Humanitext Reader

プラトン · メネクセノス §244-245

内乱後の市民の和解とギリシア救援の戦功

6 / 8 箇所 · ギリシア語

要旨

ソクラテスは、内戦後のアテナイ市民の驚くべき寛大さと和解について語り、さらにその後に再び危機に瀕したギリシア諸国やペルシア王をもアテナイが救い出した歴史を説明します。また、アテナイ人が同胞を野蛮人に引き渡すことを拒み通した唯一の国であることを示し、純粋なギリシア人としての誇りと強さを称賛します。

§244ΣΩ. ἔκ τε γὰρ τοῦ Πειραιῶς καὶ τοῦ ἄστεως ὡς ἁσμένως καὶ οἰκείως ἀλλήλοις συνέμειξαν οἱ πολῖται καὶ παρʼ ἐλπίδα τοῖς ἄλλοις Ἕλλησι, τόν τε πρὸς τοὺς Ἐλευσῖνι πόλεμον ὡς μετρίως ἔθεντο·
ピライエウスからと市からの市民たちが、いかに喜んで、また親密に互いに交わり、他のギリシア人たちの予想を裏切ったことか、そして、エレウシスにいる者たちとの戦争をいかに寛大に収束させたことか。
καὶ τούτων ἁπάντων οὐδὲν ἄλλʼ αἴτιον ἢ ἡ τῷ ὄντι συγγένεια, φιλίαν βέβαιον καὶ ὁμόφυλον οὐ λόγῳ ἀλλʼ ἔργῳ παρεχομένη.
そしてこれらすべてのことの原因は、真の血縁以外の何物でもなく、それは言葉ではなく事実において、確固とした同胞の友情をもたらすものである。
χρὴ δὲ καὶ τῶν ἐν τούτῳ τῷ πολέμῳ τελευτησάντων ὑπʼ ἀλλήλων μνείαν ἔχειν καὶ διαλλάττειν αὐτοὺς ᾧ δυνάμεθα, εὐχαῖς καὶ θυσίαις, ἐν τοῖς τοιοῖσδε, τοῖς κρατοῦσιν αὐτῶν εὐχομένους, ἐπειδὴ καὶ ἡμεῖς διηλλάγμεθα.
また、この戦争において互いの手によって命を落とした人々をも記憶し、このような機会に、我々にできるやり方で、祈りと犠牲によって彼らを和解させるべきである。 我々自身が和解したのであるから、彼らを支配している神々に祈りつつ。
οὐ γὰρ κακίᾳ ἀλλήλων ἥψαντο οὐδʼ ἔχθρᾳ ἀλλὰ δυστυχίᾳ.
彼らは互いに悪意や敵意から手をかけたのではなく、不運によってそうしたからである。
μάρτυρες δὲ ἡμεῖς αὐτοί ἐσμεν τούτων οἱ ζῶντες·
現在生きている我々自身がこの証人である。
οἱ αὐτοὶ γὰρ ὄντες ἐκείνοις γένει συγγνώμην ἀλλήλοις ἔχομεν ὧν τʼ ἐποιήσαμεν ὧν τʼ ἐπάθομεν.
なぜなら、彼らと同族である我々自身が、自分たちが行ったことについても被ったことについても、互いに許し合っているからである。
μετὰ δὲ τοῦτο παντελῶς εἰρήνης ἡμῖν γενομένης, ἡσυχίαν ἦγεν ἡ πόλις, τοῖς μὲν βαρβάροις συγγιγνώσκουσα, ὅτι παθόντες ὑπʼ αὐτῆς κακῶς οὐκ ἐνδεῶς ἠμύναντο, τοῖς δὲ Ἕλλησιν ἀγανακτοῦσα, μεμνημένη ὡς εὖ παθόντες ὑπʼ αὐτῆς οἵαν χάριν ἀπέδοσαν, κοινωσάμενοι τοῖς βαρβάροις, τάς τε ναῦς περιελόμενοι αἵ ποτʼ ἐκείνους ἔσωσαν, καὶ τείχη καθελόντες ἀνθʼ ὧν ἡμεῖς τἀκείνων ἐκωλύσαμεν πεσεῖν·
この後、我々に完全な平和が訪れると、国家は平穏を保っていた。 野蛮人に対しては、我が都市から手痛い目に遭わされたのだから十分に対抗したのももっともだと許しつつも、ギリシア人に対しては憤りを覚えていた。 彼らが我が都市から恩恵を受けながら、いかなる報いを返したか、すなわち、野蛮人と手を組み、かつて自分たちを救った船を奪い、我々が彼らの壁の崩壊を防いでやったのに対して城壁を取り壊したことを、記憶していたからである。
διανοουμένη δὲ ἡ πόλις μὴ ἂν ἔτι ἀμῦναι μήτε Ἕλλησι πρὸς ἀλλήλων δουλουμένοις μήτε ὑπὸ βαρβάρων, οὕτως ᾤκει.
そして国家は、今後はギリシア人が互いに奴隷にされようと、あるいは野蛮人によって奴隷にされようと、二度と援助すまいと決意しつつ、そのように暮らしていた。
ἡμῶν οὖν ἐν τοιαύτῃ διανοίᾳ ὄντων ἡγησάμενοι Λακεδαιμόνιοι τοὺς μὲν τῆς ἐλευθερίας ἐπικούρους πεπτωκέναι ἡμᾶς, σφέτερον δὲ ἤδη ἔργον εἶναι καταδουλοῦσθαι τοὺς ἄλλους, ταῦτʼ ἔπραττον.
我々がこのような考えでいるのを見て、ラケダイモン人たちは、自由の守護者である我々は失墜しており、他者を隷属させることは今や自分たちの任務であると考えて、そのように行動した。
καὶ μηκύνειν μὲν τί δεῖ;
しかし、長々と話す必要がどこにあろうか。
οὐ γὰρ πάλαι οὐδὲ παλαιῶν ἀνθρώπων γεγονότα λέγοιμʼ ἂν τὰ μετὰ ταῦτα·
なぜなら、その後に起こったことは昔のことでも、昔の人々のことでもないからである。
αὐτοὶ γὰρ ἴσμεν ὡς ἐκπεπληγμένοι ἀφίκοντο εἰς χρείαν τῆς πόλεως τῶν τε Ἑλλήνων οἱ πρῶτοι, Ἀργεῖοι καὶ Βοιωτοὶ καὶ Κορίνθιοι, καὶ τό γε θειότατον πάντων, τὸ καὶ βασιλέα εἰς τοῦτο ἀπορίας ἀφικέσθαι, ὥστε περιστῆναι αὐτῷ μηδαμόθεν ἄλλοθεν τὴν σωτηρίαν γενέσθαι ἀλλʼ ἢ ἐκ ταύτης τῆς πόλεως, ἣν προθύμως ἀπώλλυ.
我々自身が知っているように、ギリシア人のうち主要な人々であるアルゴス人、ボイオティア人、コリントス人が驚愕して我が都市の援助を求めてやって来たのである。 そして何よりも驚くべきことには、ペルシア王までもが、かつて熱心に滅ぼそうとしたこの都市以外に、己の救済を求める道がまったくないという窮地にまで陥ったのである。
καὶ δὴ καὶ εἴ τις βούλοιτο τῆς πόλεως κατηγορῆσαι δικαίως, τοῦτʼ ἂν μόνον λέγων ὀρθῶς ἂν κατηγοροῖ, ὡς ἀεὶ λίαν φιλοικτίρμων ἐστὶ καὶ τοῦ ἥττονος θεραπίς.
そして実際、もし誰かが我が都市を正当に批難しようと望むなら、ただこの点のみを語ることによって正しく批難できるだろう。 すなわち、我が都市は常にあまりにも同情深く、弱者の味方である、と。
§245ΣΩ. καὶ δὴ καὶ ἐν τῷ τότε χρόνῳ οὐχ οἵα τε ἐγένετο καρτερῆσαι οὐδὲ διαφυλάξαι ἃ ἐδέδοκτο αὐτῇ, τὸ μηδενὶ δουλουμένῳ βοηθεῖν τῶν σφᾶς ἀδικησάντων, ἀλλὰ ἐκάμφθη καὶ ἐβοήθησεν, καὶ τοὺς μὲν Ἕλληνας αὐτὴ βοηθήσασα ἀπελύσατο δουλείας, ὥστʼ ἐλευθέρους εἶναι μέχρι οὗ πάλιν αὐτοὶ αὑτοὺς κατεδουλώσαντο, βασιλεῖ δὲ αὐτὴ μὲν οὐκ ἐτόλμησεν βοηθῆσαι, αἰσχυνομένη τὰ τρόπαια τά τε Μαραθῶνι καὶ Σαλαμῖνι καὶ Πλαταιαῖς, φυγάδας δὲ καὶ ἐθελοντὰς ἐάσασα μόνον βοηθῆσαι ὁμολογουμένως ἔσωσεν.
そして実際、あの当時においても、我が都市は耐え忍ぶことも、自ら決意したこと、すなわち、自分たちを不当に扱った者たちが奴隷にされようとも一切援助しないという方針を守り通すこともできず、心が折れて援助してしまった。 そして、ギリシア人たちについては、自ら援助して奴隷状態から解放し、彼らが再び自分たち自身を奴隷にするまで、自由でいられるようにした。 しかしペルシア王に対しては、マラトン、サラミス、プラタイアイの戦勝記念碑を恥じて、公に援助することは敢えてしなかったが、亡命者や志願兵だけが援助するのを許すことによって、誰もが認めるところとして、彼を救ったのである。
τειχισαμένη δὲ καὶ ναυπηγησαμένη, ἐκδεξαμένη τὸν πόλεμον, ἐπειδὴ ἠναγκάσθη πολεμεῖν, ὑπὲρ Παρίων ἐπολέμει Λακεδαιμονίοις.
そして城壁を再建し、船を建造して、戦争を受け入れ、戦わざるをえくなったとき、彼らの代わりにラケダイモン人と戦った。
φοβηθεὶς δὲ βασιλεὺς τὴν πόλιν, ἐπειδὴ ἑώρα Λακεδαιμονίους τῷ κατὰ θάλατταν πολέμῳ ἀπαγορεύοντας, ἀποστῆναι βουλόμενος ἐξῄτει τοὺς Ἕλληνας τοὺς ἐν τῇ ἠπείρῳ, οὕσπερ πρότερον Λακεδαιμόνιοι αὐτῷ ἐξέδοσαν, εἰ μέλλοι συμμαχήσειν ἡμῖν τε καὶ τοῖς ἄλλοις συμμάχοις, ἡγούμενος οὐκ ἐθελήσειν, ἵνʼ αὐτῷ πρόφασις εἴη τῆς ἀποστάσεως.
しかし王は我が都市を恐れ、ラケダイモン人たちが海戦で行き詰まっているのを見ると、同盟から離脱することを望んで、かつてラケダイモン人が彼に引き渡した、大陸のギリシア人たちを要求した。 もし彼が我々や他の同盟者と同盟を続けるつもりなら、という条件で。 彼は、我々がそれを拒むだろうと考え、それを離脱の口実にするつもりだったのである。
καὶ τῶν μὲν ἄλλων συμμάχων ἐψεύσθη·
しかし彼の目論見は、他の同盟者たちについては外れた。
ἠθέλησαν γὰρ αὐτῷ ἐκδιδόναι καὶ συνέθεντο καὶ ὤμοσαν Κορίνθιοι καὶ Ἀργεῖοι καὶ Βοιωτοὶ καὶ οἱ ἄλλοι σύμμαχοι, εἰ μέλλοι χρήματα παρέξειν, ἐκδώσειν τοὺς ἐν τῇ ἠπείρῳ Ἕλληνας·
なぜなら、コリントス人、アルゴス人、ボイオティア人、その他の同盟国は、王が資金を提供するなら、大陸のギリシア人を引き渡すことに同意し、誓約したからである。
μόνοι δὲ ἡμεῖς οὐκ ἐτολμήσαμεν οὔτε ἐκδοῦναι οὔτε ὀμόσαι.
我が都市だけが、引き渡すことも、誓うことも敢えてしなかった。
οὕτω δή τοι τό γε τῆς πόλεως γενναῖον καὶ ἐλεύθερον βέβαιόν τε καὶ ὑγιές ἐστιν καὶ φύσει μισοβάρβαρον, διὰ τὸ εἰλικρινῶς εἶναι Ἕλληνας καὶ ἀμιγεῖς βαρβάρων.
このように、我が都市の気高さと自由、堅固さと健全さはまさしく本物であり、本性において野蛮人を嫌っている。 それは我々が純粋なギリシア人であり、野蛮人が混じっていないからである。
οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδὲ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδὲ ἄλλοι πολλοὶ φύσει μὲν βάρβαροι ὄντες, νόμῳ δὲ Ἕλληνες, συνοικοῦσιν ἡμῖν, ἀλλʼ αὐτοὶ Ἕλληνες, οὐ μειξοβάρβαροι οἰκοῦμεν, ὅθεν καθαρὸν τὸ μῖσος ἐντέτηκε τῇ πόλει τῆς ἀλλοτρίας φύσεως.
ペロプスたちやカドモスたち、エジプト人やダナオスたち、あるいはその他多くの、本性は野蛮人でありながら法によってギリシア人となっている者たちが、我々と同居しているわけではない。 そうではなく、我々自身が純粋なギリシア人として、混血の野蛮人としてではなく暮らしている。 それゆえ、異質な本性に対する純粋な憎しみが我が都市に深く根づいているのである。
ὅμως δʼ οὖν ἐμονώθημεν πάλιν διὰ τὸ μὴ ἐθέλειν αἰσχρὸν καὶ ἀνόσιον ἔργον ἐργάσασθαι Ἕλληνας βαρβάροις ἐκδόντες.
しかしともかく、ギリシア人を野蛮人に引き渡すという、恥ずべき不虔な行為をなすことを望まなかったために、我々は再び孤立した。
ἐλθόντες οὖν εἰς ταὐτὰ ἐξ ὧν καὶ τὸ πρότερον κατεπολεμήθημεν, σὺν θεῷ ἄμεινον ἢ τότε ἐθέμεθα τὸν πόλεμον·
そこで、かつて我々が敗北したのと同様の状況に陥ったものの、神の助けによって、当時よりも優れた形で戦争を収束させた。
καὶ γὰρ ναῦς καὶ τείχη ἔχοντες καὶ τὰς ἡμετέρας αὐτῶν ἀποικίας ἀπηλλάγημεν τοῦ πολέμου οὕτως, ὥστʼ ἀγαπητῶς ἀπηλλάττοντο καὶ οἱ πολέμιοι.
実際、我々は船も城壁も、また我々の植民都市をも保持したままで戦争から抜け出したのであり、敵たちも大いに喜んで撤退したほどであった。

語釈・文法注

  1. 244aτούτων ἁπάντων οὐδὲν ἄλλʼ αἴτιον ἢ ἡ τῷ ὄντι συγγένεια — οὐδὲν ἄλλʼ ... ἢ (οὐδὲν ἄλλο ἤ) は「〜以外の何物でもない」を意味する強い肯定表現。αἴτιον(原因)は主格補語で、συγγένεια(血縁、同胞意識)が主語。アテナイ市民の驚くべき和解の精神が、血の繋がりという本質的な理由に基づいていることを強調している。
  2. 244bτοῖς κρατοῦσιν αὐτῶν εὐχομένους — τοῖς κρατοῦσιν αὐτῶν(彼らを支配している者たち、すなわち冥府の神々)は、現在分詞 κρατοῦσιν(支配する者)が与格で使われており、εὐχομένους(祈る)の目的語となっている。αὐτῶν(彼らの)は、戦死者たち(τῶν τελευτησάντων)を指す属格。冥府の神々に祈りを捧げることで、あの世での和解を希求する。
  3. 245bὑπὲρ Παρίων — 写本の Παρίων(パリオン人のために)は歴史的事実(アテナイがコリントス戦争でペルシア王の支援を得てスパルタと戦ったこと)と整合しにくいため、多くの校訂本で Παρσῶν(ペルシア人のために)または Περσῶν に修正される。ここでは、原文の Παρίων を維持しつつ、実質的にはペルシア王の利益のために戦ったという歴史的背景を踏まえた訳を施す。
  4. 245dὅθεν καθαρὸν τὸ μῖσος ἐντέτηκε τῇ πόλει τῆς ἀλλοτρίας φύσεως — τῆς ἀλλοτρίας φύσεως(異質な本性の)は、τὸ μῖσος(憎しみ)に係り、憎しみの対象を示す目的格的属格。ἐντέτηκε(溶け込んでいる、根づいている)は ἐντήκω の完了形で、アテナイ市民の精神に反野蛮人の精神が深く染み込んでいることを視覚的に表現している。

この箇所を引用する

プラトン, メネクセノス §244-245. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg028.humanitext-grc2:244-245

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。