Humanitext Reader

プラトン · メネクセノス §240-241

マラトンの勝利とペルシア戦争における諸戦功

4 / 8 箇所 · ギリシア語

要旨

ペルシアによるアジアの覇権とギリシアへの侵攻、とりわけエレトリアの攻略とマラトンの戦いについて語り、マラトンでの勝利がギリシアの自由の源泉となったことを称賛する。さらに、サラミスやアルテミシオンでの海戦、プラタイアの陸戦、そしてエウリュメドン、キプロス、エジプトなどの遠征によってペルシアを退けた先祖たちの偉業を称える。

§240ΣΩ. ὁ δὲ ὑὸς Αἰγύπτου τε καὶ Λιβύης ὅσον οἷόν τʼ ἦν ἐπιβαίνειν, τρίτος δὲ Δαρεῖος πεζῇ μὲν μέχρι Σκυθῶν τὴν ἀρχὴν ὡρίσατο, ναυσὶ δὲ τῆς τε θαλάττης ἐκράτει καὶ τῶν νήσων, ὥστε μηδὲ ἀξιοῦν ἀντίπαλον αὐτῷ μηδένα εἶναι·
「そして彼(キュロス)の息子は、エジプトとリビアの足を踏み入れることができる限りの地を[支配し]、三代目のダレイオスは陸路ではスキタイに至るまでその支配を定め、船団によっては海と島々を支配したため、彼に対抗できる者は誰もいないと自負するほどであった。
αἱ δὲ γνῶμαι δεδουλωμέναι ἁπάντων ἀνθρώπων ἦσαν· οὕτω πολλὰ καὶ μεγάλα καὶ μάχιμα γένη καταδεδουλωμένη ἦν ἡ Περσῶν ἀρχή.
すべての人々の精神は奴隷化されており、ペルシアの支配はそれほどに多くの、かつ強大で戦闘的な民族を征服していたのである。
αἰτιασάμενος δὲ Δαρεῖος ἡμᾶς τε καὶ Ἐρετριᾶς, Σάρδεσιν ἐπιβουλεῦσαι προφασιζόμενος, πέμψας μυριάδας μὲν πεντήκοντα ἔν τε πλοίοις καὶ ναυσίν, ναῦς δὲ τριακοσίας, Δᾶτιν δὲ ἄρχοντα, εἶπεν ἥκειν ἄγοντα Ἐρετριᾶς καὶ Ἀθηναίους, εἰ βούλοιτο τὴν ἑαυτοῦ κεφαλὴν ἔχειν·
ダレイオスは、サルディスに対して陰謀を企てたという口実を設けて我々とエレトリア人を非難し、輸送船と軍船で五十万人の兵、および三百隻の船を送り、ダティスを司令官として、もし彼が自分の首を保ちたいと望むなら、エレトリア人とアテナイ人を連行して戻るよう命じた。
ὁ δὲ πλεύσας εἰς Ἐρέτριαν ἐπʼ ἄνδρας οἳ τῶν τότε Ἑλλήνων ἐν τοῖς εὐδοκιμώτατοι ἦσαν τὰ πρὸς τὸν πόλεμον καὶ οὐκ ὀλίγοι, τούτους ἐχειρώσατο μὲν ἐν τρισὶν ἡμέραις, διηρευνήσατο δὲ αὐτῶν πᾶσαν τὴν χώραν, ἵνα μηδεὶς ἀποφύγοι, τοιούτῳ τρόπῳ·
彼はエレトリアへと航行し、当時のギリシア人の中で戦争に関して最も名高く、かつ少なくない数であった人々に対して、三日のうちにこれらを制圧し、誰も逃げられないようにその全土を次のような方法で徹底的に捜索した。
ἐπὶ τὰ ὅρια ἐλθόντες τῆς Ἐρετρικῆς οἱ στρατιῶται αὐτοῦ, ἐκ θαλάττης εἰς θάλατταν διαστάντες, συνάψαντες τὰς χεῖρας διῆλθον ἅπασαν τὴν χώραν, ἵνʼ ἔχοιεν τῷ βασιλεῖ εἰπεῖν ὅτι οὐδεὶς σφᾶς ἀποπεφευγὼς εἴη.
エレトリアの国境に到達した彼の兵士たちは、海から海へと一列に並び、互いに手を繋いで全土を通り抜け、王に対して誰も自分たちから逃れられなかったと報告できるようにした。
τῇ δʼ αὐτῇ διανοίᾳ κατηγάγοντο ἐξ Ἐρετρίας εἰς Μαραθῶνα, ὡς ἕτοιμόν σφισιν ὂν καὶ Ἀθηναίους ἐν τῇ αὐτῇ ταύτῃ ἀνάγκῃ ζεύξαντας Ἐρετριεῦσιν ἄγειν.
彼らは同じ意図を持って、エレトリアからマラトンへと上陸した。 アテナイ人をもエレトリア人と同様の窮地に陥れて連行することが、自分たちにとって容易なことであるかのように。
τούτων δὲ τῶν μὲν πραχθέντων, τῶν δʼ ἐπιχειρουμένων οὔτʼ Ἐρετριεῦσιν ἐβοήθησεν Ἑλλήνων οὐδεὶς οὔτε Ἀθηναίοις πλὴν Λακεδαιμονίων—οὗτοι δὲ τῇ ὑστεραίᾳ τῆς μάχης ἀφίκοντο—οἱ δʼ ἄλλοι πάντες ἐκπεπληγμένοι, ἀγαπῶντες τὴν ἐν τῷ παρόντι σωτηρίαν, ἡσυχίαν ἦγον.
これらのことが一部は実行され、一部は企てられていたとき、ギリシア人の誰もエレトリア人をもアテナイ人をも助けなかった。 ただラケダイモン人だけが例外であったが、彼らは戦闘の翌日に到着した。 他の者たちは皆、恐れおののき、現在の安全を甘んじて受け入れ、静観していた。
ἐν τούτῳ δὴ ἄν τις γενόμενος γνοίη οἷοι ἄρα ἐτύγχανον ὄντες τὴν ἀρετὴν οἱ Μαραθῶνι δεξάμενοι τὴν τῶν βαρβάρων δύναμιν καὶ κολασάμενοι τὴν ὑπερηφανίαν ὅλης τῆς Ἀσίας καὶ πρῶτοι στήσαντες τρόπαια τῶν βαρβάρων, ἡγεμόνες καὶ διδάσκαλοι τοῖς ἄλλοις γενόμενοι ὅτι οὐκ ἄμαχος εἴη ἡ Περσῶν δύναμις, ἀλλὰ πᾶν πλῆθος καὶ πᾶς πλοῦτος ἀρετῇ ὑπείκει.
このような状況に身を置くならば、誰もが、マラトンで野蛮人の軍勢を迎え撃ち、全アジアの傲慢を懲らしめ、最初に野蛮人に対する戦勝記念碑を建てた人々が、徳においていかに優れた人々であったかを知るであろう。 彼らは他の人々に対して、ペルシアの軍勢が無敵なのではなく、いかなる多勢もいかなる富も徳に屈するということを示す指導者であり、教師となったのである。
ἐγὼ μὲν οὖν ἐκείνους τοὺς ἄνδρας φημὶ οὐ μόνον τῶν σωμάτων τῶν ἡμετέρων πατέρας εἶναι, ἀλλὰ καὶ τῆς ἐλευθερίας τῆς τε ἡμετέρας καὶ συμπάντων τῶν ἐν τῇδε τῇ ἠπείρῳ·
それゆえ、私は彼らの方々を、我々の肉体の父であるだけでなく、我々およびこの大陸のすべての人々の自由の父であると言う。
εἰς ἐκεῖνο γὰρ τὸ ἔργον ἀποβλέψαντες καὶ τὰς ὑστέρας μάχας ἐτόλμησαν διακινδυνεύειν οἱ Ἕλληνες ὑπὲρ τῆς σωτηρίας, μαθηταὶ τῶν Μαραθῶνι γενόμενοι.
なぜなら、その偉業に目を向けることで、ギリシア人たちはマラトンの人々の弟子となり、その後の戦闘においても、自らの安全のためにあえて命を懸けて戦うことができたからである。
§241ΣΩ. τὰ μὲν οὖν ἀριστεῖα τῷ λόγῳ ἐκείνοις ἀναθετέον, τὰ δὲ δευτερεῖα τοῖς περὶ Σαλαμῖνα καὶ ἐπʼ Ἀρτεμισίῳ ναυμαχήσασι καὶ νικήσασι.
」「それゆえ、言葉においては第一の功績を彼らに帰すべきであり、第二の功績はサラミスおよびアルテミシオンで海戦を戦い、勝利した人々に帰すべきである。
καὶ γὰρ τούτων τῶν ἀνδρῶν πολλὰ μὲν ἄν τις ἔχοι διελθεῖν, καὶ οἷα ἐπιόντα ὑπέμειναν κατά τε γῆν καὶ κατὰ θάλατταν, καὶ ὡς ἠμύναντο ταῦτα·
というのも、これらの方々についても、彼らが陸でも海でもいかなる攻撃に耐え、いかにそれらを撃退したかなど、多くを語ることができるからである。
ὃ δέ μοι δοκεῖ καὶ ἐκείνων κάλλιστον εἶναι, τούτου μνησθήσομαι, ὅτι τὸ ἑξῆς ἔργον τοῖς Μαραθῶνι διεπράξαντο.
しかし、私にとって彼らのうちで最も美しいと思われること、それを私は思い起こしたい。 すなわち、彼らがマラトンでの戦いに続く偉業を成し遂げたということである。
οἱ μὲν γὰρ Μαραθῶνι τοσοῦτον μόνον ἐπέδειξαν τοῖς Ἕλλησιν, ὅτι κατὰ γῆν οἷόν τε ἀμύνασθαι τοὺς βαρβάρους ὀλίγοις πολλούς, ναυσὶ δὲ ἔτι ἦν ἄδηλον καὶ δόξαν εἶχον Πέρσαι ἄμαχοι εἶναι κατὰ θάλατταν καὶ πλήθει καὶ πλούτῳ καὶ τέχνῃ καὶ ῥώμῃ·
というのも、マラトンの人々はギリシア人に対して、ただ陸上において少数で多数の野蛮人を防ぐことができるということだけを示したが、船団についてはまだ不明であり、ペルシア人は海上でその多勢、富、技術、そして力において無敵であるという評判を保っていたからである。
τοῦτο δὴ ἄξιον ἐπαινεῖν τῶν ἀνδρῶν τῶν τότε ναυμαχησάντων, ὅτι τὸν ἐχόμενον φόβον διέλυσαν τῶν Ἑλλήνων καὶ ἔπαυσαν φοβουμένους πλῆθος νεῶν τε καὶ ἀνδρῶν.
これこそ、当時の海戦を戦った人々において称賛されるべきことである。 すなわち、彼らはギリシア人を支配していた恐怖を解消し、船団や兵の多さを恐れることをやめさせたのである。
ὑπʼ ἀμφοτέρων δὴ συμβαίνει, τῶν τε Μαραθῶνι μαχεσαμένων καὶ τῶν ἐν Σαλαμῖνι ναυμαχησάντων, παιδευθῆναι τοὺς ἄλλους Ἕλληνας, ὑπὸ μὲν τῶν κατὰ γῆν, ὑπὸ δὲ τῶν κατὰ θάλατταν μαθόντας καὶ ἐθισθέντας μὴ φοβεῖσθαι τοὺς βαρβάρους.
マラトンで戦った人々、およびサラミスで海戦を戦った人々の双方によって、他のギリシア人たちが教育されることとなった。 陸で戦った人々によって、また海で戦った人々によって、野蛮人を恐れないことを学び、それに慣れ親しんだのである。
τρίτον δὲ λέγω τὸ ἐν Πλαταιαῖς ἔργον καὶ ἀριθμῷ καὶ ἀρετῇ γενέσθαι τῆς Ἑλληνικῆς σωτηρίας, κοινὸν ἤδη τοῦτο Λακεδαιμονίων τε καὶ Ἀθηναίων.
そして第三に、私はプラタイアでの偉業を挙げたい。 これは数においても徳においてもギリシアの救済をもたらしたものであり、今やラケダイモン人とアテナイ人の共同の事業となった。
τὸ μὲν οὖν μέγιστον καὶ χαλεπώτατον οὗτοι πάντες ἠμύναντο, καὶ διὰ ταύτην τὴν ἀρετὴν νῦν τε ὑφʼ ἡμῶν ἐγκωμιάζονται καὶ εἰς τὸν ἔπειτα χρόνον ὑπὸ τῶν ὕστερον·
このように、最も困難で最大のものをこれらすべての人々が撃退した。 そしてこの徳のゆえに、彼らは今我々によって、またその後の時代においては後世の人々によって称賛されている。
μετὰ δὲ τοῦτο πολλαὶ μὲν πόλεις τῶν Ἑλλήνων ἔτι ἦσαν μετὰ τοῦ βαρβάρου, αὐτὸς δὲ ἠγγέλλετο βασιλεὺς διανοεῖσθαι ὡς ἐπιχειρήσων πάλιν ἐπὶ τοὺς Ἕλληνας.
この後、ギリシアの多くの都市がなおも野蛮人の側にあったが、王自身が再びギリシア人に対して遠征を企てていると報じられた。
δίκαιον δὴ καὶ τούτων ἡμᾶς ἐπιμνησθῆναι, οἳ τοῖς τῶν προτέρων ἔργοις τέλος τῆς σωτηρίας ἐπέθεσαν ἀνακαθηράμενοι καὶ ἐξελάσαντες πᾶν τὸ βάρβαρον ἐκ τῆς θαλάττης.
それゆえ、我々がこれらの方々についても言及することは正しい。 彼らは海から野蛮人の勢力を一掃して追い払い、先達の偉業に対して救済の完成をもたらしたのである。
ἦσαν δὲ οὗτοι οἵ τε ἐπʼ Εὐρυμέδοντι ναυμαχήσαντες καὶ οἱ εἰς Κύπρον στρατεύσαντες καὶ οἱ εἰς Αἴγυπτον πλεύσαντες καὶ ἄλλοσε πολλαχόσε, ὧν χρὴ μεμνῆσθαι καὶ χάριν αὐτοῖς εἰδέναι, ὅτι βασιλέα ἐποίησαν δείσαντα τῇ ἑαυτοῦ σωτηρίᾳ τὸν νοῦν προσέχειν, ἀλλὰ μὴ τῇ τῶν Ἑλλήνων ἐπιβουλεύειν φθορᾷ.
彼らはエウリュメドンで海戦を戦った人々、キプロスへと遠征した人々、エジプトやその他多くの場所へと航行した人々であり、我々は彼らを記憶し、彼らに感謝しなければならない。 なぜなら彼らは、王が恐怖を抱き、ギリシア人の滅亡を企てるのではなく、自らの安全に心を配るようにさせたからである。 」

語釈・文法注

  1. 240ὁ δὲ ὑός — 直前の文の `ἦρξεν`(支配した)を補って解釈する。主語はキュロスの息子であるカンビュセス2世を指している。
  2. 240aεἰ βούλοιτο τὴν ἑαυτοῦ κεφαλὴν ἔχειν — 条件節(希求法)を伴う慣用表現で、文字通りには「もし彼が自分の頭を持っていたいならば」となり、任務を失敗すれば命を失うという脅しや、命を守りたければという警告を意味する。
  3. 240cὡς ἕτοιμόν σφισιν ὂν — `ὡς` を伴う対格絶対(非人称動詞 `ἕτοιμόν ἐστιν` の分詞中性対格 `ὄν`)で、主観的な前提や見込みを表し、「〜が自分たちにとって容易なことであるかのように」と訳される。
  4. 240dἄν τις γενόμενος γνοίη — 条件を表す分詞 `γενόμενος`(アオリスト分詞)が、可能の希求法 `ἄν... γνοίη`(`γιγνώσκω` のオプタティヴ)と結びついた構造。もし「その状況に身を置くならば(あるいはその当時に生きるならば)知るであろう」という反実仮想的・潜在的なニュアンスを持つ。

この箇所を引用する

プラトン, メネクセノス §240-241. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg028.humanitext-grc2:240-241

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。