§410ΚΛΕΙ. ὅτε δὴ ἐνταῦθα ἦμεν τοῦ λόγου ἀποροῦντες, οἱ παρόντες ἱκανοὶ ἦσαν ἐπιπλήττειν τε αὐτῷ καὶ λέγειν ὅτι περιδεδράμηκεν εἰς ταὐτὸν ὁ λόγος τοῖς πρώτοις, καὶ ἔλεγον ὅτι
καὶ ἡ ἰατρικὴ ὁμόνοιά τίς ἐστι καὶ ἅπασαι αἱ τέχναι, καὶ περὶ ὅτου εἰσὶν ἔχουσι λέγειν·
クレイ。 私たちが議論のこの段階に達して途方に暮れていたとき、居合わせた人々は、彼を非難して「議論は最初と同じところを堂々巡りしただけだ」と言うのに十分であり、また彼らはこうも言った。 「医学もまた、そしてすべての技術も、ある種の同心であり、それが何に関するものであるかを語ることができる。
τὴν δὲ ὑπὸ σοῦ λεγομένην δικαιοσύνην ἢ ὁμόνοιαν, ὅποι τείνουσά ἐστιν, διαπέφευγεν, καὶ ἄδηλον αὐτῆς ὅτι ποτʼ ἔστιν τὸ ἔργον.
しかし、あなたによって語られている正義、すなわち同心は、それがどこに向かっているのかが逃げ去ってしまい、その成果が一体何であるのかは不明なままである。
ταῦτα, ὦ Σώκρατες, ἐγὼ τελευτῶν καὶ σὲ αὐτὸν ἠρώτων, καὶ εἶπές μοι δικαιοσύνης εἶναι τοὺς μὲν ἐχθροὺς βλάπτειν, τοὺς δὲ φίλους εὖ ποιεῖν.
」ソクラテスよ、私は最後には、あなた自身にもこれらのことを尋ねた。 するとあなたは私に、敵を害し、友を益することが正義に属することだと言った。
ὕστερον δὲ ἐφάνη βλάπτειν γε οὐδέποτε ὁ δίκαιος οὐδένα·
しかし後になって、正しい人は誰をも決して害さないということが明らかになった。
πάντα γὰρ ἐπʼ ὠφελίᾳ πάντας δρᾶν.
というのも、正しい人はすべての人を益するためにすべてのことを行うからである。
ταῦτα δὲ οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολὺν δὴ ὑπομείνας χρόνον λιπαρῶν ἀπείρηκα, νομίσας σε τὸ μὲν προτρέπειν εἰς ἀρετῆς ἐπιμέλειαν κάλλιστʼ ἀνθρώπων δρᾶν, δυοῖν δὲ θάτερον, ἢ τοσοῦτον μόνον δύνασθαι, μακρότερον δὲ οὐδέν, ὃ γένοιτʼ ἂν καὶ περὶ ἄλλην ἡντιναοῦν τέχνην, οἷον μὴ ὄντα κυβερνήτην καταμελετῆσαι τὸν ἔπαινον περὶ αὐτῆς, ὡς πολλοῦ τοῖς ἀνθρώποις ἀξία, καὶ περὶ τῶν ἄλλων τεχνῶν ὡσαύτως·
私は一度ならず二度までも、実に長い間耐え忍んで熱心に食い下がった末に、あきらめてしまった。 あなたが、徳への気遣いを勧めることにおいては、人間の中で最も見事にそれを行うと思う一方で、次の二つのうちのいずれかであると考えたからだ。 すなわち、あなたはただそれだけしかできず、それ以上のことは何もできないのか(それは、舵手でない者が、舵手の技術が人間にとっていかに大きな価値があるかという称賛を熟達して語り、他の技術についても同様であるという、他のいかなる技術についても起こりうることだが)、あるいは、これと全く同じことを、誰かがあなたに対しても正義について非難するかもしれない。
ταὐτὸν δὴ καὶ σοί τις ἐπενέγκοι τάχʼ ἂν περὶ δικαιοσύνης, ὡς οὐ μᾶλλον ὄντι δικαιοσύνης ἐπιστήμονι, διότι καλῶς αὐτὴν ἐγκωμιάζεις.
あなたが正義を美しく称賛しているからといって、あなたが正義の専門家であるわけではない、として。
οὐ μὴν τό γε ἐμὸν οὕτως ἔχει·
しかし、私の見方はそうではない。
δυοῖν δὲ θάτερον, ἢ οὐκ εἰδέναι σε ἢ οὐκ ἐθέλειν αὐτῆς ἐμοὶ κοινωνεῖν.
むしろ、次の二つのうちのどちらかだ。 あなたが知らないか、あるいは、私にそれを分かち合おうとしないかのどちらかである。
διὰ ταῦτα δὴ καὶ πρὸς Θρασύμαχον οἶμαι πορεύσομαι καὶ ἄλλοσε ὅποι δύναμαι, ἀπορῶν·
それゆえにこそ、私は途方に暮れて、トラシュマコスのもとへ、また他に行けるところならどこへでも行くつもりだ。
ἐπεὶ εἴ γʼ ἐθέλεις σὺ τούτων μὲν ἤδη παύσασθαι πρὸς ἐμὲ τῶν λόγων τῶν προτρεπτικῶν, οἷον δέ, εἰ περὶ γυμναστικῆς προτετραμμένος ἦ τοῦ σώματος δεῖν μὴ ἀμελεῖν, τὸ ἐφεξῆς ἂν τῷ προτρεπτικῷ λόγῳ ἔλεγες οἷον τὸ σῶμά μου φύσει ὂν οἵας θεραπείας δεῖται, καὶ νῦν δὴ ταὐτὸν γιγνέσθω.
というのも、もしあなたが、私に対してこのような勧誘の言葉をかけるのをもうやめて、たとえば、もし体育について『身体を疎かにしてはならない』と勧められた後であるなら、その勧誘の言葉に続いて『私の身体の生まれつきの性質からして、どのような世話が必要か』を語ってくれたであろうように、今まさに同じことが行われることを望むからだ。
θὲς τὸν Κλειτοφῶντα ὁμολογοῦντα ὡς ἔστιν καταγέλαστον τῶν μὲν ἄλλων ἐπιμέλειαν ποιεῖσθαι, ψυχῆς δέ, ἧς ἕνεκα τἆλλα διαπονούμεθα, ταύτης ἠμεληκέναι·
クレイトポンが、他のことには気を配るのに、魂を、すなわち他のすべての努力の目的である魂を疎かにするのは滑稽極まると同意しているものと見なしてほしい。
καὶ τἆλλα πάντα οἴου με νῦν οὕτως εἰρηκέναι τὰ τούτοις ἑξῆς, ἃ καὶ νυνδὴ διῆλθον.
そして他のすべてのこと、すなわちこれに続くことや、今しがた私が述べたことも、私が同じように語ったものと思ってほしい。
καί σου δεόμενος λέγω μηδαμῶς ἄλλως ποιεῖν, ἵνα μή, καθάπερ νῦν, τὰ μὲν ἐπαινῶ σε πρὸς Λυσίαν καὶ πρὸς τοὺς ἄλλους, τὰ δέ τι καὶ ψέγω.
そしてあなたにお願いだから、決してこれと異なることはしないでほしい。 今のように、私がリュシアスや他の人々に対して、あなたを一方では称賛しつつ、他方ではいくらか非難するようなことにならないために。
μὴ μὲν γὰρ προτετραμμένῳ σε ἀνθρώπῳ, ὦ Σώκρατες, ἄξιον εἶναι τοῦ παντὸς φήσω, προτετραμμένῳ δὲ σχεδὸν καὶ ἐμπόδιον τοῦ πρὸς τέλος ἀρετῆς ἐλθόντα εὐδαίμονα γενέσθαι.
なぜなら、まだ促されていない人にとって、ソクラテスよ、あなたはあらゆる価値があると私は言うだろうが、すでに促された人にとっては、美徳というゴールに到達して幸福になることの、ほとんど障害にさえなるのだから。