Humanitext Reader

柏拉图 · 克雷托丰篇 §410

对苏格拉底局限的批评与求教他人的意图

第 4 段,共 4 段 · 希腊语

内容简介

克勒托丰抱怨苏格拉底只对美德进行劝勉而不教授其实际知识,并宣称如果苏格拉底继续保持沉默,他将转向色拉叙马霍斯等其他老师。

§410ΚΛΕΙ. ὅτε δὴ ἐνταῦθα ἦμεν τοῦ λόγου ἀποροῦντες, οἱ παρόντες ἱκανοὶ ἦσαν ἐπιπλήττειν τε αὐτῷ καὶ λέγειν ὅτι περιδεδράμηκεν εἰς ταὐτὸν ὁ λόγος τοῖς πρώτοις, καὶ ἔλεγον ὅτι καὶ ἡ ἰατρικὴ ὁμόνοιά τίς ἐστι καὶ ἅπασαι αἱ τέχναι, καὶ περὶ ὅτου εἰσὶν ἔχουσι λέγειν· τὴν δὲ ὑπὸ σοῦ λεγομένην δικαιοσύνην ἢ ὁμόνοιαν, ὅποι τείνουσά ἐστιν, διαπέφευγεν, καὶ ἄδηλον αὐτῆς ὅτι ποτʼ ἔστιν τὸ ἔργον.
克勒托丰:当我们的讨论陷入如此困境时,在座的人都纷纷指责他,并说这个论证又兜圈子回到了最开始的地方,他们说道: “医学也是某种和合,所有的技术也都是如此,而且它们都能说明自己是关于什么的;但是你所说的正义或和合,它指向何方却逃逸了,它的成果究竟是什么也完全不清楚。
ταῦτα, ὦ Σώκρατες, ἐγὼ τελευτῶν καὶ σὲ αὐτὸν ἠρώτων, καὶ εἶπές μοι δικαιοσύνης εἶναι τοὺς μὲν ἐχθροὺς βλάπτειν, τοὺς δὲ φίλους εὖ ποιεῖν.
” 苏格拉底啊,最后我也就这些问题亲自问过你,你告诉我,伤害敌人和优待朋友是属于正义的。
ὕστερον δὲ ἐφάνη βλάπτειν γε οὐδέποτε ὁ δίκαιος οὐδένα· πάντα γὰρ ἐπʼ ὠφελίᾳ πάντας δρᾶν.
但后来发现,正义的人绝不伤害任何人,因为他做一切事都是为了造益所有人。
ταῦτα δὲ οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολὺν δὴ ὑπομείνας χρόνον λιπαρῶν ἀπείρηκα, νομίσας σε τὸ μὲν προτρέπειν εἰς ἀρετῆς ἐπιμέλειαν κάλλιστʼ ἀνθρώπων δρᾶν, δυοῖν δὲ θάτερον, ἢ τοσοῦτον μόνον δύνασθαι, μακρότερον δὲ οὐδέν, ὃ γένοιτʼ ἂν καὶ περὶ ἄλλην ἡντιναοῦν τέχνην, οἷον μὴ ὄντα κυβερνήτην καταμελετῆσαι τὸν ἔπαινον περὶ αὐτῆς, ὡς πολλοῦ τοῖς ἀνθρώποις ἀξία, καὶ περὶ τῶν ἄλλων τεχνῶν ὡσαύτως· ταὐτὸν δὴ καὶ σοί τις ἐπενέγκοι τάχʼ ἂν περὶ δικαιοσύνης, ὡς οὐ μᾶλλον ὄντι δικαιοσύνης ἐπιστήμονι, διότι καλῶς αὐτὴν ἐγκωμιάζεις.
在忍受了不仅是一次两次,而是很长一段时间的恳求之后,我终于放弃了。 因为我认为,一方面,你在劝勉人们关注美德这方面做得比任何人都出色,但另一方面,只能是以下两点之一:要么你只拥有这种能力,再没有更多——这在任何其他技术中也可能发生,比如一个不是舵手的人,却熟练地赞美舵手技术对人类有多么巨大的价值,其他技术也是如此;可能也有人会对你提出同样的指责,认为你并不因为能极好地颂扬正义,就比别人更懂得正义。
οὐ μὴν τό γε ἐμὸν οὕτως ἔχει·
不过,我的看法并非如此。
δυοῖν δὲ θάτερον, ἢ οὐκ εἰδέναι σε ἢ οὐκ ἐθέλειν αὐτῆς ἐμοὶ κοινωνεῖν.
只能是两点之一:要么你不知道,要么你不想与我分享它。
διὰ ταῦτα δὴ καὶ πρὸς Θρασύμαχον οἶμαι πορεύσομαι καὶ ἄλλοσε ὅποι δύναμαι, ἀπορῶν· ἐπεὶ εἴ γʼ ἐθέλεις σὺ τούτων μὲν ἤδη παύσασθαι πρὸς ἐμὲ τῶν λόγων τῶν προτρεπτικῶν, οἷον δέ, εἰ περὶ γυμναστικῆς προτετραμμένος ἦ τοῦ σώματος δεῖν μὴ ἀμελεῖν, τὸ ἐφεξῆς ἂν τῷ προτρεπτικῷ λόγῳ ἔλεγες οἷον τὸ σῶμά μου φύσει ὂν οἵας θεραπείας δεῖται, καὶ νῦν δὴ ταὐτὸν γιγνέσθω.
因此,在困惑之中,我想我会去投奔色拉叙马霍斯,或者去任何我能去的地方;因为如果你现在终于愿意对我停止这些劝勉之词,而是像如果我被劝勉去进行体育运动、不要忽视身体之后,你接下来就会顺着劝勉的话告诉我,我的身体由于其天生特质需要怎样的照料一样,现在也请照此办理。
θὲς τὸν Κλειτοφῶντα ὁμολογοῦντα ὡς ἔστιν καταγέλαστον τῶν μὲν ἄλλων ἐπιμέλειαν ποιεῖσθαι, ψυχῆς δέ, ἧς ἕνεκα τἆλλα διαπονούμεθα, ταύτης ἠμεληκέναι· καὶ τἆλλα πάντα οἴου με νῦν οὕτως εἰρηκέναι τὰ τούτοις ἑξῆς, ἃ καὶ νυνδὴ διῆλθον.
请算作克勒托丰已经同意:只去关心其他事情,却忽视了灵魂—— 我们为之操劳其他一切事物的灵魂——是极其荒谬的;并且请认为我刚才已经顺着这些话,把接下来的一切、也就是我刚才粗略谈过的内容,都同样说了一遍。
καί σου δεόμενος λέγω μηδαμῶς ἄλλως ποιεῖν, ἵνα μή, καθάπερ νῦν, τὰ μὲν ἐπαινῶ σε πρὸς Λυσίαν καὶ πρὸς τοὺς ἄλλους, τὰ δέ τι καὶ ψέγω.
我求你绝不要不这样做,以免像现在这样,我一方面向吕西亚斯和其他人赞扬你,另一方面又在某些地方责备你。
μὴ μὲν γὰρ προτετραμμένῳ σε ἀνθρώπῳ, ὦ Σώκρατες, ἄξιον εἶναι τοῦ παντὸς φήσω, προτετραμμένῳ δὲ σχεδὸν καὶ ἐμπόδιον τοῦ πρὸς τέλος ἀρετῆς ἐλθόντα εὐδαίμονα γενέσθαι.
因为,苏格拉底,对于一个尚未受到劝勉的人,我会说你具有无上价值;但对于已经受到劝勉的人,你几乎成了他走向美德终点、获得幸福的阻碍。

词汇与语法注释

  1. 410aδυοῖν δὲ θάτερον — “两者之一”这一对比性表达连续两次使用(分别在 410b2–c5 和 410c5–6),构成了克勒托丰对苏格拉底批判的框架。第一次暗示要么苏格拉底只能进行劝勉,要么必须接受类似的指责;第二次暗示他要么不知道正义,要么不想分享。
  2. 410bπάντα γὰρ ἐπʼ ὠφελίᾳ πάντας δρᾶν — 此句省略了前句的主语“正义的人”(ὁ δίκαιος)。将宾格的“πάντας”理解为动作对象,整句即为“因为他(正义的人)做一切事都是为了造益所有人”,这最自然地解释了前句“正义的人绝不伤害任何人”这一命题。
  3. 410eμὴ μὲν γὰρ προτετραμμένῳ — 否定词“μὴ”修饰分词“προτετραμμένῳ”。作为条件分词,意为“对于尚未受到劝勉的人”,与后半句的“προτετραμμένῳ δὲ”(对于已经受到劝勉的人)形成对比,鲜明地揭示了苏格拉底所能起到的作用的局限。

引用这一段

柏拉图, 克雷托丰篇 §410. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg029.humanitext-grc2:410

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。