§244ΣΩ. ἔκ τε γὰρ τοῦ Πειραιῶς καὶ τοῦ ἄστεως ὡς ἁσμένως καὶ οἰκείως ἀλλήλοις συνέμειξαν οἱ πολῖται καὶ παρʼ ἐλπίδα τοῖς ἄλλοις Ἕλλησι, τόν τε πρὸς τοὺς Ἐλευσῖνι πόλεμον ὡς μετρίως ἔθεντο· καὶ τούτων ἁπάντων οὐδὲν ἄλλʼ αἴτιον ἢ ἡ τῷ ὄντι συγγένεια, φιλίαν βέβαιον καὶ ὁμόφυλον οὐ λόγῳ ἀλλʼ ἔργῳ παρεχομένη.
因为从比雷埃夫斯和城里来的公民们,多么欣然、多么亲密地互相融合,出乎其他希腊人的意料,以及他们多么温和地平息了与埃莱夫西斯人的战争;而这一切别无他因,唯在于那真正血肉相连的同胞关系,它不凭言语而凭行动提供了稳固的、同族的友谊。
χρὴ δὲ καὶ τῶν ἐν τούτῳ τῷ πολέμῳ τελευτησάντων ὑπʼ ἀλλήλων μνείαν ἔχειν καὶ διαλλάττειν αὐτοὺς ᾧ δυνάμεθα, εὐχαῖς καὶ θυσίαις, ἐν τοῖς τοιοῖσδε, τοῖς κρατοῦσιν αὐτῶν εὐχομένους, ἐπειδὴ καὶ ἡμεῖς διηλλάγμεθα.
我们也应当缅怀在这场战争中死于彼此之手的那些人,并在这样的场合,尽我们所能用祈祷和祭祀来让他们和解,向主宰他们的神明祈求,因为我们自己也已经和解了。
οὐ γὰρ κακίᾳ ἀλλήλων ἥψαντο οὐδʼ ἔχθρᾳ ἀλλὰ δυστυχίᾳ.
因为他们并不是出于彼此的恶意或仇恨而相残,而是由于不幸。
μάρτυρες δὲ ἡμεῖς αὐτοί ἐσμεν τούτων οἱ ζῶντες· οἱ αὐτοὶ γὰρ ὄντες ἐκείνοις γένει συγγνώμην ἀλλήλοις ἔχομεν ὧν τʼ ἐποιήσαμεν ὧν τʼ ἐπάθομεν.
我们这些活着的人自己就是这些事的见证人;因为我们与他们同族,对于我们所做的和所遭受的,彼此都怀有宽恕。
μετὰ δὲ τοῦτο παντελῶς εἰρήνης ἡμῖν γενομένης, ἡσυχίαν ἦγεν ἡ πόλις, τοῖς μὲν βαρβάροις συγγιγνώσκουσα, ὅτι παθόντες ὑπʼ αὐτῆς κακῶς οὐκ ἐνδεῶς ἠμύναντο, τοῖς δὲ Ἕλλησιν ἀγανακτοῦσα, μεμνημένη ὡς εὖ παθόντες ὑπʼ αὐτῆς οἵαν χάριν ἀπέδοσαν, κοινωσάμενοι τοῖς βαρβάροις, τάς τε ναῦς περιελόμενοι αἵ ποτʼ ἐκείνους ἔσωσαν, καὶ τείχη καθελόντες ἀνθʼ ὧν ἡμεῖς τἀκείνων ἐκωλύσαμεν πεσεῖν·
在此之后,当我们获得了彻底的和平时,城邦保持着平静,宽恕了野蛮人,因为他们受到城邦的重创,进行反击也是理所当然的;但对希腊人却感到愤慨,因为她记得,在受到她如此恩惠之后,他们竟以何种恩义相报:他们与野蛮人联手,剥夺了曾经解救过他们的船只,并拆毁了城墙,而我们曾经阻止过他们的城墙倒塌。
διανοουμένη δὲ ἡ πόλις μὴ ἂν ἔτι ἀμῦναι μήτε Ἕλλησι πρὸς ἀλλήλων δουλουμένοις μήτε ὑπὸ βαρβάρων, οὕτως ᾤκει.
城邦下定决心,今后无论希腊人是被同胞奴役,还是被野蛮人奴役,都绝不再予以援助,就这样生活着。
ἡμῶν οὖν ἐν τοιαύτῃ διανοίᾳ ὄντων ἡγησάμενοι Λακεδαιμόνιοι τοὺς μὲν τῆς ἐλευθερίας ἐπικούρους πεπτωκέναι ἡμᾶς, σφέτερον δὲ ἤδη ἔργον εἶναι καταδουλοῦσθαι τοὺς ἄλλους, ταῦτʼ ἔπραττον.
因此,在我们怀有如此想法的时候,拉刻代蒙人认为我们这些自由的护卫者已经倒下,奴役其他人现在成了他们自己的事务,便着手付诸行动。
καὶ μηκύνειν μὲν τί δεῖ;
又何必多费唇舌呢?
οὐ γὰρ πάλαι οὐδὲ παλαιῶν ἀνθρώπων γεγονότα λέγοιμʼ ἂν τὰ μετὰ ταῦτα· αὐτοὶ γὰρ ἴσμεν ὡς ἐκπεπληγμένοι ἀφίκοντο εἰς χρείαν τῆς πόλεως τῶν τε Ἑλλήνων οἱ πρῶτοι, Ἀργεῖοι καὶ Βοιωτοὶ καὶ Κορίνθιοι, καὶ τό γε θειότατον πάντων, τὸ καὶ βασιλέα εἰς τοῦτο ἀπορίας ἀφικέσθαι, ὥστε περιστῆναι αὐτῷ μηδαμόθεν ἄλλοθεν τὴν σωτηρίαν γενέσθαι ἀλλʼ ἢ ἐκ ταύτης τῆς πόλεως, ἣν προθύμως ἀπώλλυ.
因为此后发生的事,我所说的既非久远之事,亦非古人的作为;因为我们自己知道,希腊人中首要的那些人——阿耳戈斯人、波奥蒂亚人和科林斯人,如何在惊恐中来到这里,请求城邦的援助,而最神妙莫测的是,甚至连波斯国王也陷入了如此困境,以至于他的得救别无他途,唯有赖于这个他曾极力试图毁灭的城邦。
καὶ δὴ καὶ εἴ τις βούλοιτο τῆς πόλεως κατηγορῆσαι δικαίως, τοῦτʼ ἂν μόνον λέγων ὀρθῶς ἂν κατηγοροῖ, ὡς ἀεὶ λίαν φιλοικτίρμων ἐστὶ καὶ τοῦ ἥττονος θεραπίς.
确实,若有人想要公正地指责这个城邦,只要说出这一点,便是说得中肯的:即她总是过于富有同情心,总是弱者的仆人。
§245ΣΩ. καὶ δὴ καὶ ἐν τῷ τότε χρόνῳ οὐχ οἵα τε ἐγένετο καρτερῆσαι οὐδὲ διαφυλάξαι ἃ ἐδέδοκτο αὐτῇ, τὸ μηδενὶ δουλουμένῳ βοηθεῖν τῶν σφᾶς ἀδικησάντων, ἀλλὰ ἐκάμφθη καὶ ἐβοήθησεν, καὶ τοὺς μὲν Ἕλληνας αὐτὴ βοηθήσασα ἀπελύσατο δουλείας, ὥστʼ ἐλευθέρους εἶναι μέχρι οὗ πάλιν αὐτοὶ αὑτοὺς κατεδουλώσαντο, βασιλεῖ δὲ αὐτὴ μὲν οὐκ ἐτόλμησεν βοηθῆσαι, αἰσχυνομένη τὰ τρόπαια τά τε Μαραθῶνι καὶ Σαλαμῖνι καὶ Πλαταιαῖς, φυγάδας δὲ καὶ ἐθελοντὰς ἐάσασα μόνον βοηθῆσαι ὁμολογουμένως ἔσωσεν.
因而即使在那个时候,她也无法坚持,也无法恪守自己先前做出的决定——即在那些曾伤害过他们的人面临奴役时决不伸出援手——而是心软了,并予以援助。 对于希腊人,她亲自提供援助,将他们从奴役中解救出来,使他们保持自由,直到他们再次作茧自缚、自我奴役;而至于国王,她自己不敢公然援助,因为对马拉松、萨拉米斯和普拉提亚的战功纪念碑感到羞愧,但通过仅允许流亡者和志愿兵去援助,公认地拯救了他。
τειχισαμένη δὲ καὶ ναυπηγησαμένη, ἐκδεξαμένη τὸν πόλεμον, ἐπειδὴ ἠναγκάσθη πολεμεῖν, ὑπὲρ Παρίων ἐπολέμει Λακεδαιμονίοις.
而在重建了城墙和建好船只、迎接战争之后,由于被迫参战,她为了帕里翁人而与拉刻代蒙人交战。
φοβηθεὶς δὲ βασιλεὺς τὴν πόλιν, ἐπειδὴ ἑώρα Λακεδαιμονίους τῷ κατὰ θάλατταν πολέμῳ ἀπαγορεύοντας, ἀποστῆναι βουλόμενος ἐξῄτει τοὺς Ἕλληνας τοὺς ἐν τῇ ἠπείρῳ, οὕσπερ πρότερον Λακεδαιμόνιοι αὐτῷ ἐξέδοσαν, εἰ μέλλοι συμμαχήσειν ἡμῖν τε καὶ τοῖς ἄλλοις συμμάχοις, ἡγούμενος οὐκ ἐθελήσειν, ἵνʼ αὐτῷ πρόφασις εἴη τῆς ἀποστάσεως.
然而国王害怕这个城邦,当他看到拉刻代蒙人在海上战争中力竭、并想要退出时,便要求得到大陆上的希腊人(这些正是先前拉刻代蒙人拱手让给他的),以此作为他是否与我们及其他盟友结盟的条件;他以为我们绝不会同意,从而使他有一个退出的借口。
καὶ τῶν μὲν ἄλλων συμμάχων ἐψεύσθη· ἠθέλησαν γὰρ αὐτῷ ἐκδιδόναι καὶ συνέθεντο καὶ ὤμοσαν Κορίνθιοι καὶ Ἀργεῖοι καὶ Βοιωτοὶ καὶ οἱ ἄλλοι σύμμαχοι, εἰ μέλλοι χρήματα παρέξειν, ἐκδώσειν τοὺς ἐν τῇ ἠπείρῳ Ἕλληνας·
而对于其他的盟友,他的预料落空了;因为科林斯人、阿耳戈斯人、波奥蒂亚人及其他盟友,为了得到他提供的资金,都愿意出卖他们,并达成协议并宣誓,将大陆上的希腊人交出。
μόνοι δὲ ἡμεῖς οὐκ ἐτολμήσαμεν οὔτε ἐκδοῦναι οὔτε ὀμόσαι.
唯独我们不敢交出,也不敢宣誓。
οὕτω δή τοι τό γε τῆς πόλεως γενναῖον καὶ ἐλεύθερον βέβαιόν τε καὶ ὑγιές ἐστιν καὶ φύσει μισοβάρβαρον, διὰ τὸ εἰλικρινῶς εἶναι Ἕλληνας καὶ ἀμιγεῖς βαρβάρων.
因此,这个城邦的高贵与自由确实是稳固而纯正的,且天生痛恨野蛮人,因为我们是纯粹的希腊人,没有混杂任何野蛮人的成分。
οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδὲ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδὲ ἄλλοι πολλοὶ φύσει μὲν βάρβαροι ὄντες, νόμῳ δὲ Ἕλληνες, συνοικοῦσιν ἡμῖν, ἀλλʼ αὐτοὶ Ἕλληνες, οὐ μειξοβάρβαροι οἰκοῦμεν, ὅθεν καθαρὸν τὸ μῖσος ἐντέτηκε τῇ πόλει τῆς ἀλλοτρίας φύσεως.
因为那些天生是野蛮人、仅在法律上是希腊人的贝洛普斯们、卡德摩斯们、埃及人和达那奥斯们,以及其他许多人,并不与我们同住;相反,我们自己作为纯正的希腊人,而非混血的野蛮人在此居住,因此,对异族本性的纯粹仇恨便深植于这个城邦之中。
ὅμως δʼ οὖν ἐμονώθημεν πάλιν διὰ τὸ μὴ ἐθέλειν αἰσχρὸν καὶ ἀνόσιον ἔργον ἐργάσασθαι Ἕλληνας βαρβάροις ἐκδόντες.
然而,无论如何,我们因为不愿做出将希腊人出卖给野蛮人这种可耻且不敬神的事,再次陷入了孤立。
ἐλθόντες οὖν εἰς ταὐτὰ ἐξ ὧν καὶ τὸ πρότερον κατεπολεμήθημεν, σὺν θεῷ ἄμεινον ἢ τότε ἐθέμεθα τὸν πόλεμον· καὶ γὰρ ναῦς καὶ τείχη ἔχοντες καὶ τὰς ἡμετέρας αὐτῶν ἀποικίας ἀπηλλάγημεν τοῦ πολέμου οὕτως, ὥστʼ ἀγαπητῶς ἀπηλλάττοντο καὶ οἱ πολέμιοι.
因此,尽管陷入了与先前战败时相同的境地,但在神明的帮助下,我们比那时更好地平息了战争;因为我们在保留了船只、城墙以及我们自己的殖民地的同时,以这样一种方式摆脱了战争,以至于连我们的敌人也十分乐意地抽身而退。