§242ΣΩ. καὶ οὗτος μὲν δὴ πάσῃ τῇ πόλει διηντλήθη ὁ πόλεμος ὑπὲρ ἑαυτῶν τε καὶ τῶν ἄλλων ὁμοφώνων πρὸς τοὺς βαρβάρους·
苏格拉底:而这场战争确实是由整个城邦为了他们自身以及其他同胞的利益,针对野蛮人而坚持到最后的。
εἰρήνης δὲ γενομένης καὶ τῆς πόλεως τιμωμένης ἦλθεν ἐπʼ αὐτήν, ὃ δὴ φιλεῖ ἐκ τῶν ἀνθρώπων τοῖς εὖ πράττουσι προσπίπτειν, πρῶτον μὲν ζῆλος, ἀπὸ ζήλου δὲ φθόνος· ὃ καὶ τήνδε τὴν πόλιν ἄκουσαν ἐν πολέμῳ τοῖς Ἕλλησι κατέστησεν.
但是,当和平降临、城邦获得尊荣时,在人类中往往降临到那些功成名就者身上的东西也降临到了她身上:首先是竞争心,进而由竞争心产生嫉妒;这也使这个城邦在不情愿的情况下与希腊人陷入了战争。
μετὰ δὲ τοῦτο γενομένου πολέμου, συνέβαλον μὲν ἐν Τανάγρᾳ ὑπὲρ τῆς Βοιωτῶν ἐλευθερίας Λακεδαιμονίοις μαχόμενοι, ἀμφισβητησίμου δὲ τῆς μάχης γενομένης, διέκρινε τὸ ὕστερον ἔργον· οἱ μὲν γὰρ ᾤχοντο ἀπιόντες, καταλιπόντες οἷς ἐβοήθουν, οἱ δʼ ἡμέτεροι τρίτῃ ἡμέρᾳ ἐν Οἰνοφύτοις νικήσαντες τοὺς ἀδίκως φεύγοντας δικαίως κατήγαγον.
在此之后,当战争爆发时,他们在塔纳格拉为了波奥蒂亚人的自由而与拉刻代蒙人作战,虽然战斗胜负难分,但随后的行动做出了决断;因为前者径自离去,抛弃了他们所援助的人,而我们的同胞在第三天在奥诺菲塔获得胜利,公正地迎回了那些不公正地流亡的人。
οὗτοι δὴ πρῶτοι μετὰ τὸν Περσικὸν πόλεμον, Ἕλλησιν ἤδη ὑπὲρ τῆς ἐλευθερίας βοηθοῦντες πρὸς Ἕλληνας, ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ ἐλευθερώσαντες οἷς ἐβοήθουν, ἐν τῷδε τῷ μνήματι τιμηθέντες ὑπὸ τῆς πόλεως πρῶτοι ἐτέθησαν.
这些人确实是波斯战争后,为了自由而援助希腊人对抗希腊人的第一批人,他们展现了勇士的气概,并解放了他们所援助的人,因而受到城邦的尊崇,并首先被安葬在这座陵墓中。
μετὰ δὲ ταῦτα πολλοῦ πολέμου γενομένου, καὶ πάντων τῶν Ἑλλήνων ἐπιστρατευσάντων καὶ τεμόντων τὴν χώραν καὶ ἀναξίαν χάριν ἐκτινόντων τῇ πόλει, νικήσαντες αὐτοὺς ναυμαχίᾳ οἱ ἡμέτεροι καὶ λαβόντες αὐτῶν τοὺς ἡγεμόνας Λακεδαιμονίους ἐν τῇ Σφαγίᾳ, ἐξὸν αὐτοῖς διαφθεῖραι ἐφείσαντο καὶ ἀπέδοσαν καὶ εἰρήνην ἐποιήσαντο, ἡγούμενοι πρὸς μὲν τὸ ὁμόφυλον μέχρι νίκης δεῖν πολεμεῖν, καὶ μὴ διʼ ὀργὴν ἰδίαν πόλεως τὸ κοινὸν τῶν Ἑλλήνων διολλύναι, πρὸς δὲ τοὺς βαρβάρους μέχρι διαφθορᾶς.
在此之后,当一场大战爆发,所有的希腊人都来讨伐并践踏我们的国土,对城邦施以忘恩负义的报复时,我们的同胞在海战中击败了他们,并在斯法吉亚俘获了他们的领袖拉刻代蒙人,虽然当时本可以消灭他们,却宽恕了他们,将他们送还并缔结了和平,因为他们认为对于同胞的战争只需进行到胜利为止,而不能因为城邦一己之私怨而毁灭希腊人的共同事业,但对于野蛮人的战争则必须进行到其毁灭为止。
τούτους δὴ ἄξιον ἐπαινέσαι τοὺς ἄνδρας, οἳ τοῦτον τὸν πόλεμον πολεμήσαντες ἐνθάδε κεῖνται, ὅτι ἐπέδειξαν, εἴ τις ἄρα ἠμφεσβήτει ὡς ἐν τῷ προτέρῳ πολέμῳ τῷ πρὸς τοὺς βαρβάρους ἄλλοι τινὲς εἶεν ἀμείνους Ἀθηναίων, ὅτι οὐκ ἀληθῆ ἀμφισβητοῖεν·
这些参加了这场战争并长眠于此的男子确实值得赞美,因为他们表明,如果真的有人曾争论在先前对抗野蛮人的战争中是否有其他人比雅典人更优秀,那么他们的争论并非事实。
οὗτοι γὰρ ἐνταῦθα ἔδειξαν, στασιασάσης τῆς Ἑλλάδος περιγενόμενοι τῷ πολέμῳ, τοὺς προεστῶτας τῶν ἄλλων Ἑλλήνων χειρωσάμενοι, μεθʼ ὧν τότε τοὺς βαρβάρους ἐνίκων κοινῇ, τούτους νικῶντες ἰδίᾳ.
因为他们在这里表明了这一点:当希腊陷入内乱时,他们在这场战争中胜出,制服了其他希腊人的领袖,以单边击败那些他们曾共同击败野蛮人的对手的方式证明了自己。
§243ΣΩ. τρίτος δὲ πόλεμος μετὰ ταύτην τὴν εἰρήνην ἀνέλπιστός τε καὶ δεινὸς ἐγένετο, ἐν ᾧ πολλοὶ καὶ ἀγαθοὶ τελευτήσαντες ἐνθάδε κεῖνται, πολλοὶ μὲν ἀμφὶ Σικελίαν πλεῖστα τρόπαια στήσαντες ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, οἷς βοηθοῦντες διὰ τοὺς ὅρκους ἔπλευσαν εἰς ἐκείνους τοὺς τόπους, διὰ δὲ μῆκος τοῦ πλοῦ εἰς ἀπορίαν τῆς πόλεως καταστάσης καὶ οὐ δυναμένης αὐτοῖς ὑπηρετεῖν, τούτῳ ἀπειπόντες ἐδυστύχησαν·
苏格拉底:而在这场和平之后,第三场战争既出乎意料又极其险恶地爆发了,在这场战争中,许多优秀的男子牺牲并长眠于此:其中许多人在西西里周边为了雷昂蒂诺伊人的自由树立了极多的战胜纪念碑,他们是为了履行誓言而航行到那些地方去援助他们的。 但由于航程遥远,城邦陷入了困境,无法继续为他们提供给养,他们因在这点上力尽而遭遇了不幸。
ὧν οἱ ἐχθροὶ καὶ προσπολεμήσαντες πλείω ἔπαινον ἔχουσι σωφροσύνης καὶ ἀρετῆς ἢ τῶν ἄλλων οἱ φίλοι·
对于他们,甚至连曾与他们交战的敌人都给予了比对待其他人的朋友更多的关于节制和美德的赞美。
πολλοὶ δʼ ἐν ταῖς ναυμαχίαις ταῖς καθʼ Ἑλλήσποντον, μιᾷ μὲν ἡμέρᾳ πάσας τὰς τῶν πολεμίων ἑλόντες ναῦς, πολλὰς δὲ καὶ ἄλλας νικήσαντες·
还有许多人在赫勒斯滂的海战中,在一天之内夺取了敌人所有的战船,并在许多其他战斗中获得了胜利。
ὃ δʼ εἶπον δεινὸν καὶ ἀνέλπιστον τοῦ πολέμου γενέσθαι, τόδε λέγω τὸ εἰς τοσοῦτον φιλονικίας ἐλθεῖν πρὸς τὴν πόλιν τοὺς ἄλλους Ἕλληνας, ὥστε τολμῆσαι τῷ ἐχθίστῳ ἐπικηρυκεύσασθαι βασιλεῖ, ὃν κοινῇ ἐξέβαλον μεθʼ ἡμῶν, ἰδίᾳ τοῦτον πάλιν ἐπάγεσθαι, βάρβαρον ἐφʼ Ἕλληνας, καὶ συναθροῖσαι ἐπὶ τὴν πόλιν πάντας Ἕλληνάς τε καὶ βαρβάρους.
而我所说的战争中那险恶且出乎意料之事,是指其他希腊人对城邦的敌对和竞争到了如此地步,以至于竟敢向最敌对的国王派遣使者——那个他们曾与我们共同驱逐的人,再次私下将这野蛮人引进来对付希腊人,并纠集所有的希腊人和野蛮人来对付这个城邦。
οὗ δὴ καὶ ἐκφανὴς ἐγένετο ἡ τῆς πόλεως ῥώμη τε καὶ ἀρετή.
也正是在这里,城邦的力量和美德变得显而易见。
οἰομένων γὰρ ἤδη αὐτὴν καταπεπολεμῆσθαι καὶ ἀπειλημμένων ἐν Μυτιλήνῃ τῶν νεῶν, βοηθήσαντες ἑξήκοντα ναυσίν, αὐτοὶ ἐμβάντες εἰς τὰς ναῦς, καὶ ἄνδρες γενόμενοι ὁμολογουμένως ἄριστοι, νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες, οὐκ ἀναιρεθέντες ἐκ τῆς θαλάττης κεῖνται ἐνθάδε.
因为当人们以为她已经彻底战败,且她的船只在米蒂利尼被围困时,他们派出六十艘船前往救援,亲自登船,成为公认的最优秀的男子,击败了敌人并解救了盟友。 然而他们却遭遇了不公的命运,未能从海中被营救出来,长眠于此。
ὧν χρὴ ἀεὶ μεμνῆσθαί τε καὶ ἐπαινεῖν· τῇ μὲν γὰρ ἐκείνων ἀρετῇ ἐνικήσαμεν οὐ μόνον τὴν τότε ναυμαχίαν, ἀλλὰ καὶ τὸν ἄλλον πόλεμον·
我们应当永远铭记并赞美他们;因为凭借着他们的美德,我们不仅赢得了那时的海战,也赢得了随后的整场战争;因为由于他们,城邦获得了即使面对全人类也绝不会被战胜的名声——而这名声似乎也是真实的。
δόξαν γὰρ διʼ αὐτοὺς ἡ πόλις ἔσχεν μή ποτʼ ἂν καταπολεμηθῆναι μηδʼ ὑπὸ πάντων ἀνθρώπων—καὶ ἀληθῆ ἔδοξεν—τῇ δὲ ἡμετέρᾳ αὐτῶν διαφορᾷ ἐκρατήθημεν, οὐχ ὑπὸ τῶν ἄλλων· ἀήττητοι γὰρ ἔτι καὶ νῦν ὑπό γε ἐκείνων ἐσμέν, ἡμεῖς δὲ αὐτοὶ ἡμᾶς αὐτοὺς καὶ ἐνικήσαμεν καὶ ἡττήθημεν.
我们是因为我们自身的内讧而被击败,而不是被其他人击败;因为直到现在我们对他们而言仍是不可战胜的,而是我们自己战胜并击败了我们自己。
μετὰ δὲ ταῦτα ἡσυχίας γενομένης καὶ εἰρήνης πρὸς τοὺς ἄλλους, ὁ οἰκεῖος ἡμῖν πόλεμος οὕτως ἐπολεμήθη, ὥστε εἴπερ εἱμαρμένον εἴη ἀνθρώποις στασιάσαι, μὴ ἂν ἄλλως εὔξασθαι μηδένα πόλιν ἑαυτοῦ νοσῆσαι.
在这之后,随着与他人的安宁与和平的降临,我们内部的战争以这样一种方式进行,以至于如果人类注定要发生内乱,任何人都不会祈祷自己的城邦以其他任何方式生病。