§518ΣΩ. διὸ δὴ καὶ ταύτας μὲν δουλοπρεπεῖς τε καὶ διακονικὰς καὶ ἀνελευθέρους εἶναι περὶ σώματος πραγματείαν, τὰς ἄλλας τέχνας, τὴν δὲ γυμναστικὴν καὶ ἰατρικὴν κατὰ τὸ δίκαιον δεσποίνας εἶναι τούτων.
ソクラテス:それゆえまさに、これら他の技術は、身体に関する営みにおいて奴隷のようで、召使的で、自由人にふさわしくないものであり、体育と医術は当然のことながらこれらの支配者であるのだ。
ταὐτὰ οὖν ταῦτα ὅτι ἔστιν καὶ περὶ ψυχήν, τοτὲ μέν μοι δοκεῖς μανθάνειν ὅτι λέγω, καὶ ὁμολογεῖς ὡς εἰδὼς ὅτι ἐγὼ λέγω·
したがって、これと全く同じことが魂についても言えるということを、君はある時には、私が言っているのを理解しているように私には思われ、自分が知っているかのように私が言うことを認めている。
ἥκεις δὲ ὀλίγον ὕστερον λέγων ὅτι ἄνθρωποι καλοὶ κἀγαθοὶ γεγόνασιν πολῖται ἐν τῇ πόλει, καὶ ἐπειδὰν ἐγὼ ἐρωτῶ οἵτινες, δοκεῖς μοι ὁμοιοτάτους προτείνεσθαι ἀνθρώπους περὶ τὰ πολιτικά, ὥσπερ ἂν εἰ περὶ τὰ γυμναστικὰ ἐμοῦ ἐρωτῶντος οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶν σωμάτων θεραπευταί, ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασιν σωμάτων θεραπευταί, ὁ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὁ δὲ ὄψον, ὁ δὲ οἶνον.
しかし、少し後になると、この国家において優れた市民となった人々が存在したのだと言い出し、そして、それらは誰かと私が尋ねると、君は政治に関してきわめてよく似た人々を提示しているように思われる。 それはちょうど、身体のケアをする者で誰が優れた者であったか、あるいは優れているかと私が体育に関して尋ねたときに、君がたいへん真面目に、パン職人のテアリオン、シケリア風料理の書を書いたミタイコス、小売り商人のサランボスを挙げ、「この人たちは素晴らしい身体のケアをする者であり、一方は素晴らしいパンを調達し、他方は料理を、もう一方はワインを調達したのだ」と私に言うようなものである。
ἴσως ἂν οὖν ἠγανάκτεις, εἴ σοι ἔλεγον ἐγὼ ὅτι Ἄνθρωπε, ἐπαΐεις οὐδὲν περὶ γυμναστικῆς·
したがって、もし私が君に「君よ、君は体育について何もわかっていない。
διακόνους μοι λέγεις καὶ ἐπιθυμιῶν παρασκευαστὰς ἀνθρώπους, οὐκ ἐπαΐοντας καλὸν κἀγαθὸν οὐδὲν περὶ αὐτῶν, οἵ, ἂν οὕτω τύχωσιν, ἐμπλήσαντες καὶ παχύναντες τὰ σώματα τῶν ἀνθρώπων, ἐπαινούμενοι ὑπʼ αὐτῶν, προσαπολοῦσιν αὐτῶν καὶ τὰς ἀρχαίας σάρκας·
君が私に言っているのは、召使であり、欲望を調達する人々であって、それらについて優れたことを何一つ理解していない人々だ。 彼らは、たまたまそうなれば、人々の身体を満たし、太らせ、彼らから称賛されながら、さらに彼らの以前からの肉をも失わせるのだ」と伝えるなら、君は怒るかもしれない。
οἱ δʼ αὖ διʼ ἀπειρίαν οὐ τοὺς ἑστιῶντας αἰτιάσονται τῶν νόσων αἰτίους εἶναι καὶ τῆς ἀποβολῆς τῶν ἀρχαίων σαρκῶν, ἀλλʼ οἳ ἂν αὐτοῖς τύχωσι τότε παρόντες καὶ συμβουλεύοντές τι, ὅταν δὴ αὐτοῖς ἥκῃ ἡ τότε πλησμονὴ νόσον φέρουσα συχνῷ ὕστερον χρόνῳ, ἅτε ἄνευ τοῦ ὑγιεινοῦ γεγονυῖα, τούτους αἰτιάσονται καὶ ψέξουσιν καὶ κακόν τι ποιήσουσιν, ἂν οἷοί τʼ ὦσι, τοὺς δὲ προτέρους ἐκείνους καὶ αἰτίους τῶν κακῶν ἐγκωμιάσουσιν.
そして、彼らはまた、経験不足のために、その病気や以前からの肉の喪失の原因が自分たちをもてなした者たちであるとは非難せず、かなり後になって、健康を無視して行われた当時の過食が病気をもたらしたとき、そのときにたまたま居合わせて何かを助言している者たちを非難し、咎め、もしできれば危害を加えるだろう。 そして、あの以前の者たち、害悪の原因である者たちを、称賛するのだ。
καὶ σὺ νῦν, ὦ Καλλίκλεις, ὁμοιότατον τούτῳ ἐργάζῃ·
そして、カリクレスよ、君も今、これと全く同じことをしている。
ἐγκωμιάζεις ἀνθρώπους, οἳ τούτους εἱστιάκασιν εὐωχοῦντες ὧν ἐπεθύμουν.
君は、市民たちが望んだもので彼らをもてなし、ごちそうを食べさせた人々を称賛しているのだ。
§519ΣΩ. καί φασι μεγάλην τὴν πόλιν πεποιηκέναι αὐτούς·
ソクラテス:そして人々は、彼らが国家を大きくしたと言う。
ὅτι δὲ οἰδεῖ καὶ ὕπουλός ἐστιν διʼ ἐκείνους τοὺς παλαιούς, οὐκ αἰσθάνονται.
しかし、国家があの昔の人々のせいで腫れ上がり、内側に膿を溜めていることには気づいていない。
ἄνευ γὰρ σωφροσύνης καὶ δικαιοσύνης λιμένων καὶ νεωρίων καὶ τειχῶν καὶ φόρων καὶ τοιούτων φλυαριῶν ἐμπεπλήκασι τὴν πόλιν·
節制と正義を伴わずに、彼らは港や造船所や城壁や貢納金や、そのようなくだらないもので国家を満たしたのだから。
ὅταν οὖν ἔλθῃ ἡ καταβολὴ αὕτη τῆς ἀσθενείας, τοὺς τότε παρόντας αἰτιάσονται συμβούλους, Θεμιστοκλέα δὲ καὶ Κίμωνα καὶ Περικλέα ἐγκωμιάσουσιν, τοὺς αἰτίους τῶν κακῶν·
それゆえ、この病気の激発が訪れたとき、彼らはそのとき居合わせる助言者たちを非難し、害悪の原因であるテミストクレスやキモンやペリクレスを称賛するだろう。
σοῦ δὲ ἴσως ἐπιλήψονται, ἐὰν μὴ εὐλαβῇ, καὶ τοῦ ἐμοῦ ἑταίρου Ἀλκιβιάδου, ὅταν καὶ τὰ ἀρχαῖα προσαπολλύωσι πρὸς οἷς ἐκτήσαντο, οὐκ αἰτίων ὄντων τῶν κακῶν ἀλλʼ ἴσως συναιτίων.
そして、君が用心しなければ、彼らは君を、また私の友人アルキビアデスを捕らえるかもしれない。 彼らが新たに手に入れたものに加えて、以前から持っていたものさえ失ってしまうとき、君たちが害悪の主因ではなく、おそらく一因にすぎないとしてもだ。
καίτοι ἔγωγε ἀνόητον πρᾶγμα καὶ νῦν ὁρῶ γιγνόμενον καὶ ἀκούω τῶν παλαιῶν ἀνδρῶν πέρι.
それにしても、私は現在でも愚かなことが行われているのを目にし、また昔の男たちについてもそのようなことを聞いている。
αἰσθάνομαι γάρ, ὅταν ἡ πόλις τινὰ τῶν πολιτικῶν ἀνδρῶν μεταχειρίζηται ὡς ἀδικοῦντα, ἀγανακτούντων καὶ σχετλιαζόντων ὡς δεινὰ πάσχουσι·
というのも、国家が政治家の一人を不正を働いた者として処遇するとき、彼らが憤慨し、自分たちがひどい目に遭っていると不平を言うのを私は目にするからだ。
πολλὰ καὶ ἀγαθὰ τὴν πόλιν πεποιηκότες ἄρα ἀδίκως ὑπʼ αὐτῆς ἀπόλλυνται, ὡς ὁ τούτων λόγος.
彼らの言い分によれば、国家に多くの善いことをしたのに、国家によって不当に滅ぼされようとしている、というのだ。
τὸ δὲ ὅλον ψεῦδός ἐστιν·
しかし、それは全くの偽りだ。
προστάτης γὰρ πόλεως οὐδʼ ἂν εἷς ποτε ἀδίκως ἀπόλοιτο ὑπʼ αὐτῆς τῆς πόλεως ἧς προστατεῖ.
なぜなら、国家の指導者で、自分が指導している国家そのものによって不当に滅ぼされる者など、一人もいないはずだからだ。
κινδυνεύει γὰρ ταὐτὸν εἶναι, ὅσοι τε πολιτικοὶ προσποιοῦνται εἶναι καὶ ὅσοι σοφισταί.
というのも、政治家であると自称する人々も、ソフィストである人々も、同じ状況にあると思われるからだ。
καὶ γὰρ οἱ σοφισταί, τἆλλα σοφοὶ ὄντες, τοῦτο ἄτοπον ἐργάζονται πρᾶγμα·
実際、ソフィストたちは、他の点では賢いのに、この奇妙なことを行う。
φάσκοντες γὰρ ἀρετῆς διδάσκαλοι εἶναι πολλάκις κατηγοροῦσιν τῶν μαθητῶν ὡς ἀδικοῦσι σφᾶς, τούς τε μισθοὺς ἀποστεροῦντες καὶ ἄλλην χάριν οὐκ ἀποδιδόντες, εὖ παθόντες ὑπʼ αὐτῶν.
すなわち、自分たちは徳の教師であると主張しながら、弟子たちが自分たちから恩恵を受けながらも、授業料を支払わなかったり、他の感謝を示さなかったりして、自分たちに不正を働いているとしばしば非難するのだ。
καὶ τούτου τοῦ λόγου τί ἂν ἀλογώτερον εἴη πρᾶγμα, ἀνθρώπους ἀγαθοὺς καὶ δικαίους γενομένους, ἐξαιρεθέντας μὲν ἀδικίαν ὑπὸ τοῦ διδασκάλου, σχόντας δὲ δικαιοσύνην, ἀδικεῖν τούτῳ ᾧ οὐκ ἔχουσιν;
しかし、この主張において、これ以上に不条理なことがあり得るだろうか。 すなわち、教師によって不正を取り除かれ、正義を身に付け、善くかつ正しい者となった人々が、自分たちが持っていないものによって不正を働くなどということが。
οὐ δοκεῖ σοι τοῦτο ἄτοπον εἶναι, ὦ ἑταῖρε;
友よ、これは奇妙だとは思わないかね。
ὡς ἀληθῶς δημηγορεῖν με ἠνάγκασας, ὦ Καλλίκλεις, οὐκ ἐθέλων ἀποκρίνεσθαι.
カリクレス、君が答えるのを拒むので、君は私に、本当に民衆演説をするように強いたのだ。
ΚΑΛ. σὺ δʼ οὐκ ἂν οἷός τʼ εἴης λέγειν, εἰ μή τίς σοι ἀποκρίνοιτο;
ΚΑΛ. カリクレス:君は、誰も答えてくれないと、語ることができないのか?
ΣΩ. ἔοικά γε·
ソクラテス:どうやらそのようだ。
νῦν γοῦν συχνοὺς τείνω τῶν λόγων, ἐπειδή μοι οὐκ ἐθέλεις ἀποκρίνεσθαι.
実際、君が私に答えるのを嫌がるので、今は長々と演説をしている。
ἀλλʼ, ὠγαθέ, εἰπὲ πρὸς Φιλίου, οὐ δοκεῖ σοι ἄλογον εἶναι ἀγαθὸν φάσκοντα πεποιηκέναι τινὰ μέμφεσθαι τούτῳ ὅτι ὑφʼ ἑαυτοῦ ἀγαθὸς γεγονώς τε καὶ ὢν ἔπειτα πονηρός ἐστιν;
だが、我が友よ、友情の神にかけて言ってくれ。 誰かを善い人間にしたと主張する者が、その者が自分によって善い人間になり、今もそうであるのに、その後で悪人であると、その者を責めるのは不条理だとは思わないかね?
ΚΑΛ. ἔμοιγε δοκεῖ.
ΚΑΛ. カリクレス:私にはそう思える。
ΣΩ. οὐκοῦν ἀκούεις τοιαῦτα λεγόντων τῶν φασκόντων παιδεύειν ἀνθρώπους εἰς ἀρετήν;
ソクラテス:それなら、人間を徳へと教育すると称する人々が、そのようなことを言っているのを君は耳にしないかね?