§1.336ἀλλʼ οἶσθα, ἦν δʼ ἐγώ, οὗ μοι δοκεῖ εἶναι τὸ ῥῆμα, τὸ φάναι δίκαιον εἶναι τοὺς μὲν φίλους ὠφελεῖν, τοὺς δʼ ἐχθροὺς βλάπτειν;
“但是,”我说,“你知道在我看来,‘对朋友施以利益、对敌人施以伤害是正义的’这一说法,是属于谁的吗?
τίνος;
” “谁的?
ἔφη.
”他说。
οἶμαι αὐτὸ Περιάνδρου εἶναι ἢ Περδίκκου ἢ Ξέρξου ἢ Ἰσμηνίου τοῦ Θηβαίου ἤ τινος ἄλλου μέγα οἰομένου δύνασθαι πλουσίου ἀνδρός.
“我想它是属于佩里安德罗斯、佩尔迪卡斯、薛西斯或底比斯人伊斯梅尼亚斯,或者是其他某个自以为拥有巨大势力的富人。
ἀληθέστατα, ἔφη, λέγεις.
” “您说得最对不过了,”他说。
εἶεν, ἦν δʼ ἐγώ· ἐπειδὴ δὲ οὐδὲ τοῦτο ἐφάνη ἡ δικαιοσύνη ὂν οὐδὲ τὸ δίκαιον, τί ἂν ἄλλο τις αὐτὸ φαίη εἶναι;
“好罢,”我说;“既然这既不显为是正义,也不显为是正义的事物,那人们还会说它是什么呢?
καὶ ὁ Θρασύμαχος πολλάκις μὲν καὶ διαλεγομένων ἡμῶν μεταξὺ ὥρμα ἀντιλαμβάνεσθαι τοῦ λόγου, ἔπειτα ὑπὸ τῶν παρακαθημένων διεκωλύετο βουλομένων διακοῦσαι τὸν λόγον·
” 而色拉叙马霍斯在我们谈话期间,曾多次急于插进来打断我们的讨论,但都被坐在旁边、想要听完这番话的人给阻拦了。
ὡς δὲ διεπαυσάμεθα καὶ ἐγὼ ταῦτʼ εἶπον, οὐκέτι ἡσυχίαν ἦγεν, ἀλλὰ συστρέψας ἑαυτὸν ὥσπερ θηρίον ἧκεν ἐφʼ ἡμᾶς ὡς διαρπασόμενος.
但是当我们停下来,而我说了这些话时,他再也无法保持安静了,而是像野兽一样弓起身子,朝我们扑过来,仿佛要把我们撕碎。
καὶ ἐγώ τε καὶ ὁ Πολέμαρχος δείσαντες διεπτοήθημεν·
我和波勒马科斯都吓得惊慌失措。
ὁ δʼ εἰς τὸ μέσον φθεγξάμενος, τίς, ἔφη, ὑμᾶς πάλαι φλυαρία ἔχει, ὦ Σώκρατες;
而他在众人中间大声嚷道:“苏格拉底,刚才这一阵子,你们在这里胡说八道些什么呢?
καὶ τί εὐηθίζεσθε πρὸς ἀλλήλους ὑποκατακλινόμενοι ὑμῖν αὐτοῖς;
你们为什么互相让步,像傻子一样玩这种愚蠢的游戏?
ἀλλʼ εἴπερ ὡς ἀληθῶς βούλει εἰδέναι τὸ δίκαιον ὅτι ἔστι, μὴ μόνον ἐρώτα μηδὲ φιλοτιμοῦ ἐλέγχων ἐπειδάν τίς τι ἀποκρίνηται, ἐγνωκὼς τοῦτο, ὅτι ῥᾷον ἐρωτᾶν ἢ ἀποκρίνεσθαι, ἀλλὰ καὶ αὐτὸς ἀπόκριναι καὶ εἰπὲ τί φῂς εἶναι τὸ δίκαιον.
但如果你真的想知道什么是正义,就不要光是发问,也不要通过在别人回答时进行驳斥来争强好胜——你要明白这一点:提问比回答要容易得多——相反,你必须自己也做出回答,并说明你主张什么是正义。
καὶ ὅπως μοι μὴ ἐρεῖς ὅτι τὸ δέον ἐστὶν μηδʼ ὅτι τὸ ὠφέλιμον μηδʼ ὅτι τὸ λυσιτελοῦν μηδʼ ὅτι τὸ κερδαλέον μηδʼ ὅτι τὸ συμφέρον, ἀλλὰ σαφῶς μοι καὶ ἀκριβῶς λέγε ὅτι ἂν λέγῃς· ὡς ἐγὼ οὐκ ἀποδέξομαι ἐὰν ὕθλους τοιούτους λέγῃς.
而且,你可千万别告诉我它是 ‘应然’,也别说是‘有益’,别说是‘有利’,别说是‘划算’,也别说是‘适合’,而是要清晰、精确地告诉我你所说的是什么;因为如果你说这些废话,我是绝不接受的。
καὶ ἐγὼ ἀκούσας ἐξεπλάγην καὶ προσβλέπων αὐτὸν ἐφοβούμην, καί μοι δοκῶ, εἰ μὴ πρότερος ἑωράκη αὐτὸν ἢ ἐκεῖνος ἐμέ, ἄφωνος ἂν γενέσθαι.
” 我听了这话大吃一惊,看着他感到害怕。 我觉得,要不是我在他看着我之前先看到了他,我恐怕会吓得说不出话来。
νῦν δὲ ἡνίκα ὑπὸ τοῦ λόγου ἤρχετο ἐξαγριαίνεσθαι, προσέβλεψα αὐτὸν πρότερος, ὥστε αὐτῷ οἷός τʼ ἐγενόμην ἀποκρίνασθαι, καὶ εἶπον ὑποτρέμων· ὦ Θρασύμαχε, μὴ χαλεπὸς ἡμῖν ἴσθι·
但实际上,就在他开始因讨论而变得狂暴时,我先看到了他,因而我能够回答他,于是我有些颤抖地说道: “色拉叙马霍斯,请不要对我们发怒。
εἰ γάρ τι ἐξαμαρτάνομεν ἐν τῇ τῶν λόγων σκέψει ἐγώ τε καὶ ὅδε, εὖ ἴσθι ὅτι ἄκοντες ἁμαρτάνομεν.
因为如果我和这位朋友在考查论证时犯了什么错误,请你确信,我们绝不是故意犯错的。
μὴ γὰρ δὴ οἴου, εἰ μὲν χρυσίον ἐζητοῦμεν, οὐκ ἄν ποτε ἡμᾶς ἑκόντας εἶναι ὑποκατακλίνεσθαι ἀλλήλοις ἐν τῇ ζητήσει καὶ διαφθείρειν τὴν εὕρεσιν αὐτοῦ, δικαιοσύνην δὲ ζητοῦντας, πρᾶγμα πολλῶν χρυσίων τιμιώτερον, ἔπειθʼ οὕτως ἀνοήτως ὑπείκειν ἀλλήλοις καὶ οὐ σπουδάζειν ὅτι μάλιστα φανῆναι αὐτό.
因为,请不要以为,如果我们是在寻找黄金,我们会在寻找的过程中故意互相让步、从而毁掉发现黄金的机会;而在寻找正义——一件比许多黄金更宝贵得多的事物——时,我们却会如此愚蠢地互相退让,而不竭尽全力让它显露出来。
§1.337οἴου γε σύ, ὦ φίλε.
我的朋友,你一定要相信这一点。
ἀλλʼ οἶμαι οὐ δυνάμεθα· ἐλεεῖσθαι οὖν ἡμᾶς πολὺ μᾶλλον εἰκός ἐστίν που ὑπὸ ὑμῶν τῶν δεινῶν ἢ χαλεπαίνεσθαι.
但我想我们是没有这个能力的;因此,比起对我们发怒,你们这些聪明人更有理由怜悯我们才对。
καὶ ὃς ἀκούσας ἀνεκάγχασέ τε μάλα σαρδάνιον καὶ εἶπεν·
” 他听了这话,极其冷酷地大笑起来,说道:“赫拉克勒斯啊!
ὦ Ἡράκλεις, ἔφη, αὕτη ʼκείνη ἡ εἰωθυῖα εἰρωνεία Σωκράτους, καὶ ταῦτʼ ἐγὼ ᾔδη τε καὶ τούτοις προύλεγον, ὅτι σὺ ἀποκρίνασθαι μὲν οὐκ ἐθελήσοις, εἰρωνεύσοιο δὲ καὶ πάντα μᾶλλον ποιήσοις ἢ ἀποκρινοῖο, εἴ τίς τί σε ἐρωτᾷ.
”他说,“这就是苏格拉底那惯常的装糊涂! 这一点我早就知道,也预先对这些人说过:你绝不愿意回答,而会装糊涂,如果有人问你什么,你宁可做任何别的事,也绝不回答。
σοφὸς γὰρ εἶ, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε· εὖ οὖν ᾔδησθα ὅτι εἴ τινα ἔροιο ὁπόσα ἐστὶν τὰ δώδεκα, καὶ ἐρόμενος προείποις αὐτῷ—
ὅπως μοι, ὦ ἄνθρωπε, μὴ ἐρεῖς ὅτι ἔστιν τὰ δώδεκα δὶς ἓξ μηδʼ ὅτι τρὶς τέτταρα μηδʼ ὅτι ἑξάκις δύο μηδʼ ὅτι τετράκις τρία· ὡς οὐκ ἀποδέξομαί σου ἐὰν τοιαῦτα φλυαρῇς
—δῆλον οἶμαί σοι ἦν ὅτι οὐδεὶς ἀποκρινοῖτο τῷ οὕτως πυνθανομένῳ.
” “因为你是个智者,色拉叙马霍斯,”我说,“所以你很清楚,如果你问某人‘十二是多少’,而在发问时,你预先对他说—— ‘喂,老兄,你可别告诉我十二是二乘六,也别说是三乘四,别说是六乘二,也别说是四乘三;因为如果你胡说这些,我是不会接受的’—— ——我想你很清楚,对于这样提问的人,谁也不会做出回答。
ἀλλʼ εἴ σοι εἶπεν· ὦ Θρασύμαχε, πῶς λέγεις;
但如果那人对你说: ‘色拉叙马霍斯,你这是什么意思?
μὴ ἀποκρίνωμαι ὧν προεῖπες μηδέν;
难道你预先禁止的那些回答我一个也不能用吗?
πότερον, ὦ θαυμάσιε, μηδʼ εἰ τούτων τι τυγχάνει ὄν, ἀλλʼ ἕτερον εἴπω τι τοῦ ἀληθοῦς;
不可思议的人啊,即便其中某一个碰巧是事实,我也不能说,而必须说些与真理不同的其他内容吗?
ἢ πῶς λέγεις;
或者你到底是什么意思?
τί ἂν αὐτῷ εἶπες πρὸς ταῦτα;
’ 对于这些,你又会怎么回答他呢?
εἶεν, ἔφη· ὡς δὴ ὅμοιον τοῦτο ἐκείνῳ.
” “哼,”他说,“说得好像这情况和那情况一样似的。
οὐδέν γε κωλύει, ἦν δʼ ἐγώ· εἰ δʼ οὖν καὶ μὴ ἔστιν ὅμοιον, φαίνεται δὲ τῷ ἐρωτηθέντι τοιοῦτον, ἧττόν τι αὐτὸν οἴει ἀποκρινεῖσθαι τὸ φαινόμενον ἑαυτῷ, ἐάντε ἡμεῖς ἀπαγορεύωμεν ἐάντε μή;
” “没有什么不可能的,”我说,“即便两者并不相同,但如果被问到的人觉得它就是如此,你认为不管我们禁不禁止,他难道就不会照着自己所认为的那样去回答吗?
ἄλλο τι οὖν, ἔφη, καὶ σὺ οὕτω ποιήσεις·
” “那么,”他说,“你也要这样做吗?
ὧν ἐγὼ ἀπεῖπον, τούτων τι ἀποκρινῇ;
你打算回答我禁止的那些内容中的某一个吗?
οὐκ ἂν θαυμάσαιμι, ἦν δʼ ἐγώ· εἴ μοι σκεψαμένῳ οὕτω δόξειεν.
” “我不会感到意外,”我说,“如果我经过深思熟虑后觉得应当如此的话。
τί οὖν, ἔφη, ἂν ἐγὼ δείξω ἑτέραν ἀπόκρισιν παρὰ πάσας ταύτας περὶ δικαιοσύνης, βελτίω τούτων;
” “那么,”他说,“如果我能就正义给出另一个不同于所有这些、并且比它们更好的回答呢?
τί ἀξιοῖς παθεῖν;
你认为你该受到什么惩罚?
τί ἄλλο, ἦν δʼ ἐγώ, ἢ ὅπερ προσήκει πάσχειν τῷ μὴ εἰδότι;
” “还能有什么呢,”我说,“无非是那些无知之人理所应当承受的惩罚罢了。
προσήκει δέ που μαθεῖν παρὰ τοῦ εἰδότος· καὶ ἐγὼ οὖν τοῦτο ἀξιῶ παθεῖν.
而我想,对于无知的人来说,向知情者学习是理所当然的;因此,我也认为自己该承受这一惩罚。
ἡδὺς γὰρ εἶ, ἔφη· ἀλλὰ πρὸς τῷ μαθεῖν καὶ ἀπότεισον ἀργύριον.
” “你真是太天真可爱了,”他说,“但除了学习之外,你还得付一笔钱。
οὐκοῦν ἐπειδάν μοι γένηται, εἶπον.
” “那就等我有钱的时候吧,”我说。
ἀλλʼ ἔστιν, ἔφη ὁ Γλαύκων. ἀλλʼ ἕνεκα ἀργυρίου, ὦ Θρασύμαχε, λέγε· πάντες γὰρ ἡμεῖς Σωκράτει εἰσοίσομεν.
“但钱是有的,”格劳孔说,“如果只是钱的问题,色拉叙马霍斯,你就说吧;因为我们大家都会为苏格拉底凑这笔钱的。
πάνυ γε οἶμαι, ἦ δʼ ὅς· ἵνα Σωκράτης τὸ εἰωθὸς διαπράξηται· αὐτὸς μὲν μὴ ἀποκρίνηται, ἄλλου δʼ ἀποκρινομένου λαμβάνῃ λόγον καὶ ἐλέγχῃ.
” “我想正是如此,”他说,“好让苏格拉底能使出他那套惯常的手段:自己不作回答,等别人回答了,他就抓住别人的话来进行驳斥。 ”