§242ΣΩ. καὶ οὗτος μὲν δὴ πάσῃ τῇ πόλει διηντλήθη ὁ πόλεμος ὑπὲρ ἑαυτῶν τε καὶ τῶν ἄλλων ὁμοφώνων πρὸς τοὺς βαρβάρους·
ソクラテス:そして、この戦争は、彼ら自身のため、また同じ言語を話す他の同胞のために、国家全体によって野蛮人に対して最後まで戦い抜かれた。
εἰρήνης δὲ γενομένης καὶ τῆς πόλεως τιμωμένης ἦλθεν ἐπʼ αὐτήν, ὃ δὴ φιλεῖ ἐκ τῶν ἀνθρώπων τοῖς εὖ πράττουσι προσπίπτειν, πρῶτον μὲν ζῆλος, ἀπὸ ζήλου δὲ φθόνος·
しかし、平和が訪れ、国家が誉れを受けると、成功している人々に対して人間の中から生じがちなもの、すなわち、まず対抗心が、次に対抗心から嫉妬がこの都市に襲いかかった。
ὃ καὶ τήνδε τὴν πόλιν ἄκουσαν ἐν πολέμῳ τοῖς Ἕλλησι κατέστησεν.
これがまた、この都市を、不本意ながらもギリシア人たちとの戦争状態に陥らせたのである。
μετὰ δὲ τοῦτο γενομένου πολέμου, συνέβαλον μὲν ἐν Τανάγρᾳ ὑπὲρ τῆς Βοιωτῶν ἐλευθερίας Λακεδαιμονίοις μαχόμενοι, ἀμφισβητησίμου δὲ τῆς μάχης γενομένης, διέκρινε τὸ ὕστερον ἔργον·
この後に戦争が起こると、彼らはタナグラにおいてボイオティア人の自由のためにラケダイモン人と戦って交戦し、勝敗が決しがたい戦闘となったが、その後の行動が決着をつけた。
οἱ μὲν γὰρ ᾤχοντο ἀπιόντες, καταλιπόντες οἷς ἐβοήθουν, οἱ δʼ ἡμέτεροι τρίτῃ ἡμέρᾳ ἐν Οἰνοφύτοις νικήσαντες τοὺς ἀδίκως φεύγοντας δικαίως κατήγαγον.
すなわち、一方の者たちは立ち去ってしまい、自分たちが助けていた人々を見捨てたのに対し、我々の側の者たちは三日目にオイノフュタで勝利を収め、不当に亡命していた人々を正当に帰還させたのである。
οὗτοι δὴ πρῶτοι μετὰ τὸν Περσικὸν πόλεμον, Ἕλλησιν ἤδη ὑπὲρ τῆς ἐλευθερίας βοηθοῦντες πρὸς Ἕλληνας, ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ ἐλευθερώσαντες οἷς ἐβοήθουν, ἐν τῷδε τῷ μνήματι τιμηθέντες ὑπὸ τῆς πόλεως πρῶτοι ἐτέθησαν.
ペルシア戦争の後、ギリシア人のためにギリシア人に対して自由を求めて援助した最初の人々として、優れた男たちとなり、援助した人々を自由にしたこれらの方々こそ、国家によって称賛され、この墓碑に最初に葬られたのである。
μετὰ δὲ ταῦτα πολλοῦ πολέμου γενομένου, καὶ πάντων τῶν Ἑλλήνων ἐπιστρατευσάντων καὶ τεμόντων τὴν χώραν καὶ ἀναξίαν χάριν ἐκτινόντων τῇ πόλει, νικήσαντες αὐτοὺς ναυμαχίᾳ οἱ ἡμέτεροι καὶ λαβόντες αὐτῶν τοὺς ἡγεμόνας Λακεδαιμονίους ἐν τῇ Σφαγίᾳ, ἐξὸν αὐτοῖς διαφθεῖραι ἐφείσαντο καὶ ἀπέδοσαν καὶ εἰρήνην ἐποιήσαντο, ἡγούμενοι πρὸς μὲν τὸ ὁμόφυλον μέχρι νίκης δεῖν πολεμεῖν, καὶ μὴ διʼ ὀργὴν ἰδίαν πόλεως τὸ κοινὸν τῶν Ἑλλήνων διολλύναι, πρὸς δὲ τοὺς βαρβάρους μέχρι διαφθορᾶς.
この後、大きな戦争が起こり、すべてのギリシア人が遠征してきて国土を荒らし、国家に対して恩知らずな報いを支払っていたとき、我々の側の者たちは海戦で彼らに勝利し、彼らの指導者であるラケダイモン人たちをスファギア島で捕虜としたが、彼らを殺害することもできたのに、彼らを助命して送り返し、平和を結んだ。 同胞に対する戦争は勝利するまで行うべきであり、一都市の私的な怒りのためにギリシア人全体の共通の絆を滅ぼしてはならず、一方で野蛮人に対しては破滅に至るまで戦うべきだと考えたからである。
τούτους δὴ ἄξιον ἐπαινέσαι τοὺς ἄνδρας, οἳ τοῦτον τὸν πόλεμον πολεμήσαντες ἐνθάδε κεῖνται, ὅτι ἐπέδειξαν, εἴ τις ἄρα ἠμφεσβήτει ὡς ἐν τῷ προτέρῳ πολέμῳ τῷ πρὸς τοὺς βαρβάρους ἄλλοι τινὲς εἶεν ἀμείνους Ἀθηναίων, ὅτι οὐκ ἀληθῆ ἀμφισβητοῖεν·
この戦争を戦い、ここに横たわっているこれらの方々を称賛することは正しい。 なぜなら彼らは、先の野蛮人との戦争においてアテナイ人よりも優れた者が他にいると主張する者がいたとすれば、その主張が真実ではないことを示したからである。
οὗτοι γὰρ ἐνταῦθα ἔδειξαν, στασιασάσης τῆς Ἑλλάδος περιγενόμενοι τῷ πολέμῳ, τοὺς προεστῶτας τῶν ἄλλων Ἑλλήνων χειρωσάμενοι, μεθʼ ὧν τότε τοὺς βαρβάρους ἐνίκων κοινῇ, τούτους νικῶντες ἰδίᾳ.
彼らはここで、ギリシアが分裂したときに戦争で勝ち残り、他のギリシア人たちの指導者を制圧することで、かつて共同で野蛮人を打ち破った相手を、今度は単独で打ち破ることによってそれを示したからである。
§243ΣΩ. τρίτος δὲ πόλεμος μετὰ ταύτην τὴν εἰρήνην ἀνέλπιστός τε καὶ δεινὸς ἐγένετο, ἐν ᾧ πολλοὶ καὶ ἀγαθοὶ τελευτήσαντες ἐνθάδε κεῖνται, πολλοὶ μὲν ἀμφὶ Σικελίαν πλεῖστα τρόπαια στήσαντες ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, οἷς βοηθοῦντες διὰ τοὺς ὅρκους ἔπλευσαν εἰς ἐκείνους τοὺς τόπους, διὰ δὲ μῆκος τοῦ πλοῦ εἰς ἀπορίαν τῆς πόλεως καταστάσης καὶ οὐ δυναμένης αὐτοῖς ὑπηρετεῖν, τούτῳ ἀπειπόντες ἐδυστύχησαν·
ソクラテス:この平和の後、第三の、予期せぬ恐ろしい戦争が起こり、そこでは多くの優れた人々が死んでここに横たわっている。 多くの者がシケリア周辺で、レオンティノイ人の自由のために非常に多くの戦勝記念碑を建て、彼らを宣誓に基づいて援助するためにあの地へと航行したが、航路の長さのゆえに国家が困窮に陥り、彼らに補給を続けることができなくなったため、この点で行き詰まり不運に見舞われた。
ὧν οἱ ἐχθροὶ καὶ προσπολεμήσαντες πλείω ἔπαινον ἔχουσι σωφροσύνης καὶ ἀρετῆς ἢ τῶν ἄλλων οἱ φίλοι·
彼らに対しては、敵として交戦した人々さえもが、他の人々の友人たちが受ける以上の、節制と卓越性に対する称賛を抱いている。
πολλοὶ δʼ ἐν ταῖς ναυμαχίαις ταῖς καθʼ Ἑλλήσποντον, μιᾷ μὲν ἡμέρᾳ πάσας τὰς τῶν πολεμίων ἑλόντες ναῦς, πολλὰς δὲ καὶ ἄλλας νικήσαντες·
また、多くの者がヘレスポントスでの海戦において、ただ一日で敵のすべての船を鹵獲し、その他多くの海戦でも勝利を収めた。
ὃ δʼ εἶπον δεινὸν καὶ ἀνέλπιστον τοῦ πολέμου γενέσθαι, τόδε λέγω τὸ εἰς τοσοῦτον φιλονικίας ἐλθεῖν πρὸς τὴν πόλιν τοὺς ἄλλους Ἕλληνας, ὥστε τολμῆσαι τῷ ἐχθίστῳ ἐπικηρυκεύσασθαι βασιλεῖ, ὃν κοινῇ ἐξέβαλον μεθʼ ἡμῶν, ἰδίᾳ τοῦτον πάλιν ἐπάγεσθαι, βάρβαρον ἐφʼ Ἕλληνας, καὶ συναθροῖσαι ἐπὶ τὴν πόλιν πάντας Ἕλληνάς τε καὶ βαρβάρους.
私がこの戦争で恐ろしく予期せぬことが起こったと言ったのは、他のギリシア人たちが我が都市に対してそれほどの敵対心を抱き、かつて我々とともに共同で追い払った最も憎むべき存在である王に使節を送り、この野蛮人をギリシア人に対して再び私的に引き入れ、ギリシア人と野蛮人のすべてを我が都市に対して糾合することに敢えて及んだこと、これを指しているのである。
οὗ δὴ καὶ ἐκφανὴς ἐγένετο ἡ τῆς πόλεως ῥώμη τε καὶ ἀρετή.
そこにおいて、我が都市の強さと卓越性が明白となった。
οἰομένων γὰρ ἤδη αὐτὴν καταπεπολεμῆσθαι καὶ ἀπειλημμένων ἐν Μυτιλήνῃ τῶν νεῶν, βοηθήσαντες ἑξήκοντα ναυσίν, αὐτοὶ ἐμβάντες εἰς τὰς ναῦς, καὶ ἄνδρες γενόμενοι ὁμολογουμένως ἄριστοι, νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες, οὐκ ἀναιρεθέντες ἐκ τῆς θαλάττης κεῖνται ἐνθάδε.
というのも、人々がすでに我が都市は完全に打ち負かされたと考え、船団がミュティレネに封鎖されていたとき、六十隻の船を救援に送り、自らその船に乗り込み、誰もが認める最も優れた男たちとなって、敵を打ち破り、味方を解放したものの、不当な運命に見舞われ、海から収容されることなく、ここに横たわっているからである。
ὧν χρὴ ἀεὶ μεμνῆσθαί τε καὶ ἐπαινεῖν·
彼らを常に記憶し、称賛しなければならない。
τῇ μὲν γὰρ ἐκείνων ἀρετῇ ἐνικήσαμεν οὐ μόνον τὴν τότε ναυμαχίαν, ἀλλὰ καὶ τὸν ἄλλον πόλεμον·
なぜなら、彼らの卓越性のおかげで、我々は当時の海戦だけでなく、その後の戦争全体においても勝利したからである。
δόξαν γὰρ διʼ αὐτοὺς ἡ πόλις ἔσχεν μή ποτʼ ἂν καταπολεμηθῆναι μηδʼ ὑπὸ πάντων ἀνθρώπων—καὶ ἀληθῆ ἔδοξεν—τῇ δὲ ἡμετέρᾳ αὐτῶν διαφορᾷ ἐκρατήθημεν, οὐχ ὑπὸ τῶν ἄλλων·
彼らのおかげで、国家は、たとえ全人類が相手であっても決して打ち負かされることはないという評判を得たのであり(そしてそれは真実であるとみなされた)、我々は自分たち自身の内紛によって屈したのであって、他者によって敗れたのではないからである。
ἀήττητοι γὰρ ἔτι καὶ νῦν ὑπό γε ἐκείνων ἐσμέν, ἡμεῖς δὲ αὐτοὶ ἡμᾶς αὐτοὺς καὶ ἐνικήσαμεν καὶ ἡττήθημεν.
実際、我々は今でも彼らに対しては無敗であり、我々自身が自分たち自身を打ち負かし、そして敗北したのである。
μετὰ δὲ ταῦτα ἡσυχίας γενομένης καὶ εἰρήνης πρὸς τοὺς ἄλλους, ὁ οἰκεῖος ἡμῖν πόλεμος οὕτως ἐπολεμήθη, ὥστε εἴπερ εἱμαρμένον εἴη ἀνθρώποις στασιάσαι, μὴ ἂν ἄλλως εὔξασθαι μηδένα πόλιν ἑαυτοῦ νοσῆσαι.
この後、他国との間に平穏と平和が訪れたとき、我々の内戦は、もし人間に内乱が運命づけられているとすれば、自分の都市がこれ以外のやり方で病むことを誰も望まないであろうと思われるほどに戦われた。