαι οὐ δυνάμεθα·
しかし、思うに私たちにはその能力がないのだ。
ἐλεεῖσθαι οὖν ἡμᾶς πολὺ μᾶλλον εἰκός ἐστίν που ὑπὸ ὑμῶν τῶν δεινῶν ἢ χαλεπαίνεσθαι.
したがって、君たちのような優れた人々から、私たちは腹を立てられるよりも、むしろはるかに同情される方が当然なのだ。
καὶ ὃς ἀκούσας ἀνεκάγχασέ τε μάλα σαρδάνιον καὶ εἶπεν·
」すると彼はこれを聞いて、ひどくにがにがしく高笑いをして言った。
ὦ Ἡράκλεις, ἔφη, αὕτη ʼκείνη ἡ εἰωθυῖα εἰρωνεία Σωκράτους, καὶ ταῦτʼ ἐγὼ ᾔδη τε καὶ τούτοις προύλεγον, ὅτι σὺ ἀποκρίνασθαι μὲν οὐκ ἐθελήσοις, εἰρωνεύσοιο δὲ καὶ πάντα μᾶλλον ποιήσοις ἢ ἀποκρινοῖο, εἴ τίς τί σε ἐρωτᾷ.
「ヘラクレスよ! 」と彼は言った。 「これがあの、いつものソクラテスのとぼけだ! そしてこのことを、私は知っていたし、ここにいる人々にもあらかじめ言っていたのだ。 君は答えることを拒み、とぼけてみせ、誰かが君に何かを問うならば、答えること以外のあらゆることをするだろう、と。
σοφὸς γὰρ εἶ, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε·
」「なにしろ君は知者だからね、トラシュマコス。 」と私は言った。
εὖ οὖν ᾔδησθα ὅτι εἴ τινα ἔροιο ὁπόσα ἐστὶν τὰ δώδεκα, καὶ ἐρόμενος προείποις αὐτῷ—
ὅπως μοι, ὦ ἄνθρωπε, μὴ ἐρεῖς ὅτι ἔστιν τὰ δώδεκα δὶς ἓξ μηδʼ ὅτι τρὶς τέτταρα μηδʼ ὅτι ἑξάκις δύο μηδʼ ὅτι τετράκις τρία·
「だから君はよく知っていたのだ、もし君が誰かに『12はいくつか』と尋ね、尋ねる際にあらかじめ彼にこう言っておいたとしたら―― 『これこれの男よ、私に対して、12が「2回×6」だとか、「3回×4」だとか、「6回×2」だとか、「4回×3」だとか言ってはならない。
ὡς οὐκ ἀποδέξομαί σου ἐὰν τοιαῦτα φλυαρῇς
—δῆλον οἶμαί σοι ἦν ὅτι οὐδεὶς ἀποκρινοῖτο τῷ οὕτως πυνθανομένῳ.
君がそのようなくだらないことを言うなら、私は受け入れないからな』と―― ――そのような方法で尋ねる者に対しては、誰も答えないだろうということは、君にも明らかだったと思うのだ。
ἀλλʼ εἴ σοι εἶπεν·
だが、もしその人が君にこう言ったとしたら。
ὦ Θρασύμαχε, πῶς λέγεις;
『トラシュマコスよ、どういうことですか。
μὴ ἀποκρίνωμαι ὧν προεῖπες μηδέν;
あなたが事前に禁止したもののうち、何ひとつ答えてはならないのですか。
πότερον, ὦ θαυμάσιε, μηδʼ εἰ τούτων τι τυγχάνει ὄν, ἀλλʼ ἕτερον εἴπω τι τοῦ ἀληθοῦς;
不思議な方よ、たとえそれらのうちのどれかが実際に正しいとしても、それさえ答えてはならず、真実とは異なる何か別のことを言うべきなのですか。
ἢ πῶς λέγεις;
それとも、どういう意味なのですか。
τί ἂν αὐτῷ εἶπες πρὸς ταῦτα;
』君ならこの問いに対して、何と答えただろうか。
εἶεν, ἔφη·
」「ふん、」と彼は言った。
ὡς δὴ ὅμοιον τοῦτο ἐκείνῳ.
「まるでこれが、あれと同じであるかのように言うな。
οὐδέν γε κωλύει, ἦν δʼ ἐγώ·
」「何ひとつ妨げるものはないさ」と私は言った。
εἰ δʼ οὖν καὶ μὴ ἔστιν ὅμοιον, φαίνεται δὲ τῷ ἐρωτηθέντι τοιοῦτον, ἧττόν τι αὐτὸν οἴει ἀποκρινεῖσθαι τὸ φαινόμενον ἑαυτῷ, ἐάντε ἡμεῖς ἀπαγορεύωμεν ἐάντε μή;
「いや、たとえ同じではないとしても、問われた者にはそのように思われるなら、私たちが禁止しようとしまいと、その人は自分に思われる通りのことをやはり答えるのではないかと思うのだが。
ἄλλο τι οὖν, ἔφη, καὶ σὺ οὕτω ποιήσεις·
」「それなら、」と彼は言った。 「君もまさにそうするつもりなのだな。
ὧν ἐγὼ ἀπεῖπον, τούτων τι ἀποκρινῇ;
私が禁止したもののうちのどれかを答えるつもりか。
οὐκ ἂν θαυμάσαιμι, ἦν δʼ ἐγώ·
」「驚くには及ばないさ、」と私は言った。
εἴ μοι σκεψαμένῳ οὕτω δόξειεν.
「もし私がよく考えてみて、そのように思えたならばね。
τί οὖν, ἔφη, ἂν ἐγὼ δείξω ἑτέραν ἀπόκρισιν παρὰ πάσας ταύτας περὶ δικαιοσύνης, βελτίω τούτων;
」「では、」と彼は言った。 「もし私が、正義について、これらすべての答えとは異なる、これらよりも優れた別の答えを示したとしたら、君はどんな処罰を受けるのが当然だと思うかね。
τί ἀξιοῖς παθεῖν; τί ἄλλο, ἦν δʼ ἐγώ, ἢ ὅπερ προσήκει πάσχειν τῷ μὴ εἰδότι;
」「知らざる者にふさわしい処罰以外の何があるだろうか」と私は言った。
προσήκει δέ που μαθεῖν παρὰ τοῦ εἰδότος·
「知らざる者には、知っている者から学ぶことがふさわしい。
καὶ ἐγὼ οὖν τοῦτο ἀξιῶ παθεῖν.
したがって、私もまた、その処罰を受けるのが当然だと思う。
ἡδὺς γὰρ εἶ, ἔφη·
」「おめでたい奴だな」と彼は言った。
ἀλλὰ πρὸς τῷ μαθεῖν καὶ ἀπότεισον ἀργύριον.
「だが、学ぶことに加えて、金も支払ってもらおう。
οὐκοῦν ἐπειδάν μοι γένηται, εἶπον.
」「では、手元に金ができたときにね」と私は言った。
ἀλλʼ ἔστιν, ἔφη ὁ Γλαύκων.
「金ならありますよ」とグラウコンが言った。
ἀλλʼ ἕνεκα ἀργυρίου, ὦ Θρασύμαχε, λέγε·
「だから、お金のためなら、トラシュマコス、言ってください。
πάντες γὰρ ἡμεῖς Σωκράτει εἰσοίσομεν.
私たち全員で、ソクラテスのために金を出し合いますから。
πάνυ γε οἶμαι, ἦ δʼ ὅς·
」「いかにもそうだろうさ、」と彼は言った。
ἵνα Σωκράτης τὸ εἰωθὸς διαπράξηται·
「ソクラテスがいつもの手口を実行できるようにね。
αὐτὸς μὲν μὴ ἀποκρίνηται, ἄλλου δʼ ἀποκρινομένου λαμβάνῃ λόγον καὶ ἐλέγχῃ.
自分は答えず、他人が答えたときに、その議論を取り上げて論駁するのだ。 」