§298ΣΩ. ἀλλʼ ἐγώ μοι δοκῶ ὑπὸ ἐπιθυμίας τοῦ εἰδέναι οὐχ οἷός τε σὲ εἶναι περιμένειν μέλλοντα·
ソクラテス:しかし、私自身、知ることへの欲求のために、引き延ばそうとする君を待つことができないように思われる。
καὶ γὰρ οὖν δή τι καὶ οἶμαι ἄρτι ηὐπορηκέναι.
というのも、実を言えば、たった今何か良い道を見つけたように思うからなのだ。
ὅρα γάρ·
見てみなさい。
εἰ ὃ ἂν χαίρειν ἡμᾶς ποιῇ, μήτι πάσας τὰς ἡδονάς, ἀλλʼ ὃ ἂν διὰ τῆς ἀκοῆς καὶ τῆς ὄψεως, τοῦτο φαῖμεν εἶναι καλόν, πῶς τι ἄρʼ ἂν ἀγωνιζοίμεθα;
もし我々を喜ばせるもののうち、すべての快楽ではなく、聴覚と視覚によるものを「美」であると言うならば、我々はいったいどのように戦うことになるだろうか。
οἵ τέ γέ που καλοὶ ἄνθρωποι, ὦ Ἱππία, καὶ τὰ ποικίλματα πάντα καὶ τὰ ζωγραφήματα καὶ τὰ πλάσματα τέρπει ἡμᾶς ὁρῶντας, ἃ ἂν καλὰ ᾖ·
ヒッピアス、美しい人間も、あらゆる美しい刺繍も、絵画も、彫刻も、それらが美しいものであれば、それらを見る我々を楽しませる。
καὶ οἱ φθόγγοι οἱ καλοὶ καὶ ἡ μουσικὴ σύμπασα καὶ οἱ λόγοι καὶ αἱ μυθολογίαι ταὐτὸν τοῦτο ἐργάζονται, ὥστʼ εἰ ἀποκριναίμεθα τῷ θρασεῖ ἐκείνῳ ἀνθρώπῳ ὅτι ὦ γενναῖε, τὸ καλόν ἐστι τὸ διʼ ἀκοῆς τε καὶ διʼ ὄψεως ἡδύ, οὐκ ἂν οἴει αὐτὸν τοῦ θράσους ἐπίσχοιμεν;
そして、美しい響きも、音楽の全体も、語りも、神話の語りも、これと同じことを成し遂げる。 したがって、あの厚かましい男に「おい、君、美とは聴覚と視覚による快いものなのだ」と答えるならば、彼の不遜さを引き留めることができると君は思わないかね。
ΙΠ. ἐμοὶ γοῦν δοκεῖ νῦν γε, ὦ Σώκρατες, εὖ λέγεσθαι τὸ καλὸν ὃ ἔστιν.
ヒッピアス:少なくとも私には、ソクラテス、今度こそは美が何であるかが見事に言われているように思われます。
ΣΩ. τί δʼ;
ソクラテス:では、どうだろう。
ἆρα τὰ ἐπιτηδεύματα τὰ καλὰ καὶ τοὺς νόμους, ὦ Ἱππία, διʼ ἀκοῆς ἢ διʼ ὄψεως φήσομεν ἡδέα ὄντα καλὰ εἶναι, ἢ ἄλλο τι εἶδος ἔχειν;
美しい習俗や法律については、ヒッピアス、それらが聴覚や視覚によって快いから美しいと言うのだろうか、それとも何か別の形態を持っていると言うのだろうか。
ΙΠ. ταῦτα δʼ ἴσως, ὦ Σώκρατες, κἂν παραλάθοι τὸν ἄνθρωπον.
ヒッピアス:しかし、ソクラテス、そうしたことはあの男の目をかいくぐれるかもしれません。
ΣΩ. μὰ τὸν κύνα, ὦ Ἱππία, οὐχ ὅν γʼ ἂν ἐγὼ μάλιστα αἰσχυνοίμην ληρῶν καὶ προσποιούμενός τι λέγειν μηδὲν λέγων.
ソクラテス:犬にかけて、ヒッピアス、私が戯言を言い、何か意味のあることを言っているふりをしながら中身のないことを言っているときに、最も恥ずかしく思う相手の目をかいくぐることはできない。
ΙΠ. τίνα τοῦτον;
ヒッピアス:それはいったい誰ですか。
ΣΩ. τὸν Σωφρονίσκου, ὃς ἐμοὶ οὐδὲν ἂν μᾶλλον ταῦτα ἐπιτρέποι ἀνερεύνητα ὄντα ῥᾳδίως λέγειν ἢ ὡς εἰδότα ἃ μὴ οἶδα.
ソクラテス:ソプロニスコスの子だよ。 彼は、これらが吟味されないままであるのに容易に語ることも、私が知らないことを知っているかのように語ることも、同じように決して私に許さないだろう。
ΙΠ. ἀλλὰ μὴν ἔμοιγε καὶ αὐτῷ, ἐπειδὴ σὺ εἶπες, δοκεῖ τι ἄλλο εἶναι τοῦτο τὸ περὶ τοὺς νόμους.
ヒッピアス:しかし、あなたにそう言われてみると、私自身にも、法律に関するこのことは何か別のことであるように思われます。
ΣΩ. ἔχʼ ἡσυχῇ, ὦ Ἱππία·
ソクラテス:落ち着きなさい、ヒッピアス。
κινδυνεύομεν γάρ τοι, ἐν τῇ αὐτῇ ἐμπεπτωκότες ἀπορίᾳ περὶ τοῦ καλοῦ ἐν ᾗπερ νυνδή, οἴεσθαι ἐν ἄλλῃ τινὶ εὐπορίᾳ εἶναι.
というのも、我々は美について、つい先ほど陥っていたのと同じ行き詰まりに陥っているのに、何か別の解決策を見出していると思い込んでいるおそれがあるからだ。
ΙΠ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
ヒッピアス:それはどういうことですか、ソクラテス。
ΣΩ. ἐγώ σοι φράσω ὅ γʼ ἐμοὶ καταφαίνεται, εἰ ἄρα τὶ λέγω.
ソクラテス:私が言っていることがもし何らかの意味を持つならば、私に明らかに見えていることを君に説明しよう。
ταῦτα μὲν γὰρ τὰ περὶ τοὺς νόμους τε καὶ τὰ ἐπιτηδεύματα τάχʼ ἂν φανείη οὐκ ἐκτὸς ὄντα τῆς αἰσθήσεως ἣ διὰ τῆς ἀκοῆς τε καὶ ὄψεως ἡμῖν οὖσα τυγχάνει·
というのも、法律や習俗に関するこれらは、我々に聴覚と視覚を通じて生じている感覚の外にあるのではないことが、すぐに明らかになるかもしれないからだ。
ἀλλʼ ὑπομείνωμεν τοῦτον τὸν λόγον, τὸ διὰ τούτων ἡδὺ καλὸν εἶναι, μηδὲν τὸ τῶν νόμων εἰς μέσον παράγοντες.
しかし、法律の件を一切引き合いに出すことなしに、これらを通じた快が美であるというこの議論に、とりあえずとどまっておこう。
ἀλλʼ εἰ ἡμᾶς ἔροιτο εἴτε οὗτος ὃν λέγω, εἴτε ἄλλος ὁστισοῦν·
しかし、もし私が言うあの男であれ、あるいは他の誰であれ、我々に次のように尋ねたらどうだろう。
τί δή, ὦ Ἱππία τε καὶ Σώκρατες, ἀφωρίσατε τοῦ ἡδέος τὸ ταύτῃ ἡδὺ ᾗ λέγετε καλὸν εἶναι, τὸ δὲ κατὰ τὰς ἄλλας αἰσθήσεις σίτων τε καὶ ποτῶν καὶ τῶν περὶ τἀφροδίσια καὶ τἆλλα πάντα τὰ τοιαῦτα οὔ φατε καλὰ εἶναι;
「ヒッピアスとソクラテスよ、なぜ君たちは快いものから、君たちが美であると言うあの快いものを区別したのか。 一方で、食べ物や飲み物、性愛に関するもの、その他そうしたすべてのものによる、他の感覚に基づく快いものを、美しいとは言わないのか。
ἢ οὐδὲ ἡδέα, οὐδὲ ἡδονὰς τὸ παράπαν ἐν τοῖς τοιούτοις φατὲ εἶναι, οὐδʼ ἐν ἄλλῳ ἢ τῷ ἰδεῖν τε καὶ ἀκοῦσαι;
あるいは、そうしたもののうちに、快いものや快楽そのものが全く存在せず、見る(視覚)ことと聞く(聴覚)こと以外には存在しないとでも言うのか。
τί φήσομεν, ὦ Ἱππία;
」我々は何と答えるだろうか、ヒッピアスよ。
ΙΠ. πάντως δήπου φήσομεν, ὦ Σώκρατες, καὶ ἐν τοῖς ἄλλοις μεγάλας πάνυ ἡδονὰς εἶναι.
ヒッピアス:ソクラテス、他のもののなかにも非常に大きな快楽が存在すると、何としても答えるに違いありません。