§298ΣΩ. ἀλλʼ ἐγώ μοι δοκῶ ὑπὸ ἐπιθυμίας τοῦ εἰδέναι οὐχ οἷός τε σὲ εἶναι περιμένειν μέλλοντα·
苏格拉底:但是我觉得自己由于求知的渴望,无法等待将要拖延的你了。
καὶ γὰρ οὖν δή τι καὶ οἶμαι ἄρτι ηὐπορηκέναι.
因为说实在的,我想我刚才也找到了某种出路。
ὅρα γάρ· εἰ ὃ ἂν χαίρειν ἡμᾶς ποιῇ, μήτι πάσας τὰς ἡδονάς, ἀλλʼ ὃ ἂν διὰ τῆς ἀκοῆς καὶ τῆς ὄψεως, τοῦτο φαῖμεν εἶναι καλόν, πῶς τι ἄρʼ ἂν ἀγωνιζοίμεθα;
因为你看:如果我们说,凡是让我们感到高兴的——当然不是指所有的快乐,而是指通过听觉和视觉而来的快乐——就是美,那么我们将会如何进行论辩呢?
οἵ τέ γέ που καλοὶ ἄνθρωποι, ὦ Ἱππία, καὶ τὰ ποικίλματα πάντα καὶ τὰ ζωγραφήματα καὶ τὰ πλάσματα τέρπει ἡμᾶς ὁρῶντας, ἃ ἂν καλὰ ᾖ· καὶ οἱ φθόγγοι οἱ καλοὶ καὶ ἡ μουσικὴ σύμπασα καὶ οἱ λόγοι καὶ αἱ μυθολογίαι ταὐτὸν τοῦτο ἐργάζονται, ὥστʼ εἰ ἀποκριναίμεθα τῷ θρασεῖ ἐκείνῳ ἀνθρώπῳ ὅτι ὦ γενναῖε, τὸ καλόν ἐστι τὸ διʼ ἀκοῆς τε καὶ διʼ ὄψεως ἡδύ, οὐκ ἂν οἴει αὐτὸν τοῦ θράσους ἐπίσχοιμεν;
希庇阿斯,那些美的人,以及所有精美的刺绣、绘画和雕塑,只要它们是美的,当我们在观看时,就会令我们感到愉悦;而美的声音、整个音乐、言辞以及神话故事也起着这同样的作用,因此,如果我们回答那个厚颜无耻的人说:“老兄,美就是通过听觉和视觉而产生的愉悦”,你不认为我们可以阻止他的狂妄吗?
ΙΠ. ἐμοὶ γοῦν δοκεῖ νῦν γε, ὦ Σώκρατες, εὖ λέγεσθαι τὸ καλὸν ὃ ἔστιν.
希庇阿斯:至少对我来说,苏格拉底,现在美是什么,似乎已经说得很好了。
ΣΩ. τί δʼ;
苏格拉底:那么,怎么说呢?
ἆρα τὰ ἐπιτηδεύματα τὰ καλὰ καὶ τοὺς νόμους, ὦ Ἱππία, διʼ ἀκοῆς ἢ διʼ ὄψεως φήσομεν ἡδέα ὄντα καλὰ εἶναι, ἢ ἄλλο τι εἶδος ἔχειν;
希庇阿斯,关于美好的行为习惯和法律,我们是说它们因为通过听觉或视觉而产生愉悦所以是美的,还是说它们具有某种其他的形式?
ΙΠ. ταῦτα δʼ ἴσως, ὦ Σώκρατες, κἂν παραλάθοι τὸν ἄνθρωπον.
希庇阿斯:但是这些事情,苏格拉底,也许还能瞒过那个人。
ΣΩ. μὰ τὸν κύνα, ὦ Ἱππία, οὐχ ὅν γʼ ἂν ἐγὼ μάλιστα αἰσχυνοίμην ληρῶν καὶ προσποιούμενός τι λέγειν μηδὲν λέγων.
苏格拉底:凭狗起誓,希庇阿斯,在那个我若胡言乱语、装作说了什么而实际上空无一物就会感到最羞愧的人面前,可瞒不过去。
ΙΠ. τίνα τοῦτον;
希庇阿斯:这是谁?
ΣΩ. τὸν Σωφρονίσκου, ὃς ἐμοὶ οὐδὲν ἂν μᾶλλον ταῦτα ἐπιτρέποι ἀνερεύνητα ὄντα ῥᾳδίως λέγειν ἢ ὡς εἰδότα ἃ μὴ οἶδα.
苏格拉底:就是索普罗尼斯科斯的儿子,他绝不会允许我在这些事情未经检验时就轻易说出口,就像绝不允许我假装知道自己不知道的事情一样。
ΙΠ. ἀλλὰ μὴν ἔμοιγε καὶ αὐτῷ, ἐπειδὴ σὺ εἶπες, δοκεῖ τι ἄλλο εἶναι τοῦτο τὸ περὶ τοὺς νόμους.
希庇阿斯:但是,既然你这么说了,连我自己也觉得,关于法律的这件事似乎是另外一回事。
ΣΩ. ἔχʼ ἡσυχῇ, ὦ Ἱππία· κινδυνεύομεν γάρ τοι, ἐν τῇ αὐτῇ ἐμπεπτωκότες ἀπορίᾳ περὶ τοῦ καλοῦ ἐν ᾗπερ νυνδή, οἴεσθαι ἐν ἄλλῃ τινὶ εὐπορίᾳ εἶναι.
苏格拉底:静下心来,希庇阿斯;因为我们恐怕正处于这种情况:我们在关于美的问题上,陷入了刚才那样的同一个困境,却还以为自己找到了某种别的出路。
ΙΠ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
希庇阿斯:你这是什么意思,苏格拉底?
ΣΩ. ἐγώ σοι φράσω ὅ γʼ ἐμοὶ καταφαίνεται, εἰ ἄρα τὶ λέγω.
苏格拉底:如果我说的话有任何道理,我就会把向我显现出的事情告诉你。
ταῦτα μὲν γὰρ τὰ περὶ τοὺς νόμους τε καὶ τὰ ἐπιτηδεύματα τάχʼ ἂν φανείη οὐκ ἐκτὸς ὄντα τῆς αἰσθήσεως ἣ διὰ τῆς ἀκοῆς τε καὶ ὄψεως ἡμῖν οὖσα τυγχάνει·
因为关于法律和行为习惯的这些事情,或许很快就会显现出并非处于我们通过听觉和视觉而拥有的那种感觉之外。
ἀλλʼ ὑπομείνωμεν τοῦτον τὸν λόγον, τὸ διὰ τούτων ἡδὺ καλὸν εἶναι, μηδὲν τὸ τῶν νόμων εἰς μέσον παράγοντες.
但是,我们且坚持这个论点——即通过这些感官产生的愉悦就是美——先不要把法律的任何事情扯进来。
ἀλλʼ εἰ ἡμᾶς ἔροιτο εἴτε οὗτος ὃν λέγω, εἴτε ἄλλος ὁστισοῦν· τί δή, ὦ Ἱππία τε καὶ Σώκρατες, ἀφωρίσατε τοῦ ἡδέος τὸ ταύτῃ ἡδὺ ᾗ λέγετε καλὸν εἶναι, τὸ δὲ κατὰ τὰς ἄλλας αἰσθήσεις σίτων τε καὶ ποτῶν καὶ τῶν περὶ τἀφροδίσια καὶ τἆλλα πάντα τὰ τοιαῦτα οὔ φατε καλὰ εἶναι;
但是,如果我说的那个人,或者其他任何人,问我们说: “希庇阿斯和苏格拉底,你们为什么要从愉悦的事物中,把你们所说是美的那种愉悦划分出来,却说根据其他感觉——比如食物、饮料、性爱以及所有其他这类事物——所产生的愉悦不是美的呢?
ἢ οὐδὲ ἡδέα, οὐδὲ ἡδονὰς τὸ παράπαν ἐν τοῖς τοιούτοις φατὲ εἶναι, οὐδʼ ἐν ἄλλῳ ἢ τῷ ἰδεῖν τε καὶ ἀκοῦσαι;
或者,难道你们认为在这些事情中根本没有令人愉悦的东西,也没有任何快乐,除了在观看和聆听之外,在其他任何事情中都没有吗?
τί φήσομεν, ὦ Ἱππία;
” 我们该怎么回答,希庇阿斯?
ΙΠ. πάντως δήπου φήσομεν, ὦ Σώκρατες, καὶ ἐν τοῖς ἄλλοις μεγάλας πάνυ ἡδονὰς εἶναι.
希庇阿斯:苏格拉底,我们当然无论如何都要说,在其他事物中也存在着极大的快乐。